57
ΣΙΚΥΩΝΙΩΝ ΒΑΣΙΛΕΙΣ Σικυωνίων ιαʹ ἐβασίλευσε Πλημναῖος ἔτη νʹ, κατὰ δὲ ἄλλους μηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γχξζʹ. Σικυωνίων ιβʹ ἐβασίλευσεν Ὀρθόπολις ἔτη ξγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γψιζʹ. Σικυωνίων ιγʹ ἐβασίλευσεν Ἐχυρεὺς ἔτη νεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γψπʹ.
126 ΚΟΣΜΟΥ ΕΤΗ Γενεὰ κεʹ Καὰθ ἔτη ξʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γχβʹ. Τῷ βʹ
ἔτει τῆς λιμοῦ κατῆλθον οἱ ἀδελφοὶ Ἰωσὴφ εἰς Αἴγυπτον, ὅπερ ἦν τοῦ μὲν Ἰωσὴφ λθʹ ἔτος, τοῦ δὲ Ἰακὼβ ρκθʹ, τοῦ δὲ Λευὶ μζʹ, κόσμου δὲ γχαʹ. προσελθόντες δὲ ἀγοράσαι σῖτον διεγνώσθησαν ὑπ' αὐτοῦ ἀγνο ούμενοι, καὶ αἰτιαθέντες κατασκοπεῖν ὅμηρον κατέλιπον τὸν Συμεὼν μετὰ πολλὰς ἀπολογίας· ἐν οἷς τὰ κατὰ τὸν Βενιαμὶν καὶ τὸ κόνδυ, ὅ ἐστιν εἶδος ποτηρίου, καὶ ὁ ἀναγνωρισμὸς τοῦ Ἰωσὴφ πρὸς αὐτούς. Τῷ αʹ ἔτει τῆς ζωῆς Καάθ, ὅπερ ἦν τοῦ μὲν Ἰακὼβ ρλʹ, τοῦ δὲ Λευὶ μηʹ, κατῆλθεν Ἰακὼβ εἰς Αἴγυπτον πρὸς Ἰωσήφ, ὥς φησιν ἡ θεία γραφὴ ὅτι «εἶπε δὲ Ἰακὼβ τῷ Φαραῶ· αἱ ἡμέραι τῶν ἐτῶν τῆς ζωῆς μου ἃς παροικῶ ρλʹ ἔτη.» Ἰωσὴφ δὲ ἦν ἐτῶν μʹ. Τῷ αὐτῷ ρλʹ ἔτει τοῦ Ἰακώβ, διότι, ὥς φασιν οἱ περὶ τὸν Ἀφρικανόν, οʹ ἔζησεν ὁ Ἰωσὴφ ἔτη μετὰ τὸ παροικῆσαι τὸν Ἰακὼβ ἐν Αἰγύπτῳ, τὸ ζʹ καὶ τελευταῖον ἔτος τῆς λιμοῦ, τὸ εʹ ἔτος Καάθ. τοῦ δὲ κόσμου ἦν ἔτος γχ ςʹ. Ἰακὼβ ἐν τῷ καιρῷ τῆς τελευτῆς αὐτοῦ προτυπῶν τὸ ζωοποιὸν τοῦ σταυροῦ σημεῖον τοὺς υἱοὺς Ἰωσὴφ σταυροειδῶς εὐλόγησεν, ἐναλλὰξ ἐπι θεὶς τὰς χεῖρας, τὴν δεξιὰν ἐπὶ τὸν Ἐφραῒμ καὶ τὴν ἀριστερὰν ἐπὶ τὸν Μανασσῆν. ὁ δὲ Ἰωσὴφ τὸν Μανασσῆν ἐν τοῖς δεξιοῖς τοῦ Ἰακὼβ ἔστησενὡς πρωτότοκον, τὸν δὲ Ἐφραῒμ ἐν τοῖς ἀριστεροῖς. Τῷ γχκʹ ἔτει τοῦ κόσμου, Καὰθ δὲ ιηʹ, ἤτοι νζʹ τῆς ζωῆς Ἰωσήφ, ἐτελεύτησεν Ἰακώβ, καὶ ἐτάφη ὑπὸ Ἰωσὴφ καὶ τῶν λοιπῶν τέκνων αὐτοῦ ἐν τῷ σπηλαίῳ τῷ διπλῷ εἰς Χεβρών. Ἰακὼβ δὲ κατελθὼν πρὸς Ἰωσὴφ εἰς Αἴγυπτον ἐν οεʹ ψυχαῖς κατῳκί σθη ἐν γῇ Γεσέμ, ἥτις ἐστὶν ἡ πρὸς τῇ Αἰγύπτῳ Ἀραβία. 