56
ἀσεβῶν, τοῦτον αὐτοῖς κλῆρον καὶ κτῆμα δεδόσθαι παρὰ θεοῦ. πάλιν δὲ οὐκ ἔγνω, ὅτι τὰ συμβαίνοντα οὐ πάντως δι' ἁμαρτίας γίνονται, ἀλλὰ καὶ κατ' ἄλλας οἰκονομίας. ἀλλ' οὐδὲ ἐπὶ τοῦ προσώπου τοῦ Ἰὼβ ταῦτα καλῶς ἐλέγετο, ὥστε οἱ καλοὶ λόγοι, ἐὰν μὴ καλῶς λέγωνται καὶ μετὰ ὀρθῆς διαθέσεως καὶ προσηκούσης διαιρέσεως καὶ ἐπὶ καιροῦ καὶ προσώπου ὑποκειμένου ἐπιτηδείου πρὸς τὰ λεγόμενα, οὐκ ἐπαίνου μᾶλλον ἀλλὰ μέμψεως ἄξιοι. 173 Αἱ λέξεις , 2 οὐχ οὕτως ὑπελάμβανον ἀντερεῖν σε ταῦτα. ᾠόμην σε, φησίν, πολλῶν πρὸς σὲ καὶ καλῶν εἰρημένων λόγων ἡσυχίαν ἄγειν συνθησόμενον ταῖς παραινέσεσιν. , 2 καὶ οὐχὶ συνίετε μᾶλλον ἢ καὶ ἐγώ. πλὴν οὐ πάνυ, φησίν, κατανοεῖτε τοῖς λεγομένοις ὑπὸ τοῦ Ἰὼβ καὶ ὑφ' ἑαυτῶν ὡς ἐγώ. τοῦτο δὲ πρὸς τοὺς φίλους εἶπεν. , 3 παιδείαν ἐντροπῆς μου ἀκούσομαι, καὶ πνεῦμα ἐκ τῆς συνέσεως ἀποκρίνεταί μοι. ἄλλα ἀντίγραφα· _π_α_ι_δ_ε_ί_α_ν_ _ἐ_ν_τ_ρ_ο_π_ῆ_ς_ _σ_ο_υ_ _ἀ_κ_ο_ύ_σ_ο_μ_α_ι, περιέχουσιν. κατὰ μὲν οὖν τὸ ἐντροπῆς μου τοῦτο λέγει ὅτι· τῆς παιδεύσεως τῆς κατ' εὐλάβειανἐντροπὴν γὰρ τὴν εὐλάβειάν φησιν, ἧς διδάσκει με τὸ πνεῦμα τῆς συνέσεως, ἀκούσομαι· διδάσκει δέ, ἃ ἐφεξῆς λέγει περὶ τῶν ἀσεβῶν. ὃ δὲ λέγει τοῦτό ἐστιν, ὅτι οἱ εὐπαίδευτοι καὶ εὐλαβεῖς καὶ συνετοὶ ἴσασιν, ὡς οἱ ἀσεβεῖς διὰ τὰς οἰκείας ἁμαρτίας πάντως τιμωροῦνται. κατὰ δὲ τό· ἐντροπῆς σου, οὕτω νοήσεις· ἀκούσομαί σου τῆς παιδεύσεως, δι' ἧς ἡμᾶς εἰκότως ἐνέτρεψας, καὶ τοῦ πνεύματος τῆς συνέσεώς σου, δι' οὗ καλῶς ἡμῖν ἀπεκρίνω. ταῦτα δὲ κατ' εἰρωνείαν εἶπεν, ἀντὶ τοῦ· οὐδὲν συνετὸν οὐδὲ εὐπαίδευτον οὐδὲ οἷον ἡμᾶς ἐντρέψαι λελάληκας. 174 , 4 μὴ ταῦτα ἔγνως ἀπὸ τοῦ ἔτι, ἀφ' οὗ ἐτέθη ἄνθρωπος ἐπὶ τῆς γῆς. εἰπὲ γάρ, φησίν, μὴ ἔτι δύνῃ ἀντιλέγειν καὶ εἰπεῖν, ὅτι ἀφ' οὗ ἐτέθη ἄνθρωπος ἐπὶ τῆς γῆς ἔγνως τινὰ τῶν δικαίων τοιαῦτα πεπονθότα, ἢ ὡς οἱ εὐλαβεῖς καὶ δίκαιοι τοιαύταις τιμωρίαις περιπεπτώκασιν; εἶτα ὡς ἀναμφίβολον λόγον εἰρηκώς, ὅτι ἐξ αἰῶνος οὐδεὶς δίκαιος ὢν πέπονθεν, ἀκολούθως ἐπάγει· , 5 εὐφροσύνη γὰρ ἀσεβῶν πτῶμα ἐξαίσιον, χαρμονὴ δὲ παρανόμων ἀπώλεια. καὶ κάλλιστον δόγμα ὁ Σωφὰρ εἶπεν, ὅτι ἡ εὐφροσύνη τῶν ἀσεβῶν, ἣν χαίρουσιν ἐπὶ τῇ παρανομίᾳ, ἀπώλεια καὶ πτῶμα ἐξαίσιον τῆς αὐτῶν ψυχῆς ἔσται. , 68 ἐὰν ἀναβῇ εἰς τὸν οὐρανὸν τὰ δῶρα αὐτοῦ, ἡ δὲ θυσία αὐτοῦ νεφῶν ἅψηται, ὅταν δοκῇ ἤδη ἐστηρίχθαι, τότε εἰς τέλος ἀπολεῖται. οἱ δὲ ἰδόντες αὐτὸν ἐροῦσι· ποῦ ἐστιν; ὥσπερ ἐνύπνιον ἐκπετασθὲν οὐ μὴ εὑρεθῇ, ἔπτη δὲ ὥσπερ φάσμα νυκτερινόν. ἐάν, φησίν, οὐρανομήκεις δωροφορίας προσαγάγῃ καὶ ἐὰν δόξωσιν αἱ αὐτοῦ θυσίαι τῶν νεφῶν ἅπτεσθαι καὶ δόξῃ τὰ ἀγαθὰ ἐν βεβαίῳ ἔχειν, θεοῦ μὴ προσιεμένου τοῦ ἀσεβοῦς τὰς καρποφορίας εἰς τέλος ἀπόλλυται οὐδὲν ἐκ τῶν ἐπιπλάστων θυσιῶν ὠφεληθείς. ἀλλ' οὕτως οἴχεται τὰ κατ' αὐτὸν καὶ εἰς ἀνυπαρξίαν χωρεῖ ὡς ἐνύπνιον καὶ φάσμα νυκτερινόν, ὡς τοὺς πρότερον εἰδότας αὐτὸν μετ' ἐκπλήξεως λέγειν· ποῦ ἐστιν; ἀντὶ τοῦ· ποῦ ἡ δόξα, ποῦ ἡ δυναστεία, ποῦ ἡ τιμή, ποῦ ὁ πλοῦτος; πάντα μάταια, εἰς τὸ μηδὲν αὐτῷ κατέληξεν ἡ ὑπερηφανία. 175 , 9 ὀφθαλμὸς παρέβλεψεν καὶ οὐ προσθήσει. καὶ οὐκέτι προσνοήσει αὐτὸν ὁ τόπος αὐτοῦ. οἱ ἅπαξ, φησίν, αὐτὸν ἑωρακότες οὐκέτι βλέπουσινσημαίνει γὰρ διὰ τούτου τὴν ταχείαν ἀπώλειαν, ἀλλ' οὐδὲ ἐπίγνωστος ἔσται ἐν τῷ ἰδίῳ τόπῳ. ὅμοιον ἐν Ψαλμοῖς εἴρηται· εἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου, καὶ παρῆλθον καὶ ἰδοὺ οὐκ ἦν, καὶ ἐζήτησα αὐτὸν καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ. , 10 τοὺς υἱοὺς αὐτοῦ ὀλέσαισαν ἥττονες, αἱ δὲ χεῖρες αὐτοῦ πυρσεύσαισαν ὀδύνας. καὶ τοὺς μὲν υἱοὺς αὐτοῦ, φησίν, ἀναιροῦσιν ἐλάχιστοί τινες, αὐτὸς δὲ ἑαυτῷ διὰ τῶν οἰκείων πράξεων ἐξάπτει τὴν πυράν· πυρσὸς γὰρ ἡ λαμπάς, χεῖρες δὲ αἱ πράξεις. ὅμοιον ἡ προφητεία λέγει· πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε. , 11 ὀστᾶ αὐτοῦ ἐνεπλήσθησαν νεότητος αὐτοῦ, καὶ μετ' αὐτοῦ ἐπὶ χώματος κοιμηθήσεται. καὶ ἐνεπλήσθησαν, φησίν, οἱ τόνοι τῆς ψυχῆς αὐτοῦ νεωτερικῆς ἐπιθυμίας. οὐδὲν δὲ αὐτῷ ἐν τῷ τάφῳ συγκαταβαίνει, εἰ μὴ αὕτη