56
ματαιότητος· καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω. Ἐμίσησα ἐκκλησίαν πονηρευομένων· καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω." Οὕτω δὲ, φησὶ, τῆς σῆς πεφρόντικα θεραπείας, ὅτι καὶ παρὰ δυσσεβέσιν ἀνθρώποις καὶ παρανόμοις γενόμενος, τοὺς ἐκεῖθεν συλλό γους καὶ τὰς ἐπιβλαβεῖς αὐτῶν ἔφυγον συνουσίας. Σημαίνει δὲ διὰ τούτων τὴν παρὰ τοῖς ἀλλοφύλοις διαγωγὴν, οἷς διὰ τὴν φυγὴν συνοικεῖν ἠναγκασμένος, οὔτε τῆς δυσσεβείας, οὔτε τῆς παρανομίας αὐτοῖς ἠνέσχετο κοινωνῆσαι. ʹ, ζʹ. "Νίψομαι ἐν ἀθώοις τὰς χεῖράς μου· καὶ κυκλώσω τὸ θυσιαστήριόν σου, Κύριε. Τοῦ ἀκοῦσαί με φωνὴν αἰνέσεώς σου, καὶ διηγήσασθαι πάντα τὰ θαυμάσιά σου." Τούτων μὲν οὖν σφόδρα τὴν δεισιδαιμονίαν βδελύττομαι, ποθῶ δὲ τὸ σὸν ἰδεῖν θυσιαστήριον, ∆έσποτα, καὶ τὰς σὰς ὑμνῳδίας εἰσ δέξασθαι τοῖς ὠσὶ, καὶ τῶν σῶν θαυμάτων τὰς με 80.1048 γαλουργίας τοὺς ἀγνοοῦντας διδάξαι. Τὸ δέ· "Νίψο μαι ἐν ἀθώοις τὰς χεῖράς μου," ἔοικε τῷ ὑπὸ τοῦ Πιλάτου γεγενημένῳ, ὃς τῆς Ἰουδαϊκῆς μιαιφονίας κοινωνῆσαι μὴ βουληθεὶς, τὰς χεῖρας ἐνίψατο, καὶ τῷ ἔργῳ δεικνὺς τοῦ πράγματος τὴν φυγήν. Ὡς ἀθῶος τοίνυν, φησὶ, καὶ μηδεμίαν πρὸς αὐτοὺς ἐσχηκὼς κοινωνίαν, θαῤῥῶν ἀπονίψομαι καὶ τὰς χεῖρας. ηʹ-ιʹ. "Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου καὶ τόπον σκηνώματος δόξης σου. Μὴ συναπολέσῃς μετὰ ἀσεβῶν τὴν ψυχήν μου, καὶ μετὰ ἀνδρῶν αἱ μάτων τὴν ζωήν μου. Ὧν εἰσιν ἐν χερσὶν αἱ ἀνο μίαι· ἡ δεξιὰ αὐτῶν ἐπλήσθη δώρων." Ἀντὶ τῆς εὐπρεπείας ὁ Σύμμαχος ἀνάκτορον ἔθηκεν· ἀντὶ δὲ ἀνδρῶν αἱμάτων, ἀνδρῶν μιαιφόνων. Θᾶτ τον δὲ, φησὶ, τῆς μετὰ τούτων διαγωγῆς ἐλευθέ ρωσον, ∆έσποτα, ποθοῦντά σου τὸν οἶκον, τὸν τὴν σὴν ἀποστίλβοντα χάριν· ἵνα μὴ δυσσεβέσιν ἀνθρώ ποις, καὶ δωροδόκοις, καὶ μιαιφόνοις, καὶ προϊεμέ νοις τὸ δίκαιον συναπόλωμαι. Καὶ διὰ τούτων δὲ πά λιν τοὺς αὐτοὺς ἐδήλωσεν. Οἶκον δὲ τὴν σκηνὴν ὠνό μασεν· οὐδέπω γὰρ ὁ θεῖος νεὼς