ἀνατολικῶν στρατηγὸς τότε Σισίνιος πατρίκιος· ἐφ' οὗ καὶ Λέων στρατολογηθεὶς ἐν ὀλίγῳ χρόνῳ εἰς προκοπὴν μεγίστην ἀναβιβάζεται, σπαθάριος προχειρισθεὶς ὑπὸ Ἰουστινιανοῦ τοῦ ῥινοτμήτου. καὶ τὰ ἑσπέρια ἐκπεμφθεὶς καὶ μετὰ μεγάλης νίκης ἀνελθὼν προεχειρίσθη παρὰ Θεοδοσίου στρατηγὸς εἰς ἀνατολήν. τὴν δὲ βασιλείαν αὐτοῦ κρατήσαντος τρόπῳ οἵῳ προείρηται, προσῆλθον οἱ μάντεις οἱ τοῦτον χρησμοδοτήσαντες, καὶ δεξιολαβηθέντες ἀπαιτοῦσι παρ' αὐτοῦ τὴν ὑπόσχεσιν· τοῦ δὲ ἑτοίμως ἐπαγγειλαμένου ἀποδιδόναι αὐτοῖς, εἶπον οἱ θεομάχοι "τοῦτο αἰτούμεθα παρὰ σοῦ, βασιλεῦ, ἵνα τὸν χαρακτῆρα τοῦ Ναζωραίου Χριστοῦ καὶ τῆς μητρὸς αὐτοῦ καὶ πάντων τῶν ἁγίων ἐκ πάσης ἐκκλησιαστικῆς ἱστορίας ἀπαλείψῃς, καὶ τοῦτο ποιῶν μέλλεις βασιλεύειν ἄχρι χρόνων ἑκατὸν ἐν τῇ γενεᾷ σου." ὁ δὲ ἀλιτήριος, ἀστήρικτος ὢν τῇ πίστει, ἑτοιμότατα τὸ αἰτηθὲν ἐπαγγέλλεται, καὶ πρὸς τοῦτο ἤδη ἐχώρει. ἐτέχθη δὲ τῷ δυσσεβεῖ βασιλεῖ Λέοντι υἱὸς ὀνόματι Κωνσταντῖνος, ὂν ἐν τῇ ἁγίᾳ κολυμβήθρᾳ ἐν τῷ βαπτίζεσθαι ὥς φασιν ἀφοδεῦσαι, δεινὸν καὶ δυσῶδες προσημαίνων τεκμήριον. μεταστειλάμενος γὰρ μετ' οὐ πολὺ Γερμανὸν πατριάρχην ὁ βασιλεὺς ἤρξατο λόγους 176 τινὰς κινεῖν μεθ' ὑπουλείας, καὶ καταγινώσκειν πάντων τῶν πρὸ αὐτοῦ βασιλέων καὶ ἱερέων ὡς εἰδωλολατρησάντων ἐν τῇ προσκυνήσει τῶν ἁγίων εἰκόνων. ὁ δὲ μέγας ἔφη Γερμανός "ἄκουσον, ὦ βασιλεῦ· τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ διὰ σαρκὸς ἐπιφανέντος πᾶσα εἰδωλολατρεία ἐκποδὼν γέγονε, καὶ πᾶν ἄγαλμα εἰδωλικὸν ἠφάνισται καὶ ἐξωστράκισται, ὥς φησι Ζαχαρίας ὁ προφήτης ὅτι λέγει κύριος Σαβαώθ, ἐξολοθρεύσω τὰ ὀνόματα τῶν εἰδώλων ἀπὸ τῆς γῆς, καὶ οὐκέτι αὐτῶν ἔσται μνεία. πλὴν τὴν καθαίρεσιν τῶν ἱερῶν εἰκόνων μέλλειν ἔσεσθαι ἀκούομεν, ἀλλ' οὐκ ἐπὶ τῆς σῆς βασιλείας." τοῦ δὲ βιασαμένου εἰπεῖν ἐπὶ ποίας βασιλείας, ἔφη "ἐπὶ Κόνωνος." ὁ δὲ ἀποκριθεὶς ἔφη "ὄντως ἐγώ εἰμι, καὶ οὕτως παιδόθεν ἐκλήθην." καὶ ὁ μέγας Γερμανὸς ὑπολαβὼν ἔφη "μὴ γένοιτο, δέσποτα, ἐπὶ τῆς σῆς βασιλείας πραχθῆναι τὸ θεοστυγὲς τοῦτο κακόν." ὁ δὲ θεομάχος τύραννος τοῦτο ἀκούσας, καὶ ὡς ἀνήμερος θὴρ βρύξας καὶ σφόδρα χαλεπήνας, εἰδωλολάτρην τε ἀποκαλέσας καὶ ταῖς ἰδίαις χερσὶ ῥαπίσας τῶν βασιλείων ἐξελαύνει, καὶ ἐξουσιαστικῶς τε καὶ δυσσεβῶς τῆς αἱρέσεως ἀπάρχεται. καὶ τὴν ἐπὶ τῆς χαλκῆς πύλης εἰκόνα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κατεάξας, καὶ σελέντιον κατὰ τῶν ἁγίων εἰκόνων ποιήσας, προσκαλεῖται πάλιν τὸν ἅγιον Γερμανὸν καὶ τίμιον, οἰόμενος πεῖσαι αὐτὸν ὑπογράψαι κατὰ τῶν ἁγίων εἰκόνων. ὁ δὲ οὐδ' ὅλως εἶξε τῇ θωπείᾳ ἢ τῇ ἀπειλῇ τοῦ τυράννου, ἀλλὰ θεὶς τὸ ὠμόφορον ἐν τῇ ἁγίᾳ 177 τραπέζῃ τῆς μεγάλης ἐκκλησίας ἀπετάξατο τῇ ἱερωσύνῃ καὶ ὑπεχώρησεν. ὁ δὲ θεομάχος ἀντ' αὐτοῦ χειροτονεῖ Ἀναστάσιον πρεσβύτερον, συνθέμενον τῇ ἀσεβεῖ αὐτοῦ βουλῇ, πᾶσάν τε εἰκόνα τοῦ σωτῆρος ἡμῶν καὶ τῆς θεοτόκου μητρὸς καὶ τῶν ἁγίων κατέστρεψε καὶ κατέκαυσε, καὶ διωγμὸν μέγαν ἐγείρας πολλοὺς ἱερεῖς καὶ μονάζοντας καὶ λαϊκοὺς διαφόροις τιμωρίαις καὶ θανάτοις παρέδωκε. πλησίον δὲ τῶν χαλκοπρατείων παλάτιον ἦν σεμνόν, ἐν ᾧ ὑπῆρχε κατὰ τύπον ἀρχαῖον οἰκουμενικὸς διδάσκαλος, ἔχων συλλήπτορας ἄνδρας τῶν ἐν τέλει τὸν ἀριθμὸν δώδεκα, πᾶσαν ἐπιστήμην μετερχομένους καὶ τὰ ἐκκλησιαστικὰ κρατύνοντας δόγματα, βασιλικάς τε διαίτας καὶ βίβλους ἔχοντας ὡσαύτως· ὧν οἱ βασιλεῖς ἄνευ βουλὴν ἢ γνώμην οὐκ ἐθέσπιζον. τούτους ὁ δυσώνυμος θὴρ προσκαλεσάμενος ἐπειρᾶτο πείθειν· τῶν δὲ μὴ καταδεξαμένων ἀλλ' ἐλεγξάντων αὐτόν, προσέταξεν ἐνεχθῆναι πλῆθος ξύλων, καὶ τούτων ὑπαφθέντων κατακαῆναι τοὺς ἄνδρας σὺν τοῖς οἰκήμασι καὶ βιβλίοις καὶ τοῖς λοιποῖς αὐτῶν πᾶσι. ∆ιὰ ταῦτα ὁ πρόεδρος Ῥώμης ἀφηνίασε, καὶ πρὸς τὸν Φράγγον σπονδὴν εἰρηνικὴν ποιησάμενος τούς τε φόρους ἐκώλυσε καὶ Ἀναστάσιον καὶ τοὺς σὺν αὐτῷ ἀνεθεμάτισεν. ὁ δὲ τῶν Σαρακηνῶν ἡγούμενος Μάσαλμας ἐξεδέχετο τὰς τοῦ Λέοντος ὑποσχέσεις· μηδὲν δὲ παρὰ Λέοντος δεξάμενος, καὶ 178 γνοὺς ὅτι ἐνεπαίχθη