1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

57

εἴτε δὴ ἅμα οὐρανῷ συνυπέστη χρόνος εἴη τε αὐτὸς ὁ Κρόνου πατὴρ Οὐρανὸς καὶ χρόνος μετὰ τοῦτον, ἀλλὰ πρό γε τούτων ὁ τῶν ὅλων αἴτιος καὶ οὐρανοῦ καὶ χρόνου δημιουργὸς θεός. εἰ δὲ τοῦτο, οὐκ ἂν γένοιτο ὁ Ζεὺς 3.10.26 τρίτος ἐξ Οὐρανοῦ. πῶς οὖν παρὰ πᾶσιν Αἰγυπτίοις καὶ Φοίνιξιν Ἕλλησί τε καὶ φιλοσόφοις τρίτος ἐξ Οὐρανοῦ γενεαλογεῖται ὁ τῶν ὅλων δημιουργικὸς νοῦς; πεφώραται δὴ τοῦ φιλοσόφου τὸ πλάσμα καὶ ἔτι μᾶλλον φωραθήσεται ἐξ ὧν ἐπιφέρει λέγων ὧδε· 3.11.1 «Τὴν δὲ Ἥραν σύνοικον τῷ ∆ιὶ πεποιήκασιν, τὴν αἰθέριον καὶ ἀέριον δύναμιν Ἥραν προσειπόντες. ἔστι γὰρ ὁ αἰθὴρ ἀὴρ ὁ λεπτομερέστατος.» 3.11.2 Ἀνωτέρω μὲν ἐδήλου τὰ ἔπη τὸν νοῦν τοῦ ∆ιὸς εἶναι τὸν αἰθέρα, νυνὶ δὲ ὁ λόγος τί ποτ' ἐστὶν ὁ αἰθὴρ διορίζεται, ἀέρα λέγων εἶναι αὐτὸν λεπτο3.11.3 μερέστατον· σῶμα δὲ ὁ ἀὴρ καὶ πολὺ πρότερον ὁ αἰθήρ. ὁ δὴ νοῦς ἄρα τοῦ ∆ιὸς ἐλήλεγκται σῶμα τυγχάνων, εἰ καὶ τὸ πάντων λεπτομερέστατον. καὶ πῶς ἂν ταὐτὸν ἐπινοηθείη σῶμα καὶ νοῦς κατὰ διάμετρον ταῖς φύσεσι 3.11.4 διεστῶτα; εἶτ' οὐκ οἶδ' ὅπως τῶν ἐπῶν ἐπιλελησμένος διαρρήδην φησάντων· Νοῦς δέ οἱ ἀψευδής, βασιλήϊος ἄφθιτος αἰθήρ, ᾧ δὴ πάντα κυκλεῖ καὶ φράζεται οὐδέ τίς <ἐστιν> αὐδὴ οὔτ' ἐνοπὴ οὔτε κτύπος οὐδὲ μὲν ὄσσα, ἣ λήθει ∆ιὸς οὖας ὑπερμενέος Κρονίωνος. 3.11.5 δι' ὧν σαφῶς ὁ αἰθὴρ νοῦς ἀνείρηται ὢν τοῦ ∆ιός. ὁ δὲ τὴν Ἥραν πάλιν τὴν αἰθέριον καὶ ἀέριον δύναμιν εἶναί φησιν. ἔπειτα διαιρῶν ἐπιλέγει· «Καὶ τοῦ μὲν παντὸς ἀέρος ἡ δύναμις Ἥρα τοὔνομα ἀπὸ τοῦ ἀέρος κεκλημένη· τοῦ δὲ ὑπὸ σελήνην φωτιζομένου καὶ σκοτιζομένου ἀέρος ἡ Λητὼ σύμβολον· ληθὼ γὰρ αὐτὴν εἶναι διὰ τὴν κατὰ τὸν ὕπνον ἀναισθησίαν καὶ ὅτι ψυχαῖς ὑπὸ σελήνην γενομέναις λήθη ξυνομαρτεῖ τοῦ θείου· διὰ τοῦτο δὲ καὶ μήτηρ Ἀπόλλωνός τε καὶ Ἀρτέμιδος, τῶν αἰτίων φωτισμοῦ τῇ νυκτί.» 