56
χρή. ὑπακουστέον καὶ ἰτέον καὶ συμψαλτέον δῆλον ὅτι, εἰ ὀρθόδοξος ὁ προσκαλούμενος καὶ οἱ ψαλτῳδοί, φυλαττόμενοι ἀμφότεροι τῆς τῶν αἱρετικῶν κοινωνίας. καὶ μὴν καὶ λειτουργητέον ἐν τῷ εὐκτηρίῳ, εἴ γε ὁμολογοίη ὁ κατέχων μηκέτι ὑπὸ αἱρετικοῦ αὐτὸ λειτουργεῖσθαι· προείρηται γὰρ ἀναγκαῖον εἶναι τὸ ἐπερωτᾶν ἐν πᾶσι διὰ τὴν λυττῶσαν αἵρεσιν. Ἡ τρίτη, εἰ λάβοι τις παρά τινος ἐκκλησίαν ὀρθόδοξος, ἔστι δὲ συνήθεια τοῦ κατ' ἐνιαυτὸν ἅπαξ ἢ δὶς συνηθροῖσθαι ἐν αὐτῇ λαὸν καὶ ἐν τῇ λειτουργίᾳ ἀναφέρεσθαι τὸν αἱρετικόν. τοῦ μὲν ψάλλειν ἐκεῖσε κατὰ ἀνάγκην συγχωρητέον, λειτουργεῖν δὲ οὔ· εἰ δὲ δυνατὸν διακοπῆναι τὴν συνήθειαν, καὶ λειτουργητέον. Ἡ τετάρτη, εἰ ἐκκλησία ἐστὶν ἐφ' ᾗ ὁ λειτουργῶν ἀναφέρει τὸν αἱρετικόν, ἔχει δὲ ὁ ὀρθόδοξος θυσιαστήριον καθηγιασμένον ἐν σινδόνι ἢ ἐν σανίσι, προσήκει αὐτὸ τεθεῖναι ἐν τῇ αὐτῇ ἐκκλησίᾳ, μὴ παρόντος τοῦ ἀναφέροντος καὶ ἐν αὐτῷ συλλειτουργῆσαι τὸν ὀρθόδοξον. οὐ προσήκει, ἀλλ' ἢ μᾶλλον κατὰ ἀνάγκην ἐν κοινῷ οἴκῳ, ἐκλελεγμένῳ τινὶ καθαρωτέρῳ τόπῳ. Ἡ πέμπτη, εἰ καθ' ὁδὸν τύχοι ὀρθόδοξον ὑπό τινος ἱερωμένου ἢ λαϊκοῦ προσκληθῆναι εἰς συνεστίασιν, εἴη δὲ καιρὸς ψαλμῳδίας· πῶς ἔστι διαγενέσθαι; εἶπον, καὶ πάλιν λέγω· αἱρέσεως ἐπικρατούσης καὶ μὴ καταβληθείσης δι' ὀρθοδόξου συνόδου, ἀναγκαῖον τὸ διερωτᾶν ἐπί τε τῆς θείας μεταλήψεως καὶ κοινῆς ἑστιάσεως, καὶ οὐδεὶς καιρὸς πρὸς ταῦτα αἰδοῦς καὶ ἀωρίας. λαβεῖν μὲν γὰρ ἄρτον ἁπλῶς παρὰ τοῦ τυχόντος οὐκ ἀναγκαῖον εἰς ἐρώτησιν καὶ παρ' αὐτῷ ἑστιαθῆναι, κατὰ μόνας τυχόν, καὶ κοιτασθῆναι, εἰ μή γε προεγνωσμένος ἐστὶν ἐν αἱρέσει ἢ κακίᾳ· περὶ δὲ τῶν λοιπῶν ἐξ ἀνάγκης ἐρωτητέον. Ἡ ἕκτη, εἰ κατὰ πάροδον εὑρόντα ὀρθόδοξον ἐκκλησίαν πλησιάζουσαν πόλει ἢ κώμῃ δέον αὐτὸν εὔξασθαι ἐκεῖ ἢ καὶ καταλῦσαι, φεύγοντα ὑφέστιον γενέσθαι λαϊκοῖς. καὶ εὐκτέον καὶ καταλυτέον, εἴ γε μόνη ἐστίν· ἀλλὰ καὶ εἰς οἰκίαν λαϊκοῦ ἢ ἱερωμένου, ὡς εἴρηται, κατεπειγούσης