57
ὑπέρ τε τῆς Νηρηίδος Θέτιδος καὶ τοῦ καλοῦ Πηλέως, ἀλληγορίαν ἔχει ταύτην, ἵνα γνῷς ὅτι καὶ ἄνευ σοῦ, Ἀππίων, τὰ τοιαῦτα ἠκούσαμεν. τὸ μὲν δὴ συμπόσιον ὁ κόσμος, οἱ δὲ δώδεκα τὰ οὐράνια τῶν μοιρῶν περιστηρίγματα, ἅτινα ζσδια καλοῦσιν-Προμηθεὺς ἡ προμήθεια, ὑφ' ἧς τὰ πάντα ἐγένετο-Πηλεὺς πηλὸς ὁ ἀπὸ γῆς εἰς ἀνθρώπου γέ- νεσιν περινοηθεὶς καὶ μιγεὶς τῇ Νηρηίδι, τουτέστιν ὕδατι. ἐκ δὲ τῆς τῶν δύο μίξεως (ὕδατός τε καὶ γῆς) ὁ πρῶτος οὐ γεννηθεὶς ἀλλὰ πλα- σθεὶς τέλειος καὶ διὰ τὸ μαζοῖς χείλη μὴ προσενεγκεῖν Ἀχιλλεὺς προση- γορεύθη· ἔστι δὲ αὐτὸς καὶ ἀκμή, ἥτις ἐὰν ἐπιθυμίαν-Πολυξένην ὡς ἀληθείας ἀλλοτρίαν οὖσαν καὶ ξένην-<...> ἰῷ ὄφεως ἀναιρεῖται, βέλει κατὰ πτέρναν καὶ κατὰ ἴχνος ἐνέρποντος τοῦ θανάτου. Ἥρα τοίνυν καὶ Ἀθηνᾶ καὶ Ἀφροδίτη καὶ Ἔρις καὶ μῆλον καὶ Ἑρμῆς καὶ κρίσις καὶ ποιμὴν τοιοῦτόν τινα νοῦν ὑπαινίσσεται· Ἥρα σεμνότης, Ἀθηνᾶ ἡ ἀνδρεία, Ἀφροδίτη αἱ ἡδοναί, Ἑρμῆς ὁ ἑρμηνευτικὸς λόγος, ὁ ποιμὴν Πάρις ἡ ἀλόγιστος ὁρμὴ καὶ βάρβαρος. ἐὰν οὖν κατὰ τὴν ἀκμὴν τῆς ἡλι- κίας ὁ τὴν ψυχὴν ποιμαίνων λογισμὸς τύχῃ ὢν βάρβαρος καὶ παρα- λιπὼν τὰ συμφέροντα (ἀνδρείαν τε καὶ σωφροσύνην παρωσάμενος) μόνας ἕληται τὰς ἡδονὰς καὶ μόνῃ τῇ ἐπιθυμίᾳ τὴν νίκην ἀποδῷ, ὡς παρ' αὐτῆς τὰ τέρποντα ἀντιλαμβάνων, ἐπ' ὀλέθρῳ ἑαυτοῦ τε καὶ τῶν αὐτοῦ ὁ μὴ ὀρθῶς κρίνας τὴν τέρψιν λήμψεται. Ἔρις δέ ἐστιν ἡ φιλονεικοῦσα κακία. τὸ δὲ τῶν Ἑσπερίδων χρυσοῦν μῆλον ὁ πλοῦτος ἂν εἴη, ὃς ἐνίοτε καὶ τοὺς σώφρονας (ὥσπερ τὴν Ἥραν) πρὸς ·ᾳθυμίαν παράγειν ἐπίσταται καὶ τοὺς ἀνδρείους (ὥσπερ τὴν Ἀθηνᾶν) εἰς τὰ μὴ αὐτοῖς πρέποντα φιλονεικοτέρους ἀπεργάζεται καὶ ψυχῆς κάλλος (ὥσπερ Ἀφρο- δίτην) προφάσει τρυφῆς ἀπολλύει. συντόμως ἐρῶ· πάντας εἰς κακὴν ἔριν ἀνερεθίζει ὁ πλοῦτος. ὁ δὲ τὸν τοῦ πλούτου ἡγεμόνα καὶ φύλακα ὄφιν ἀνελὼν Ἡρακλῆς ὁ γνήσιος καὶ φιλόσοφός ἐστι νοῦς, ὃς πά- σης κακίας γυμνὸς ὢν ἐκπερινοστεῖ τὸν κόσμον, ἐπιδημῶν ταῖς ψυχαῖς καὶ σωφρονίζων τοὺς ἐντυγχάνοντας, λέγω δὲ ἀνθρώπους ἐοικότας λέου- σιν τολμηροῖς ἢ ἐλάφοις δειλαῖς ἢ κάπροις ἀγρίοις ἢ ὕδραις πολυτρόποις. ὁμοίως δὲ καὶ τὰ ἄλλα πάντα ὅσα ἀθλῆσαι λέγεται Ἡρακλῆς, νοερᾶς ἀρε- τῆς ἐστιν αἰνίγματα. αὐτάρκως δὲ νῦν ἐχέτω τὰ εἰρημένα· εἰς γὰρ ἕκαστον εἰπεῖν οὐδὲ ὁ σύμπας χρόνος ἀρκέσει. πλὴν θαυμάζω πῶς ταῦτα σαφῶς καὶ εὐσεβῶς καὶ ὠφελίμως ἀκαλύπτῳ τῇ εὐθείᾳ δηλοῦσθαι δυνάμενα οἱ πλαγίοις ἀποκρύψαντες αἰνίγμασιν καὶ μύθοις αὐτὰ προκα- λύψαντες κακοῖς ὑπὸ σοῦ ἔμφρονες καὶ σοφοὶ εἶναι λέγονται, οἵτινες ὥσπερ ὑπὸ κακοῦ προαχθέντες δαίμονος σχεδὸν τοὺς πάντας ἐνήδρευσαν ἀνθρώπους. ἢ γὰρ οὐκ ἔστιν ταῦτα αἰνίγματα, ἀλλ' ἀληθῆ τῶν θεῶν ἁμαρτήματα, καὶ ἐλέγχειν αὐτοὺς οὐκ ἔδει οὐδὲ τὴν ἀρχὴν αὐτὰ τοῖς ἀνθρώποις εἰς μίμησιν προτιθέναι-ἢ αἰνιγματωδῶς ἐλέχθη τὰ ὑπὸ τῶν θεῶν ψευδῶς πεπραγμένα, καὶ ἥμαρτον, ὦ Ἀππίων, ὅτι οἱ ὑπὸ σοῦ ὀνομαζόμενοι σοφοὶ τὰ σεμνὰ ἀσέμνοις μύθοις καλύψαντες ἁμαρτεῖν τοὺς ἀνθρώπους προετρέψαντο καὶ ταῦτα ὑβρίσαντες οὓς καὶ θεοὺς εἶναι ἐνόμισαν. διόπερ μὴ σοφούς, ἀλλὰ κακοὺς δαίμονας τοὺς τοιούτους