Glaphyra in Pentateuchum ARGUMENTAGLAPHYRORUM S. CYRILLIALEXANDRINI
ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ.
οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν ἀγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
μεμίμηνται τὸν Ἡσαῦ, τὴν τῶν προσκαίρων καὶ σαρκικῶν ἀπόλαυσιν τῆς παρὰ Θεῷ δόξης προτετιμηκότες, μονονουχὶ δὲ καὶ ἑτέροις τὰ πρωτοτόκια προθέντες ἑλεῖν. Ἀντεισκέκληνται γὰρ εὐθὺς οἱ ἐξ ἐθνῶν πιστεύσαντες, καὶ τὴν τῷ Ἰσραὴλ ὀφειλομένην ἀποκεκερδήκασι δόξαν, καὶ μέντοι καὶ εὐλογίαν, διὰ τὸ ἕτοιμον εἰς ὑπακοὴν, καὶ τὸ λίαν εὐσταλὲς καὶ διεγηγερμένον εἴς γε τὸ χρῆναι πληροῦν τὰ ἁνδάνοντα τῷ Θεῷ. Γένοιτο δ' ἂν ἡμῖν καὶ τούτου μάρτυς, ὁ θεσπέσιος ∆αβὶδ, οὔτω λέγων περὶ αὐτῶν· Τὴν ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσας, Κύριε, τῇ ἑτοιμασίᾳ τῆς καρδίας αὐτῶν προσέσχε τὸ οὖς σου. Ἑτοιμότερος γὰρ ἀεί πως εἰς εὐπείθειαν ὁ ἐν πίστει λαὸς, καίτοι τῶν ἐξ Ἰσραὴλ τὴν ἐν νόμῳ παίδευσιν προπεπλουτηκότων. Ἀλλ' εἰ καὶ τῶν θείων μαθημάτων κατηῤῥώστησε τὴν πτωχείαν τῶν ἐθνῶν ἡ πληθύς· ἀλλ' εὐπετεστέρα γέγονεν ἐν πίστει, καὶ τοῖς διὰ Χριστοῦ θεσπίσμασιν ὡς ὀξὺ παραθεῖσα τὸ οὖς, ὃ διὰ τῆς αὐτοῦ μεμαρτύρηται φωνῆς. Ἔφη γὰρ ὧδε διὰ τῆς τοῦ Ψάλλοντος λύρας· Λαὸς ὃν οὐκ ἔγνων, ἐδούλευσέ μοι, εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου. Περὶ δέ γε τοῦ Ἰσραὴλ ὡς ἤδη πεσόντος εἰς ἀλλοτρίωσιν, καὶ ὀρθοποδεῖν μὲν οὐκ ἀξιοῦντος ἔτι, πεπηρωμένον δὲ ὥσπερ τῆς διανοίας τὸ σκέλος, φησίν· Υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι, οἱ υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν, καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν. Τρίβοι μὲν γὰρ ὀρθαί τε καὶ ἀπλανεῖς ἐπὶ Χριστὸν ἀποφέρουσαι, καὶ ἡ διὰ νόμου παίδευσις, καὶ προφητῶν ἁγίων προαγόρευσις. Ἐπειδὴ δὲ εἰς τὸ διὰ νόμου καὶ προφητῶν κατηντήκασι τέλος, τουτέστι Χριστὸν, ἐχώλαναν ἐξ ἀσυνεσίας, οὐκ ἐξ ὑγιοῦς διανοίας ἐμπαροινοῦντες αὐτῷ, καὶ θανάτῳ περιβαλεῖν τολμήσαντες τὸν ἀρχηγὸν τῆς ζωῆς. Ὅτι τοίνυν ὁ νέος τε ἐν πίστει λαὸς τὴν τῷ Ἰσραὴλ ὀφειλομένην εὐλογίαν ἥρπασεν, εὐπετεστέραν ἔχων τὴν γνώμην εἴς γέ τοι τὸ δεῖν τοῖς θείοις ὑπείκειν νεύμασι, κἀντεῦθεν ἡμῖν παρέσται νοεῖν. Γέγραπται γὰρ ὡδί· Ἐγένετο δὲ μετὰ τὸ γηράσαι τὸν Ἰσαὰκ, καὶ ἠμβλύνθησαν οἱ ὀφθαλμοὶ αὐτοῦ τοῦ ὁρᾷν· Καὶ ἐκάλεσεν Ἡσαῦ τὸν υἱὸν αὐτοῦ τὸν πρωτότοκον, καὶ εἶπεν αὐτῷ· Υἱέ μου. Καὶ εἶπεν· Ἰδοὺ ἐγώ. Καὶ εἶπεν· Ἰδοὺ ἐγὼ γεγήρακα, καὶ οὐκ οἶδα τὴν ἡμέραν τῆς τελευτῆς μου· Νῦν οὖν λάβε τὸ σκεῦός σου, τήν τε φαρέτραν καὶ τὸ τόξον, καὶ ἔξελθε εἰς τὸ πεδίον, καὶ θήρευσόν μοι θήραν, καὶ ποίησόν μοι ἐδέσματα, ὡς φιλῶ ἐγώ· καὶ ἔνεγκέ μοι ἵνα φάγω, ὅπως εὐλογήσῃ σε ἡ ψυχή μου πρὶν ἀποθανεῖν με. Ταῦτα μὲν οὖν ἔφη πρὸς τὸν Ἡσαῦ ὁ πατήρ. Ὁ δὲ παραχρῆμα τοὺς ἐπὶ τῇ θήρᾳ κατορθώσων πόνους τῆς 69.168 ἑστίας ἀπαίρει, καὶ νεανικῶς ἐσκευάζετο. Καὶ τί μετὰ τοῦτο; Πείθει Ῥεβέκκα τὸν Ἰακὼβ φθάσαι τε τὸν Ἡσαῦ, καὶ μὴν καὶ ἁρπάσαι τὴν εὐλογίαν. Ὁ δὲ τοῦτο δρᾷν ἐδεδίει μὲν ἐξ ἀρχῆς· παραθηγούσης δὲ τῆς μητρὸς, δύο μὲν ἐξ ἀγρῶν ἐρίφους εἰσφέρει, καλούς τε καὶ ἁπαλοὺς, καὶ ὀψοποιίας ἥπτετο· περιθεὶς δὲ τοῖς ὤμοις τὰ δέρματα, καὶ τῆς δειρῆς τὰ γυμνὰ κατημφιεσμένος, ἀπεμιμεῖτο καλῶς τὴν Ἡσαῦ δασύτητα, καὶ τὸ ἄγαν λασιότριχες, ὡς ἂν διαπαίζῃ τὰς τοῦ πατρὸς χεῖρας, εἰ ἐπαφῷτο τυχόν. Εἶτα τὸ ὄψον εἰς χεῖρας ἑλὼν, εἰσέθει πρὸς τὸν πατέρα, καὶ δὴ καὶ ἔφασκε· Πάτερ. Ὁ δὲ εἶπεν· Ἰδοὺ ἐγώ. Τίς εἶ σὺ, τέκνον. Καὶ εἶπεν Ἰακὼβ τῷ πατρί· Ἐγὼ Ἡσαῦ ὁ πρωτότοκός σου, καθὰ ἐλάλησάς μοι ἐποίησα. Ἀναστὰς κάθισον, καὶ φάγε τῆς θήρας μου, ὅπως εὐλογήσῃ με ἡ ψυχή σου. Ἐπειδὴ δὲ κατεδήδοκεν ὁ πρεσβύτης τὸ προκομισθὲν, ἔφη πρὸς τὸ μειράκιον· Ἔγγισόν μοι, καὶ φίλησόν με, τέκνον. Καὶ ἐγγίσας ἐφίλησεν αὐτόν· καὶ ὠσφράνθη τῆς ὀσμῆς τῶν ἱματίων αὐτοῦ, καὶ εὐλόγησεν αὐτὸν, καὶ εἶπεν αὐτῷ· Ἰδοὺ ὀσμὴ τοῦ υἱοῦ μου, ὡς ὀσμὴ ἀγροῦ πλήρους ὃν εὐλόγησε Κύριος, καὶ δῴη σοι Κύριος ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ, καὶ ἀπὸ τῆς πιότητος τῆς γῆς, πλῆθος σίτου καὶ οἴνου. Καὶ δουλευσάτωσάν σοι ἔθνη, καὶ προσκυνησάτωσάν σοι ἄρχοντες, καὶ γίνου κύριος τοῦ ἀδελφοῦ σου. καὶ προσκυνήσουσί σοι οἱ υἱοὶ τοῦ πατρός σου. Ὁ καταρώμενός σε, ἐπικατάρατος· καὶ ὁ εὐλογῶν σε, εὐλογημένος. Οὐκοῦν προαποκεκέρδηκε μὲν Ἰακὼβ τὴν παρὰ τοῦ πατρὸς εὐλογίαν· εἶτα δεύτερον ἐξ ἀγρῶν κατόπιν ἔρχεται τὴν θήραν ἑλὼν ὁ Ἡσαῦ.