Θυάτειραν, εἰς Σάρδεις, εἰς Φιλαδέλφειαν, καὶ εἰς Λαοδίκειαν. Ἃ δέ εἰσιν ἐν τῇ ὀπτασίᾳ, πολλά εἰσι καὶ διάφορα. Καὶ τέλος τὴν τοῦ Ἀντιχρίστου ἀπώλειαν μετὰ τοῦ δια βόλου ἑώρακε. Κελεύεται δὲ πρῶτον γράψαι ἑκάστῳ 28.429 ἀγγέλῳ τῶν προειρημένων Ἐκκλησιῶν κατὰ τὰς ἑκά στου πράξεις. Πολλὰς μὲν οὖν ἑώρακε καὶ παραδό ξους ὀπτασίας, εἶδε δὲ ἑπτὰ λυχνίας χρυσᾶς, καὶ ἐν μέσῳ αὐτῶν ὅμοιον Υἱῷ ἀνθρώπου· καὶ ἡρμηνεύθη σαν αὐτῷ, ὅτι αἱ λυχνίαι εἰσὶν αἱ ἑπτὰ Ἐκκλησίαι· ὁ δὲ ἐν μέσῳ αὐτῶν ὁ Κύριος. Εἶδε καὶ θύραν ἀνεῳγ μένην ἐν τῷ οὐρανῷ, καὶ ἐν θρόνῳ καθήμενον τὸν Κύριον, καὶ πρεσβυτέρους κδʹ, καθημένους ἐπὶ θρόνους καὶ προσκυνοῦντας τὸν Κύριον. Ἑώρακε καὶ σφραγῖδας λυομένας, καὶ λυομένης ἑκάστης, ὀπτασία τις ἐγίνετο. Εἶτα ἑώρακεν ἑπτὰ ἀγγέλους ἔχοντας ἑπτὰ σάλπιγγας, καὶ ἑκάστου σαλπίζοντος, ἐγίνετο σημεῖον· τοῦ δὲ ἑβδόμου σαλπίζοντος, ἤκουσε λε γόντων, ὅτι «Ἡ βασιλεία τοῦ κόσμου ἐγένετο τοῦ Κυρίου.» Καὶ ἑώρακε τὴν κιβωτὸν τῆς ∆ιαθήκης ἐν οὐρανῷ. Εἶτα ἑώρακε γυναῖκα ὠδίνουσαν, καὶ δρά κοντα πυρὸς διώκοντα αὐτήν. Ἡ μὲν οὖν γυνὴ ἐσώ θη εἰς τὴν ἔρημον· ὁ δὲ δράκων ἐβλήθη εἰς τὸ πῦρ. Εἶτα ἑώρακε θηρίον ἔχον κέρατα δέκα, καὶ κεφαλὰς ἑπτὰ, καὶ τὸ διάδημα αὐτοῦ βλασφημίας γέμον· τὸ δὲ ὄνομα αὐτοῦ οὐκ ἐδήλωσεν, ἀλλὰ τὸν ἀριθμὸν τοῦ ὀνόματος αὐτοῦ χξʹ. Ἤκουσε καὶ παρθένων ᾀδόν των, καὶ ἀκολουθούντων τῷ Ἀρνίῳ, καὶ εἶδεν ἄγγελον πετόμενον ἐν μεσουρανήματι, καὶ ἄλλον ἀκολου θοῦντα, καὶ ἄλλον, καὶ νεφέλην λευκὴν, καὶ ἐπ' αὐ τῆς καθήμενον ὅμοιον Υἱῷ ἀνθρώπου, ἔχοντα ἐπὶ τῆς κεφαλῆς αὐτοῦ στέφανον χρυσοῦν, καὶ ἐν τῇ χειρὶ αὐτοῦ δρέπανον ὀξύ. Εἶτα ἑώρακεν ἀγγέλους ἑπτὰ, ἔχοντας πληγὰς ἑπτὰ τὰς ἐσχάτας, καὶ φιάλας χρυ σᾶς γεμούσας ἐκ τοῦ θυμοῦ τοῦ Θεοῦ. Εἶτα ἀπηνέχθη τῷ πνεύματι εἰς ἔρημον, καὶ ἑώρακε γυναῖκα καθ ημένην ἐπὶ θηρίον κόκκινον, ἔχον κεφαλὰς ἑπτά· καὶ ἐσήμανεν ἀπὸ ταύτης ἔσεσθαι τὸν Ἀντίχριστον. Εἶτα ἑώρακε τὸν οὐρανὸν ἀνεῳγμένον, καὶ ἔφιππον λευκὸν, καὶ ἐκαλεῖτο τὸ ὄνομα αὐτοῦ ὁ Λόγος τοῦ Θεοῦ. Εἶτα ἑώρακε τὸ θηρίον καὶ τοὺς βασιλεῖς τῆς γῆς, θέλον τας ποιῆσαι πόλεμον μετὰ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου τοῦ λευκοῦ. Καὶ ἐπιάσθη τὸ θηρίον, καὶ μετ' αὐτοῦ ὁ ψευδοπροφήτης, ὅστις ἦν ὁ Ἀντίχριστος, καὶ εἶδε βαλλομένους αὐτοὺς εἰς τὴν λίμνην τοῦ πυρός. Εἶτα ἑώρακε καταβαίνοντα ἄγγελον ἐκ τοῦ οὐρανοῦ, καὶ βάλλοντα τὸν Σατανᾶν καὶ τοὺς ἔχοντας τὸ χά ραγμα αὐτοῦ εἰς τὴν ἄβυσσον, καὶ κλείοντα ἐπάνω αὐτοῦ, ἵνα μηκέτι πλανήσῃ τὰ ἔθνη ἕως ἐτῶν χιλίων. Εἶτα ἑώρακε τοὺς μάρτυρας ἐν δόξῃ βασιλεύοντας ἐν Χριστῷ. Εἶτα ἑώρακεν, ὅτι μετὰ χίλια ἔτη λυθή σεται ὁ Σατανᾶς, καὶ βληθήσεται εἰς τὴν λίμνην τοῦ πυρὸς μετὰ τοῦ Ἀντιχρίστου εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Εἶτα ἑώρακεν οὐρανὸν καινὸν, καὶ γῆν, καὶ τὴν Ἱερουσαλὴμ καινὴν, καὶ ἑώρακε ποταμὸν ὕδατος ζωῆς, καὶ τοὺς δούλους τοῦ Θεοῦ θεωροῦντας τὸ πρόσ ωπον αὐτοῦ, καὶ ἔχοντας ἐπὶ τοῦ μετώπου τὸ ὄνομα αὐτοῦ. Ταῦτα ἑωρακὼς Ἰωάννης ἔπεσε, θέλων προσκυνῆσαι τῷ ἀγγέλῳ δεικνύοντι αὐτῷ ταῦτα πάν τα. Καὶ ἐκώλυσεν αὐτὸν ὁ ἄγγελος λέγων· «Μὴ ἐμοὶ προσκύνει, ἀλλὰ τῷ Θεῷ· ἐγὼ γὰρ σύνδουλός σου εἰμί.» Βλέπων δὲ ταῦτα, ἤκουε παρὰ τοῦ Κυρίου 28.432 ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι ὁ ὤν ἐστι, καὶ αὐτός ἐστιν ὁ τοῦ Θεοῦ Λόγος, ὅστις ὕστερον δι' ἡμᾶς σαρκωθείς· λέγω δὴ τέλειος γέγονεν ἄνθρωπος, καὶ ἐκλήθη Υἱὸς ἀνθρώπου. Εἰσὶ δὲ καὶ ἄλλα βιβλία διάφορα παρὰ τὰ προλε χθέντα ἑκατέρας ∆ιαθήκης, τῆς Παλαιᾶς δηλα δὴ καὶ Νέας· τὰ μὲν ἀντιλεγόμενα, τὰ δὲ ἀπό κρυφα. Τὰ μὲν οὖν ἀντιλεγόμενα τῆς Παλαιᾶς προεί πομεν μὲν καὶ πρότερον, ὥς ἐστι Σοφία Σολομῶντος, καὶ Σοφία Ἰησοῦ υἱοῦ Συρὰχ, καὶ Ἐσθὴρ, καὶ Ἰουδὶθ, καὶ Τωβίτ· σὺν ἐκείνοις δὲ καὶ ταῦτα ἠ ρίθμηνται·
57