1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

56

ἐγίνετο τοῖς τῇδε ἀνθρώποις. ἀτείχιστοί τε δοκοῦντες εἶναι περίφοβοι διηνεκὲς 5.4.14 ἦσαν. ἀλλὰ βασιλεὺς Ἰουστινιανὸς τὰ μὲν οὐκ ἀναγκαῖα τοῦ περιβόλου περιελών, τὴν δὲ πόλιν ὡς ἀληθῶς ἐρύματι ἐς τὸ ἀσφαλὲς περιστείλας, ὀχύρωμα μὲν κατεστήσατο ἀμαχώτατον εἴ τις προσίοι, διαρκεῖ δὲ αὐτὸ φυλακτηρίῳ ἐπέρρωσε. Καισαρεῦσι μὲν οὖν τοῖς ἐν Καππαδόκαις οὕτω τὴν ἀσφάλειαν διεσώσατο. 5.4.15 Ἦν δέ τι φρούριον ἐν Καππαδόκαις Μωκησὸς ὄνομα, ἐν μὲν τῷ ὁμαλεῖ κείμενον, σαθρὸν δὲ οὕτω γεγενημένον ὥστε δὴ αὐτοῦ τὰ μὲν καταπεπτώκει, τὰ δὲ ἔμελλεν. 5.4.16 ὅπερ Ἰουστινιανὸς βασιλεὺς καθελών, τεῖχος ᾠκοδομήσατο κομιδῇ μέγα ἐς τὰ πρὸς ἑσπέραν τοῦ πάλαι φρουρίου ἐν χωρίῳ ἀνάντει τε καὶ λίαν ὀρθίῳ καὶ ἀμηχάνῳ 5.4.17 προσελθεῖν, εἴ τις προσίοι. ἔνθα δὴ καὶ ἱερὰ τεμένη πολλὰ καὶ ξενῶνας καὶ λουτρῶνας ἐν δημοσίῳ ἐδείματο 5.4.18 καὶ ὅσα ἄλλα ἐνδείκνυται πόλιν εὐδαίμονα. ἐξ οὗ δὴ καὶ εἰς μητροπόλεως ἀξίωμα ἦλθεν· οὕτω γὰρ πόλιν τὴν πρώτην τοῦ ἔθνους καλοῦσι Ῥωμαῖοι. τὰ μὲν οὖν ἐν Καππαδόκαις τοιαῦτα ἐγεγόνει. 5.5.1 Ἐκ πόλεως δὲ Ἀντιοχείας, ἣ νῦν Θεούπολις ἐπικέκληται, ἐς Κιλικίαν ἰόντι παρ' αὐτὴν μάλιστα τὴν ὁδὸν προάστειόν ἐστι, Πλατανὼν ὄνομα· ταύτης δὴ τῆς πόλεως οὐ πολλῷ ἄποθεν τρίβος τε ἦν ἐκ παλαιοῦ σφιγγομένη ἐκ τῶν παρατεταμένων ὀρῶν ἐν στενῷ μάλιστα, ὄμβρων δὲ αὐτὴν ἐς χρόνου μῆκος ἐπικλυσάντων ἐξίτηλος ἐκ τοῦ ἐπὶ πλεῖστον γεγενημένη μετὰ κινδύνων τὰς 5.5.2 διεξόδους παρείχετο ποιεῖσθαι τοῖς τῇδε ἰοῦσιν. ἅπερ ἐπεὶ Ἰουστινιανὸς βασιλεὺς ἀκοῇ ἔλαβεν, ἐν βουλῇ τε καὶ προνοίᾳ πάσῃ πεποιημένος, ἄκεσιν εὐθὺς τοῦ κακοῦ 5.5.3 εὕρετο. χρήματα γὰρ προέμενος ἀριθμοῦ κρείττονα, ὄρη τε τὰ ἐκείνῃ ἀνέχοντα ἐπὶ μακρότατον ἐκτεμὼν ἅπαντα καὶ νενικηκὼς τὰ ἀμήχανα, ὁδὸν ἁμαξήλατον ἐκ τοῦ παραλόγου καὶ τοῦ παραδόξου καὶ τὰ πρόσθεν ἀπόκρημνα ἔν τε τῷ ὑπτίῳ καὶ τῷ ἀνειμένῳ διεσκευάσατο, διαφανῶς ἐνδειξάμενος ὡς γνώμῃ προμηθεῖ καὶ χρημάτων ὑπερορώσῃ οὐδὲν ἀνθρώπῳ ἄπορον γένοιτο. τοῦτο μὲν οὖν ταύτῃ ἐξείργασται. 