χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι», πορευόμενος ἐκάλεσε δέκα δού λους καὶ «ἔδωκεν αὐτοῖς δέκα μνᾶς, καὶ εἶπεν αὐτοῖς· πραγματεύσασθε ἐν ᾧ ἔρχομαι». οὗτος δὲ ὁ εὐγενὴς ἄνθρωπος, μισούμενος ὑπὸ τῶν ἰδίων πολιτῶν ἀποστειλάντων «πρεσβείαν ὀπίσω αὐτοῦ», οὐ θελόντων αὐτὸν βασιλεῦσαι ἐπ' αὐτούς, ἐπανῆλθε λαβὼν «τὴν βασιλείαν καὶ εἶπεν φωνηθῆναι αὐτῷ τοὺς δούλους οἷς δεδώκει τὸ ἀργύριον, ἵνα γνῷ τί διεπραγματεύσαντο». ἰδὼν δὲ ἃ πεποιήκασι, τῷ μὲν τὴν μνᾶν δέκα μνᾶς ποιήσαντι ἔπαινον ἀποδοὺς διὰ τοῦ «εὖγε, ἀγαθὲ δοῦλε, ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου», δίδωσιν αὐτῷ ἐξουσίαν δέκα πό λεων τῶν ὑπὸ τὴν βασιλείαν αὐτοῦ. καὶ ἄλλῳ <τῷ> τὴν μνᾶν πενταπλα σιάσαντι τὸν μὲν ἔπαινον ὃν ἐπὶ τοῦ πρώτου ἔταξεν οὐκ ἀποδέδωκεν οὐδὲ τὸ ὄνομα τῆς ἐξουσίας ὡς ἐπὶ τοῦ προτέρου ὡρίσατο, εἶπε δὲ αὐτῷ· «καὶ σὺ γίνου ἐπάνω πέντε πόλεων». τῷ δὲ τὴν μνᾶν ἀποδήσαντι ἐν σουδαρίῳ εἶπεν· «ἐκ τοῦ στόματός σου κρινῶ σε, πονηρὲ δοῦλε», «καὶ τοῖς παρεστῶσιν εἶπεν· ἄρατε ἀπ' αὐτοῦ τὴν μνᾶν καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχοντι». τίς οὖν καὶ ἐπὶ ταύτης τῆς παρα βολῆς οὐ φήσει ὅτι ὁ μὲν εὐγενὴς ἄνθρωπος πορευθεὶς «εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι» ὁ Χριστός ἐστιν οἱονεὶ ἀποδημῶν ἐπὶ τῷ λαβεῖν τὴν βασι λείαν καὶ τοῦ κόσμου καὶ τῶν ἐν αὐτῷ, οἱ δὲ τὰς δέκα λαβόντες μνᾶς οἱ ἐγκεχειρισμένοι εἰσὶ διοικεῖν λό γον ὃν ἐπιστεύθησαν, οἱ δὲ πολῖται αὐτοῦ (ἐμπολιτευσαμένου <τούτῳ> τῷ κόσμῳ κατὰ τὸ ἐνηνθρωπηκέναι), οἱ μὴ θελήσαντες αὐτὸν βασιλεῦσαι, τάχα μὲν ὁ ἀπιστήσας αὐτῷ Ἰσραήλ ἐστι, τάχα δὲ καὶ τὰ ἀπιστήσαντα αὐτῷ ἔθνη; 14.13 Πλὴν ταῦτά μοι εἴρηται διὰ τὸ τὴν ἐπάνοδον αὐτοῦ ἀναφέρειν ἐλθόντος μετὰ τῆς βασιλείας ἐπὶ τὴν συντέλειαν, ὅτε «εἶπε φωνη θῆναι αὐτῷ τοὺς δούλους οἷς [ἐ]δε δώκει τὸ ἀργύριον, ἵνα γνῷ τί διεπραγματεύσαντο», καὶ διὰ τὸ ἐκ τούτου βούλεσθαι ἀποδεικνύναι καὶ τῆς περὶ τῶν ταλάντων παρα βολῆς, ὅτι καὶ <τὸ> ὅστις ἠθέ λησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ ἀναφέρεται ἐπὶ τὴν συντέλειαν, ὅτε ἤδη βασιλεύς ἐστιν ἀπολαμβάνων τὴν βασιλείαν, δι' ἣν (καθ' ἑτέραν παραβολὴν) «ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι». ὑποστρέψας οὖν καὶ λαβὼν «τὴν βασιλείαν» ἠθέλησε συνᾶραι λό γον μετὰ τῶν δούλων αὐτοῦ, καὶ ἀρξαμένου αὐτοῦ συναί ρειν, προσηνέχθη εἷς ὀφειλέ της πολλῶν ταλάντων· προση νέχθη δὲ ὡς βασιλεῖ ὑπὸ τῶν αὐτοῦ τεταγμένων λειτουργῶν, οἶμαι ἀγγέ λων. καὶ τάχα εἷς τίς ἐστιν τῶν ὑπὸ τὴν βασιλείαν ἐγχειρισθείς τινα οἰκονομίαν μεγάλην καὶ μὴ καλῶς αὐτὴν διοικήσας, ἀλλὰ διασκορ πίσας τὰ ἐγχειρισθέντα, ὡς ὀφει λέτην αὐτὸν γενέσθαι πολλῶν τα λάντων ὧν ἀπολώλεκεν. οὗτος δὴ τάχα μὴ ἔχων ἀποδοῦναι, κελεύε ται ὑπὸ τοῦ βασιλέως πραθῆναι ἅμα τῇ γυναικί, ἀφ' ἧς γέγονε κοινωνὸς αὐτῇ πατήρ τινων τέκνων. ἔργον δὲ οὐ τὸ τυχόν ἐστιν ἰδεῖν ἐν νοητοῖς πατέρα καὶ μητέρα καὶ τέκνα. ὡς μὲν οὖν πρὸς τὸ ἀληθές, θεὸς ἂν εἰδείη τοῦτο τὸ ἔργον ὃ βούλεται· καὶ ἡμῖν δέ, εἴτε αὐτὸς δέδωκεν εἴτε μή, ὁ δυνάμενος κρινέτω. πλὴν τοιαῦτα κατὰ τὸν τόπον ὑπολαμ βάνομεν ὅτι, ὥσπερ Ἰερουσαλὴμ μήτηρ ἐστὶ Παύ λου καὶ τῶν παραπλησίων αὐτῷ ἡ ἄνω, οὕτως εἴη ἂν ἑτέρων μήτηρ, ἀνάλογον Ἱερουσαλὴμ μητρί, φέρ' εἰπεῖν Σοήνη τῆς Αἰγύπτου ἢ <Μέμ φις, ἑτέρων δὲ Τύρος> καὶ Σιδὼν ἢ ὅσαι ὠνομάσθησαν ἐν ταῖς γραφαῖς πόλεις. εἶθ' ὥσπερ Ἱερουσαλὴμ νύμφη ἐστὶ κεκοσμημένη «τῷ ἀνδρὶ αὐτῆς» Χρι στῷ, οὕτως εἶεν ἂν ἐκεῖναι αἱ μητέρες δυνάμεών τινων τῶν κεκληρω μένων αὐτὰς οἱονεὶ γυναῖκες ἢ νύμφαι. καὶ ὥσπερ ἐστί τινα τέκνα τῆς Ἱερουσαλὴμ ὡς μητρὸς καὶ Χριστοῦ ὡς πατρός, οὕτως εἴη ἄν τινα τέκνα Σοήνης ἢ Μέμφεως ἢ Τύρου ἢ Σιδῶνος καὶ τῶν ἐπιτε ταγμένων αὐταῖς ἀρχόντων <ὡς πατέρων>. τάχα οὖν καὶ οὗτος ὁ εἷς προσαχ θεὶς ἀνθρώπῳ βασιλεῖ ὀφειλέτης πολλῶν ταλάντων ἔχει (ὡς ἀποδεδώκαμεν) γυναῖκα καὶ τέκνα, ἅτινα πρότερον μὲν ἐκέλευσε πραθῆναι ὁ βασιλεύς, πραθῆναι δὲ καὶ πάντα ἃ εἶχεν, ὕστερον δὲ σπλαγχνισθεὶς ἀπέλυσεν αὐτὸν καὶ πᾶσαν τὴν ὀφειλὴν ἀφῆκεν αὐτῷ,