1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

56

δεδαπανηκέναι χρυσίου ἐν τούτῳ τῷ στόλῳ. στρατηγὸν δὲ καὶ ἔξαρχον τοῦ στόλου κατέστησε Βασιλίσκον, τὸν Βερίνης τῆς αὐγούστης ἀδελφόν, τῆς ὑπάτου τιμῆς ἤδη μετασχόντα καὶ Σκύθας πολλάκις νικήσαντα εν 116 τῇ Θρᾴκῃ. ὃς δή, συνδραμούσης αὐτῷ καὶ ἐκ τῆς ἑσπερίου οὐκ ὀλίγης δυνάμεως, συμπλακεὶς εἰς ναυμαχίας πολλάκις τῇ Γιζερίχου * μετὰ τῶν νηῶν τῷ βυθῷ παραδούς, εἶτα καὶ αὐτὴν ἠδυνήθη Καρχηδόνα κρατῆσαι. ὕστερον δὲ δώροις ὑπὸ Γιζερίχου καὶ πλείστοις χρήμασι δελεασθεὶς ἐνέδωκε καὶ ἡττήθη ἑκών, ὡς Περσικὸς ἱστόρησεν ὁ Θρᾷξ. φασὶ δέ τινες, ὅτι Ἄσπαρ καὶ Ἀρδαβούριος, Ἀρειανοὶὄντες καὶ εἰς βασιλείαν ἐλθεῖν διὰ τοῦτο μὴ δυνάμενοι, κουράτορα αὐτῶν ὄντα Λέοντα βασιλέα πεποίηκαν, αὐτοὶ προσδοκῶντες διοικεῖν τὸ βασίλειον. τοῦ δὲ βασιλέως μὴ καταδεδεγμένου τοῦτο, ἠγωνίζοντο διαστρέφειν τὰ ὑπ' αὐτοῦ καλῶς διοικούμενα καὶ Βασιλίσκῳ συνέθεντο δοῦναι τὴν βασιλείαν, εἰ προδώσει τὸν τοῦ βασιλέως στόλον τε καὶ λαὸν τῷ Γιζερίχῳ, Ἀρειανῷ ὄντι καὶ ὁμόφρονι αὐτῶν. καὶ τούτου χάριν προδεδωκέναι τὸν Βασιλίσκον φασίν. τότε Γιζέριχος τεχνασάμενος σκάφη τῶν πολεμίων τινὸς ὕλης ἐμπλήσας καυστικῆς, νυκτὸς ἐπιστὰς καὶ τῶν Ῥωμαίων ἀφυλάκτως ὑπνούντων, ταύτας ἐπαφῆκεν ἀπὸ τῆς χέρσου μετὰ πνεύματος ἀπογείου κατὰ τοῦ Ῥωμαϊκοῦ στόλου. καὶ καταφλέγουσι μὲν πολλὰ τῶν σκαφῶν, τὰ δὲ ἄλλα τὸν κίνδυνον φεύγοντα εἰς Σικελίαν ἐπανῆλθον. τότε λοιπὸν καὶ ὁ Βασιλίσκου δόλος ἠλέγχθη μηδένα λαθὼν τοῦ στρατοπέδου. Τῷ δ' αὐτῷ ἔτει Πατρίκιος, ὁ υἱὸς Ἄσπαρος, ὃν καίσαρα ὁ βασιλεὺς Λέων πεποίηκε διὰ τὸ ἑλκῦσαι τὸν Ἄσπαρα ἐκ τῆς Ἀρειανικῆς δόξης καὶ εὐνοεῖν τῷ βασιλεῖ, παρεγένετο ἐν Ἀλεξανδρείᾳ μετὰ μεγάλης φαντασίας, ἐν ᾧ ἐστερεώθη τὸ Κορεῖον βαλανεῖον. Ῥώμης ἐπίσκοπος Σιμπλίκιος ἔτη ιδʹ. ιγʹ. ιηʹ. αʹ. ιβʹ. λβʹ. ιʹ. βʹ. Τούτῳ τῷ ἔτει Λέων ὁ βασιλεὺς Ζήνωνα, τὸν στρατηλάτην τῆς ἑῴας καὶ γαμβρὸν αὐτοῦ, ἀπέστειλεν ἐν