3.11.6 Καὶ ἐν τούτοις ἡλίου καὶ σελήνης μητέρα φησὶν εἶναι τὸν ὑπὸ σελήνην ἀέρα· τοῦτον γὰρ εἶναι τὴν Λητώ. καὶ πῶς ἂν ὁ ἀὴρ γένοιτο μήτηρ τῶν αἰτίων φωτισμοῦ, μᾶλλον αὐτὸς γινόμενος ἢ ποιῶν; ἥλιος γὰρ καὶ σελήνη ἄλλοτε ἄλλως τὸν ἀέρα μεταβάλλουσιν. πάλιν δὲ προϊὼν ἑξῆς λέγει· 3.11.7 «Καὶ τὸ μὲν ἡγεμονικὸν τῆς χθονίας δυνάμεως Ἑστία κέκληται, ἧς ἄγαλμα παρθενικὸν ἐφ' ἑστίας πυρὸς ἱδρυμένον· καθὸ δὲ γόνιμος ἡ δύναμις, σημαίνουσιν αὐτὴν γυναικὸς εἴδει προμάστου. τὴν δὲ Ῥέαν προσεῖπον τὴν τῆς πετρώδους καὶ ὀρείου γῆς δύναμιν, τὴν δὲ ∆ήμητραν τὴν τῆς πεδινῆς καὶ γονίμου. ἡ ∆ημήτηρ δὲ τὰ μὲν ἄλλα κατὰ τὰ αὐτὰ ἔχει τῇ Ῥέᾳ, διενήνοχε δὲ ὅτι αὕτη κυεῖ τὴν Κόρην ἐκ ∆ιός, τουτέστι τὸν κόρον ἐκ τῶν φρυγανωδῶν σπερμάτων. διὸ καὶ κατέστεπται τὸ βρέτας αὐτῆς τοῖς στάχυσιν, μήκωνές τε περὶ αὐτὴν τῆς πολυγονίας σύμβολον.» 3.11.8 Κἀνταῦθα πάλιν σκόπει τίνα τρόπον τὴν Ῥέαν μητέρα θεῶν λεγομένην καὶ αὐτοῦ τοῦ ∆ιὸς κάτω που περὶ πέτρας καὶ γῆν καταβέβληκεν καὶ πάντα φύρων τὴν αὐτὴν εἶναί φησι τῇ ∆ήμητρι, πλὴν ὅτι διενήνοχεν, καθό, φησίν, ἡ ∆ημήτηρ ἐκ ∆ιὸς κυεῖ τὴν Κόρην, ὥσπερ οὖν ἡ πεδιὰς γῆ τὸν κόρον ἐκ τῶν φρυγανωδῶν σπερμάτων. ἰδού σοι πάλιν ὁ Ζεὺς εἰς τὰ φρυγανώδη 3.11.9 σπέρματα μεταβέβληται. τούτοις ἑξῆς ἐπισυνάπτει λέγων· «Ἐπεὶ δὲ καὶ τῶν εἰς γῆν βαλλομένων σπερμάτων ἦν τις δύναμις, ἣν ἥλιος περὶ τὸ κάτω ἡμισφαίριον ἰὼν ἕλκει, κατὰ τὰς χειμερίους τροπάς, Κόρη μὲν ἡ δύναμις ἡ σπερματοῦχος, Πλούτων δὲ ὁ ὑπὸ γῆν ἰὼν ἥλιος καὶ τὸν ἀφανῆ περινοστῶν κόσμον κατὰ τὰς χειμερίους τροπάς ὃς ἁρπάζειν λέγεται τὴν 3.11.10 Κόρην, ἣν ποθεῖ ἡ ∆ημήτηρ κρυπτομένην ὑπὸ γῆν, τῶν δὲ ἀκροδρύων καὶ ὅλως τῶν φυτευτικῶν ἡ δύναμις ∆ιόνυσος ὀνομάζεται. ὅρα δὲ καὶ τούτων τὰς εἰκόνας. σύμβολα γὰρ ἡ Κόρη φέρει τῆς προβολῆς τῶν κατὰ τοὺς καρποὺς ὑπὲρ τὴν γῆν ἐκφύσεων, ὁ δὲ ∆ιόνυσος κοινὰ μὲν πρὸς τὴν Κόρην ἔχει τὰ κέρατα, ἔστι δὲ θηλύμορφος, μηνύων τὴν περὶ τὴν γένεσιν τῶν ἀκροδρύων ἀρρενόθηλυν 3.11.11 δύναμιν. Πλούτων δὲ ὁ Κόρης ἅρπαξ κυνῆν μὲν ἔχει τοῦ ἀφανοῦς πόλου σύμβολον, τὸ δὲ σκῆπτρον τὸ κολοβὸν σημεῖον τῆς τῶν κάτω βασιλείας· ὁ δὲ κύων αὐτοῦ δηλοῖ τὴν κύησιν τῶν καρπῶν εἰς τρία διῃρημένην, εἰς