παρ' ἐκείναις διαδοχὴ αὐτῶν, διὰ τοὺς ἀνθρώπους εἰς πολλὰ τοῦ μέλιτος χρῄζοντας, θεραπείας τε σωμάτων πεπονθότων καὶ τροφὴν καθαρτήριον. οὐ παραβλητέον δὲ τὰ κατὰ τῶν κηφήνων ὑπὸ τῶν μελισ σῶν ἐπιτελούμενα, ταῖς κατὰ τῶν ἀργῶν ἐν ταῖς πόλεσι καὶ πονηρῶν δίκαις, καὶ ταῖς κατ' αὐτῶν κολάσεσιν. ἀλλ', ὡς προεῖπον, τὴν μὲν φύσιν ἐν τούτοις θαυμαστέον· τὸν δ' ἄνθρωπον, ἐπιλογίσασθαι τὰ περὶ πάντων δυνάμενον καὶ κοσμῆσαι τὰ πάντων, ἅτε συνεργοῦντα τῇ προνοίᾳ, ἀποδεκτέον· καὶ οὐ μόνης προνοίας θεοῦ ἔργα ἐπιτελοῦντα, ἀλλὰ καὶ τῆς ἑαυτοῦ. 20.10 Εἰπὼν δ' ὁ Κέλσος περὶ τῶν μελισσῶν, ἵνα τὸ ὅσον ἐφ' ἑαυτῷ ἐξευτελίσῃ ἡμῶν οὐ χριστιανῶν μόνον ἀλλὰ καὶ πάντων ἀνθρώπων τὰς πόλεις καὶ τὰς πολιτείας καὶ τὰς ἀρχὰς καὶ τὰς ἡγεμονίας καὶ τοὺς ὑπὲρ τῶν πατρίδων πολέμους, ἑξῆς ἐπιφέρει διεξιὼν μυρμήκων ἐγκώμιον· ὅπως τῷ περὶ ἐκείνων ἐγκωμίῳ τὸ τῶν ἀνθρώπων περὶ τὴν τροφὴν οἰκονομικὸν καταβάλῃ τῷ λόγῳ τῷ πρὸς τοὺς μύρμηκας, καὶ τὸ τῶν χειμαδίων προνοητικὸν καταρρίψῃ, ὡς οὐδὲν πλέον ἔχον τῆς ἀλόγου τῶν μυρμήκων ἐν οἷς ἐκεῖνος νομίζει προνοίας. τίνα δ' οὐκ ἂν τῶν ἁπλουστέρων ἀνθρώπων καὶ οὐκ ἐπισταμένων ἐνορᾷν τῇ φύσει πάντων πραγμάτων ἀποτρέψαι, τὸ ὅσον ἐφ' ἑαυτῷ, ὁ Κέλσος ἀπὸ τοῦ τοῖς βαρουμένοις ὑπὸ φορτίων βοηθεῖν καὶ κοινωνεῖν ἐ κείνοις τῶν καμάτων, λέγων περὶ μυρμήκων ὡς «ἂν ἀλλήλοις τῶν φορτίων, ἐπειδάν τινα κάμνοντα ἴδωσιν, ἐπιλαμβάνων ται»; ἐρεῖ γὰρ ὁ δεόμενος τῆς διὰ λόγου παιδεύσεως καὶ μηδαμῶς ἐπαΐων αὐτῆς· Ἐπεὶ τοίνυν μηδὲν διαφέρομεν μυρμήκων καὶ ὅτε τοῖς κάμνουσι διὰ τὸ φέρειν βαρύτατα φορτία βοηθοῦμεν, τί μάτην τὸ τοιοῦτον ποιοῦμεν; καὶ οἱ μὲν μύρμηκες, ἅτε ἄλογα ζῶα τυγχάνοντες, οὐκ ἂν ἐπαρ θεῖεν πρὸς τὸ μέγα φρονῆσαι διὰ τὸ παραβαλέσθαι ἀνθρώ ποις τὰ ἔργα αὐτῶν· οἱ δ' ἄνθρωποι διὰ τὸν λόγον ἀκοῦσαι δυνηθέντες τίνα τρόπον εὐτελίζεται αὐτῶν τὸ κοινωνικὸν, βλαβεῖεν ἂν τὸ ὅσον ἐπὶ τῷ Κέλσῳ καὶ τοῖς λόγοις αὐτοῦ, οὐκ ἰδόντι ὅτι χριστιανισμοῦ ἀποτρέψαι θέλων τοὺς ἐντυγ χάνοντας αὐτοῦ τῇ γραφῇ ἀποτρέπει καὶ τῶν οὐ χριστιανῶν τὸ πρὸς τοὺς φέροντας τὰ βαρύτατα τῶν φορτίων συμπαθές. ἐχρῆν δ' αὐτὸν, εἴπερ ἦν καὶ φιλόσοφος αἰσθανόμενος τοῦ κοινωνικοῦ, πρὸς τῷ μὴ συναναιρεῖν τῷ χριστιανισμῷ τὰ χρήσιμα τῶν ἐν ἀνθρώποις, καὶ συνεργεῖν, εἰ οἷόν τ' ἦν, τοῖς κοινοῖς ἐν χριστιανισμῷ πρὸς τοὺς ἄλλους ἀνθρώπους καλοῖς. εἰ δὲ καὶ τῶν ἀποτιθεμένων καρπῶν τὰς ἐκφύσεις ἀπεκτιθέασιν οἱ μύρμηκες, ἵνα μὴ σπαργῷεν μένοιεν δὲ δι' ἔτους αὐτοῖς εἰς τροφήν· οὐ λογισμὸν εἶναι ἐν μύρμηξι τούτων αἴτιον ὑπονοητέον, ἀλλὰ τὴν παμμήτορα φύσιν καὶ τὰ ἄλογα κοσμήσασαν, ὡς μηδὲ τοὐλάχιστον καταλιπεῖν μηδαμῶς φέρον ἴχνος τοῦ ἀπὸ τῆς φύσεως λόγου. εἰ μὴ ἄρα διὰ τούτων λεληθότως βούλεται ὁ Κέλσος, καὶ γὰρ ἐν πολλοῖς Πλατωνίζειν θέλει, ὁμοειδῆ εἶναι πᾶσαν ψυχὴν, καὶ μηδὲν διαφέρειν τὴν τοῦ ἀνθρώπου τῆς τῶν μυρμήκων καὶ τῶν μελισσῶν· ὅπερ κατάγοντός ἐστι τὴν ψυχὴν ἀπὸ τῶν ἁψίδων τοῦ οὐρανοῦ οὐκ ἐπὶ τὸ ἀνθρώπινον σῶμα μόνον ἀλλὰ καὶ ἐπὶ τὰ λοιπά. τούτοις δ' οὐ πείσονται χριστιανοὶ, προκατειληφότες τὸ κατ' εἰκόνα γεγονέναι θεοῦ τὴν ἀνθρω πίνην ψυχὴν, καὶ ὁρῶντες ὅτι ἀμήχανόν ἐστι τὴν κατ' εἰκόνα θεοῦ δεδημιουργημένην φύσιν πάντη ἀπαλεῖψαι τοὺς χαρακτῆρας αὐτῆς, καὶ ἄλλους ἀναλαβεῖν οὐκ οἶδα κατ' εἰκόνας τίνων γεγενημένους ἐν τοῖς ἀλόγοις. 20.11 Ἐπεὶ δὲ καὶ «τοῖς ἀποθνήσκουσι μύρμηξί» φησι 20.11 «τοὺς ζῶντας ἴδιόν τι ἀποκρίνειν χωρίον, κἀκεῖνο αὐτοῖς εἶναι πάτρια μνήματα·» λεκτέον ὅτι, ὅσῳ πλείονα λέγει τῶν ἀλόγων ζώων ἐγκώμια, τοσούτῳ πλεῖον, κἂν μὴ θέλῃ, αὔξει τὸ τοῦ πάντα κοσμήσαντος λόγου ἔργον, καὶ δείκνυσι τὴν ἐν ἀνθρώποις ἐντρέχειαν δυναμένην κοσμεῖν τῷ λόγῳ καὶ τὰ πλεονεκτήματα τῆς φύσεως τῶν ἀλόγων. τί δὲ λέγω τῶν ἀλόγων, ἐπεὶ Κέλσῳ δοκεῖ μηδ' ἄλογα εἶναι τὰ κατὰ τὰς κοινὰς πάντων ἐννοίας ἄλογα καλούμενα; οὐδὲ τοὺς μύρμηκας γοῦν οἴεται εἶναι ἀλόγους ὁ περὶ τῆς ὅλης φύσεως ἐπαγγειλάμενος λέγειν καὶ τὴν ἀλήθειαν ἐν τῇ ἐπιγραφῇ τοῦ βιβλίου αὐχήσας. φησὶ γὰρ περὶ τῶν μυρμήκων ὡς διαλεγομένων ἀλλήλοις τοιαῦτα· «Καὶ