ᾠκοδόμητο· διὸ καὶ ἐπήγαγε· ιαʹ, ιβʹ. "Τόπον σκηνώματος δόξης σου. Ἐγὼ δὲ ἐν ἀκακίᾳ μου ἐπορεύθην· λύτρωσαί με, Κύριε, καὶ ἐλέησόν με. Ὁ ποῦς μου ἔστη ἐν εὐθύτητι." Τέως δὲ καὶ τούτοις συνὼν, τῇ τῆς πίστεως ἁπλό τητι κέχρημαι, καὶ πάσης ἐμαυτὸν κακίας ἐχώρισα, κἂν τῇ τῆς εὐσεβείας εὐθύτητι τοὺς πόδας ἐρείσας, ἕστηκα τέως ἀσφαλῶς καὶ βεβαίως. Ἀντιβολῶ δὲ εἰς τέλος ταύτην φυλάξαι τὴν στάσιν· ἔσται δὲ τοῦτο, εἰ τῆς μετὰ τούτων ἀπαλλαγείην οἰκήσεως. "Ἐν ἐκ κλησίαις εὐλογήσω σε, Κύριε." Ἐντεῦθεν μάλιστα σαφέστερον μεμαθήκαμεν, ὡς εἰς αὐτὸν εἴρηται τὸν ∆αβὶδ ὁ ψαλμός. Ὑπέσχετο γὰρ ἐν ἁπάσαις αὐτὸν ταῖς κατὰ τὴν οἰκουμένην ἐκκλησίαις διὰ τῆς τῶν ψαλμῶν συγγραφῆς ὑμνήσειν τε καὶ εὐλογήσειν, προφητικοῖς ὄμμασι τὴν τῆς οἰκουμένης προβλέπων μεταβολήν. Ἔλαβε δὲ καὶ τὸ τέλος ἡ προφητεία· ἐν πάσῃ γὰρ γῇ καὶ θαλάσσῃ διὰ τῶν εὐσεβῶν στομά των ὁ μέγας ∆αβὶδ ἀνυμνεῖ τὸν εὐεργέτην Θεόν.
ΕΡΜΗΝ. ΤΟΥ Κςʹ ΨΑΛΜΟΥ. αʹ. "Ψαλμὸς τῷ ∆αβὶδ, πρὸ τοῦ χρισθῆναι." Ταύτην ἐν τῷ Ἑξαπλῷ τὴν
ἐπιγραφὴν οὐχ εὗρον, ἀλλ' ἐν ἐνίοις ἀντιγράφοις. Ἐντεῦθεν δ' ὅμως ἔλα βόν τινες ἀφορμὴν τοῦ πάσας τὰς ἐπιγραφὰς, ὡς οὐκ ἀληθεῖς, ἐκβάλλειν. Πῶς γὰρ, φασὶ, οἷόν τε ἦν μηδέπω χρισθέντα τὸν ∆αβὶδ, μηδὲ τοῦ παναγίου 80.1049 Πνεύματος τὴν χάριν δεξάμενον, προφητικοὺς γρά ψαι ψαλμούς; ἄλλως τε καὶ νέος ὢν τηνικαῦτα, πρόβατα ποιμαίνων, οὐ βασιλείαν ἰθύνων, οὐδὲ ὑπό τινων διωκόμενος δυσμενῶν; Ἔδει δὲ αὐτοὺς συνιδεῖν, ὡς δὶς λέγει χρισθῆναι τὸν ∆αβὶδ ἡ τῶν Βασιλειῶν ἱστορία, μᾶλλον δὲ τρίς. Πρῶτον μὲν ἐν τῇ Βη θλεὲμ, ὑπὸ Σαμουὴλ τοῦ προφήτου. ∆εύτερον δὲ ἐν Χεβρὼν, ὑπὸ τῆς Ἰούδα φυλῆς, μετὰ τὴν ἀναίρεσιν Σαούλ. Τὸ δὲ τρίτον, ὑπὸ πασῶν τῶν φυλῶν, μετὰ τὴν τελευτὴν τοῦ Μεμφιβοσθέ. Λέγει δὲ οὕ τως περὶ τῆς δευτέρας χρίσεως· "Καὶ ἐπηρώτησε ∆αβὶδ διὰ Κυρίου λέγων· Εἰ ἀναβῶ εἰς μίαν τῶν πό λεων τῆς Ἰουδαίας; καὶ εἶπε Κύριος πρὸς αὐτὸν, Ἀνάβηθι. Καὶ εἶπε ∆αβὶδ, Ποῦ