127 Ῥουβὴν ὁ πρῶτος υἱὸς Ἰακὼβ συνελθὼν τῇ παλλακῇ τοῦ πατρὸς αὐτοῦ τῶν τε πρωτοτοκίων ἀφῃρέθη καὶ ἱερωσύνης καὶ βασιλείας, καὶ τὰ μὲν πρωτοτόκια ἔλαβον οἱ υἱοὶ τοῦ Ἰωσὴφ διὰ τὴν τοῦ πατρὸς σωφροσύνην, ἡ δὲ βασιλεία τῷ Ἰούδᾳ ἐδόθη, διότι καὶ αὐτὸς ἐν γυναικὶ ἐδικαιώθη τῇ Θάμαρ ἑαυτὸν κατακρίνας καὶ μὴ διαφθείρας αὐτὴν ὡς μοιχαλλίδα, καὶ ὅτι πρὸς ζῆλον θεοῦ καὶ ἐκδίκησιν ἑτοιμοτέρα ἡ τούτου δέδεικται φυλή. ἱερωσύνη τῷ Λευὶ ἐδόθη, ὅτι δέκατος ὑπάρχων ἀπὸ τοῦ ἐσχάτου τῶν υἱῶν Ἰακὼβ σὺν πᾶσι τοῖς ὑπάρχουσι τοῦ πατρὸς τῷ θεῷ ἀπεδεκατώθη, καθὼς προσηύξατο ὁ Ἰακὼβ λέγων· καὶ πάντα ὅσα ἄν μοι δῷς ἀποδεκα τώσω αὐτά. καὶ ὅτι ὁ Ἰσαὰκ ἀναβλέψας ὅτε παρεγένετο ὁ Ἰακὼβ ἐκ Μεσοποταμίας, καὶ ἰδὼν τὸν Λευὶ καὶ τὸν Ἰούδαν, εὐλόγησε τὸν μὲν ὡς ἱερέα, τὸν δὲ ὡς βασιλέα, καθά φησιν Ἰώσηππος. Ῥουβὴν πολὺς καὶ ἀναρίθμητος διὰ τὸ περισῶσαι τὸν Ἰωσὴφ ἐκ τῶν ἀδελφῶν ἀφανιζόμενον. Ἰσραηλῖται κοινῶς λέγονται πάντες οἱ ἐκ τῶν ιβʹ φυλῶν κατ' ἐξοχὴν ἐκ τοῦ πατρὸς Ἰσραήλ· Ἰουδαῖοι δὲ ὅτι τῶν λοιπῶν διαφθαρεισῶν ἡ τοῦ Ἰούδα διεφυλάχθη φυλή. Τῷ γχξαʹ ἔτει τοῦ κόσμου ἐγέννησεν ὁ Καὰθ τὸν Ἄμβραμ, ξʹ ἔτος ἄγων· ἕτεροι δὲ τῷ γχ ςʹ ἔτει τοῦ κόσμου φασίν. Γενεὰ κ ςʹ Ἄμβραμ ἔτη οεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γχξβʹ. Μετὰ οʹ ἔτη τῆς καθόδου τοῦ Ἰακὼβ ἐν Αἰγύπτῳ ἐτελεύτησεν Ἰωσήφ. τοῦ δὲ κόσμου ἦν ἔτος γχοβʹ. Τῷ γχοβʹ ἔτει τοῦ κόσμου, ἤγουν τῷ ιβʹ τῆς ζωῆς Ἄμβραμ πατρὸς Μωυσέως, ἐτελεύτησεν Ἰωσὴφ ζήσας ἔτη ριʹ, ὥς φησιν ἡ βίβλος τῆς Γενέσεως οὕτως· καὶ ἐτελεύτησεν Ἰωσὴφ ὢν ἐτῶν ριʹ. ἕως τούτου τοῦ γχοβʹ κοσμικοῦ ἔτους ἱστορεῖ ἡ αὐτὴ θεόπνευστος πρώτη βίβλος. Ὁ μέντοι Ἀφρικανὸς ἔτη ρθʹ διαμαρτήσας κατ' ἔλλειψιν οὕτω γράφει· 128 Ἀφρικανοῦ Ἀπὸ Ἀδὰμ τοίνυν ἐπὶ τελευτὴν Ἰωσὴφ καὶ τῆσδε τῆς βίβλου γενεαὶ μὲν κγʹ, ἔτη δὲ γφξγʹ. Ὁ δὲ Εὐσέβιος ἀπὸ Ἀδὰμ ἕως πρώτου Ἀβραὰμ ἔτους γρπδʹ ἔτη, καὶ ἀπὸ τοῦ πρώτου ἔτους Ἀβραὰμ ἕως τέλους Ἰωσήφ, ἐν ᾧ