5.5.4 Πόλις δέ πού ἐστιν ἐν Κίλιξιν ἡ Μοψουεστία, τοῦ μάντεως, ὥς φασιν, ἐκείνου τοῦ παλαιοῦ ἔργον. ταύτην ποταμὸς παραρρεῖ Πύραμος, τῇ μὲν πόλει γινόμενος ἐγ5.5.5 καλλώπισμα, γεφύρᾳ δὲ μόνῃ διαβατὸς ὤν. χρόνου δὲ πολλοῦ ἐπιρρεύσαντος πεπονηκέναι τῆς γεφύρας τὰ πλεῖστα ξυνέβη. ἐῴκει τε πεσουμένοις αὐτίκα δὴ μάλα, καὶ τοῖς διαβαίνουσι διὰ ταῦτα ὁ θάνατος ἐν ὀφθαλμοῖς ἦν. 5.5.6 πρᾶγμά τε εἰς σωτηρίαν ἐπινενοημένον τοῖς πάλαι ἀνθρώποις, τῇ τῶν προεστηκότων ὀλιγωρίᾳ ἐγίνετο κιν5.5.7 δύνου τε πολλοῦ καὶ φόβου αἰτία. ὁ δὲ καθ' ἡμᾶς βασιλεὺς τὰ διερρυηκότα ἐπανορθώσας σπουδῇ ἅπαντα τῇ τε γεφύρᾳ καὶ τοῖς παριοῦσι τὴν ἀσφάλειαν ἀνεσώσατο, τήν τε πόλιν ἀπέδειξεν αὖθις τὴν ἐκ τοῦ ποταμοῦ ἀκινδύνως ἀναδουμένην εὐπρέπειαν. 5.5.8 Ἔστι δέ τις μετ' αὐτὴν Ἄδανα πόλις, ἧς δὴ ἐς τὰ πρὸς ἀνίσχοντα ἥλιον ποταμὸς φέρεται Σάρος ὄνομα, 5.5.9 ἐκ τῶν ἐν Ἀρμενίοις ὀρῶν κατιών. ναυσίπορος δὲ ὁ Σάρος ἐστὶ καὶ ἀνδράσι πεζοῖς οὐδαμῆ ἐσβατός. γέφυρα οὖν ἐκ παλαιοῦ τῇδε ὑπερφυής τε ἀποτετόρνευται καὶ 5.5.10 λόγου ἀξία. γεγένηται δὲ τρόπῳ τοιῷδε. λίθων μὲν εὐμεγεθῶν οἰκοδομίαι πολλαχῇ τοῦ ποταμοῦ ἐκ τῆς γῆς ἐπανεστήκασιν ἐς μέγα τι πάχος διήκουσαι, καὶ τῷ ποταμῷ κατὰ μὲν τὸ εὖρος ξυνεξικνούμεναι, τὸ δέ γε ὕψος 5.5.11 πολλῷ ὑπερβάλλουσαι τῷ ὑπεραίροντι. ὕπερθέν τε δυοῖν κατὰ μέσον ἀψῖδες ἐν τῷ μετεώρῳ ἐπηρμέναι ἀνέχουσιν ὕψους ἐς μέγα τι χρῆμα. ταύτης δὲ τῆς τῶν λίθων ξυνθήκης, ἣ κατὰ τὸ ὕδωρ οὖσα ἐτύγχανεν, ἅτε ῥοθίῳ μαχομένης πολλῷ, ἐπὶ χρόνου μῆκος ἀπέραντον ὅσον διε5.5.12 φθάρθαι τὰ πλεῖστα ξυνέβη. οὐκ εἰς μακράν τε ἡ γέφυρα πᾶσα τῷ ποταμῷ ἐμπεσεῖσθαι ἐπίδοξος ἦν. ἐγίνετό τε ἀεὶ ἐν εὐχῇ τῶν διαβαινόντων ἑκάστῳ ἐν τῇ κατ' αὐτὸν διαβάσει τὴν τοῦ χρόνου στιγμὴν διαμεῖναι 5.5.13 μόνον ἐν τῷ βεβαίῳ τὴν γέφυραν. ἀλλὰ βασιλεὺς Ἰουστινιανὸς ἑτέραν τινὰ τῷ ποταμῷ πορείαν ὀρύξας, ἐκεῖσε μὲν αὐτὸν ἐπὶ καιροῦ μεταπορεύεσθαι διωθήσατο, ὕδατος δὲ χωρὶς τὴν οἰκοδομίαν