ἀναγκαίας ὥρας ἀδιάφορόν ἐστι μεῖναι καὶ ἑστιαθῆναι καθ' ἑαυτὸν ἄνευ ἐρωτήσεως καὶ λαβεῖν τὰ πρὸς χρείαν, εἴ γε, ὡς εἶπον, μὴ εἴη ὁ ὑποδεχόμενος προεγνωσμένος τῷ ὑποδεχθέντι ἀσεβῶν ἢ ἀνομῶν. πλὴν δὲ ἀνάγκης, οὐ καλὸν ὡς ἔτυχε τὰ προρρηθέντα καταδέξασθαι, ἀλλ' ἐρωτᾶν καὶ παρὰ τῷ ὀρθοδόξῳ καταλύειν καί, εἰ χρεία, παρ' αὐτοῦ ἐφόδια αἴρειν· οὕτω γὰρ ὁ Κύριος ἐντέλλεται διὰ τῶν ἁγίων αὐτοῦ. Τῷ πρεσβυτέρῳ καὶ ἡγουμένῳ καλῶς ἀπεκρίθης, εἰρχθῆναι τῆς λειτουργίας τοὺς νυνὶ χειροτονηθέντας ὑπὸ τοῦ εὑρεθέντος ἀρτίως ἀρχιερέως ἐν ἐκκλησίᾳ, λέγοντος δὲ ὅμως ὅτι κακῶς ἐγένετο ἡ σύνοδος, καὶ "4ἀπολώλαμεν"5. διατί γὰρ ὁμολογῶν οὐ φεύγει τὴν ἀπώλειαν, διαστέλλων ἑαυτὸν τῆς αἱρέσεως, ἵνα μένῃ παρὰ θεῷ ἐπίσκοπος; καὶ εἰσὶν αὐτοῦ δεκταὶ αἱ χειροτονίαι αὐτίκα. ἢ διατί προκειμένης τῆς αἱρέσεως εἰς χειροτονίαν ὁ ἡγούμενος προήγαγε τοὺς ἀδελφοὺς αἱρετικήν; ἂν οὖν ὁ χειροτονήσας ὤρθωσεν, ἦν αὐτοῖς εὐθὺς ἱερουργεῖν, ὄντος δὲ ἐν τῇ αἱρέσει διὰ τοῦ ἀναφέρειν αὐτὸν αἱρετικόν, κἂν τὸ φρόνημα λέγοι ἔχειν ὑγιές, οὐχ οἷόν τε οὓς χειροτονεῖ τῇ ἀληθείᾳ εἶναι λειτουργοὺς θεοῦ. εἰ δὲ πνεῦμα ζήλου θεοῦ ἀνῆψεν ἐν τῷ καθηγουμένῳ καὶ προθυμεῖται ὁμολογίας στέφανον ἀναδήσασθαι, μηδὲ λειτουργείτω ἐν τῇ ὑπ' αὐτοῦ ἐνθρονιασθείσῃ ἐκκλησίᾳ μήτε ἀναφερέτω αὐτὸν ὡς ἐπίσκοπον. καὶ μακάριος οὗτος, πολλῶν καὶ ἄλλων παράδειγμα σωτηρίας γινόμενος. τεθέντος δὲ θυσιαστηρίου ἐν τῇ αὐτῇ ἐκκλησίᾳ οὐδὲν τὸ κωλύον λειτουργεῖν ἐκεῖσε. Ὃ δέ με ἔλαθεν ἀνωτέρω σημᾶναι, μνησθήσομαι ἐνταῦθα· ὅτι, ἐπειδὴ λέγει ὁ Ἅγιος Βασίλειος περὶ τῶν ἐν παρασυναγωγῇ γενομένων τάδε, ὥστε πολλάκις καὶ τοὺς ἐν βαθμῷ συναπελθόντας τοῖς ἀνυποτάκτοις, ἐπειδὰν μεταμεληθῶσιν, εἰς τὴν αὐτὴν παραδέχεσθαι τάξιν, μὴ οἰέσθω σου ἡ εὐλάβεια ἐναντιοῦσθαι τὸν λόγον τῷ ἀποστολικῷ κανόνι λέγοντι, εἴ τις καθῃρημένῳ κληρικὸς ὢν ὡς κληρικῷ συνεύξεται, καθαιρείσθω καὶ αὐτός, ἀλλὰ νομιζέτω ὅτι, ὡς διεκρίθη παρὰ τῶν