τῇ Θρᾴκῃ ἐπί τινα χρείαν πολεμικὴν κελεύσας παραδοῦναι αὐτῷ στρατὸν ἐκ τῶν ἰδίων πρὸς συμμαχίαν. οἵ τινες κατὰ παραίνεσιν Ἄσπαρος μικροῦ δεῖν τὸν Ζήνωνα διεχειρίζοντο, εἰ μὴ προγνοὺς τὴν ἐπιβουλὴν εἰς Σερδικὴν ἀπεσώθη φυγών, πόλιν τῆς Θρᾴκης. ἐκ τούτου ὕποπτος γίνεται Ἄσπαρ Λέοντι τῷ βασιλεῖ. 117 ιδʹ. ιθʹ. βʹ. ιγʹ. λγʹ. ιαʹ. γʹ. Τούτῳ τῷ ἔτει ἀπέστειλε Λέων ὁ βασιλεὺς κατὰ Γιζερίχου Ἡράκλειον τὸν Ἐδεσηνόν, υἱὸν Φλώρου τοῦ ἀπὸ ὑπάτων, καὶ Μάρσον Ἴσαυρον, ἄνδρας δραστηρίους, καὶ στρατὸν ἐξ Αἰγύπτου καὶ Θηβαΐδος καὶ τῆς ἐρήμου. οἵ τινες προσπεσόντες ἀδοκήτως τοῖς Οὐανδήλοις Τρίπολίν τε καὶ ἄλλας παρεστήσαντο πόλεις τῆς Λιβύης πολλὰς καὶ πλέον τῆς Βασιλίσκου ναυμαχίας ἠνίασαν τὸν Γιζέριχον, ὥστε παρασκευάσαι αὐτὸν περὶ εἰρήνης πρεσβεύσασθαι πρὸς Λέοντα τὸν βασιλέα· καὶ ταύτης τυγχάνει παρὰ Λέοντος χρῄζοντος τότε Βασιλίσκου καὶ Ἡρακλείου καὶ Μάρσου εἰς τὴν κατὰ Ἄσπαρος ἐπιβουλήν. ὕποπτος γάρ, ὡς προέφην, γενόμενος τῷ βασιλεῖ ὁ Ἄσπαρ καὶ πολλὴν περικείμενος δύναμιν δόλῳ παρὰ τοῦ βασιλέως φονεύεται μετὰ βραχὺ σὺν τοῖς αὐτοῦ παισίν, Ἀρδαβουρίῳ καὶ Πατρικίῳ, ὃν καίσαρα ὁ βασιλεὺς πεποίηκε πρότερον, ἵνα τὴν Ἄσπαρος εὔνοιαν ἔχῃ. Κόσμου ἔτη εϠξδʹ. Τῆς θείας σαρκώσεως ἔτη υξδʹ. Ῥωμαίων βασιλεὺς Λέων ἔτη ιζʹ. ιεʹ. Περσῶν βασιλεὺς Περόζης ἔτη κδʹ. κʹ. Ῥώμης ἐπίσκοπος Σιμπλίκιος ἔτη ιδʹ. γʹ. Κωνσταντ. ἐπίσκοπος Ἀκάκιος ἔτη ιζʹ. αʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰουβενάλιος ἔτη ληʹ. λδʹ. Ἀλεξανδρείας ἐπίσκοπος Τιμόθεος ἔτη ιεʹ. ιβʹ. Ἀντιοχείας ἐπίσκοπος Ἰουλιανὸς ἔτη ϛʹ. δʹ. Τούτῳ τῷ ἔτει Ἄσπαρος καὶ Ἀρδαβουρίου καὶ Πατρικίου, τῶνυἱῶν αὐτοῦ, φονευθέντων ὑπὸ Λέοντος, Ὀστρύς, ὁ ὑπασπιστὴς Ἄσπαρος, καὶ Θευδέριχος, ὁ Τριαρίου παῖς, τῆς δὲ Ἄσπαρος γαμετῆς ἀδελφός, ἐπῆλθε μετὰ δυνάμεως τῇ πόλει τοὺς πεφονευμένους ἐκδικῆσαι· καὶ εἰ μὴ προλαβὼν ὁ Βασιλίσκος ἐκ τῆς ἀπὸ Σικελίας ἐπανόδου, καὶ Ζήνων ἀπὸ Χαλκηδόνος, ὃς ἦν ἐκεῖ