57
μέντοι βασιλεὺς τὴν ἀπολογίαν ὅ, τι νοεῖ ὑποκρινάμενος ἀγνοεῖν, εὐχαριστήσας καὶ αὐτοῖς, διέλυσε τὴν ἐκκλησίαν. ἐξ ἐκείνης δὲ καὶ εἰς ἑβδόμην ἡμέραν ὁ βασιλεὺς τῷ μεγάλῳ δομεστίκῳ ἅμα καὶ πρωτοστράτορι τούς τε ἐν τέλει καὶ τοὺς λογάδας πείθοντες τῆς στρατιᾶς, καὶ δι' αὐτῶν ἅπαν τὸ πλῆθος, ἴσχυσαν μόλις εὐπαράδεκτον πᾶσι τὴν ἐπὶ τοῖς εἰρημένοις εἰρήνην καταστῆσαι. ἐξῆν μὲν οὖν καὶ βασιλεῖ σὺν ὀλίγοις τῶν ἐπιφανῶν τισι τὴν εἰρήνην κυροῦν, ἐδόκει δὲ βέλτιον γενέσθαι ψήφῳ κοινῇ. καὶ διὰ τοῦτο τὰ τοιαῦτα ᾠκονομεῖτο. λγʹ. Ἐπεὶ δ' ἐκεκύρωτο παρὰ πάντων, τὸν τοῦ ἁγίου ὄρους πρῶτον, ὅστις καὶ ἐπρέσβευε τότε, μετακαλεσάμενος ὁ βασιλεὺς, «τὴν μὲν πρὸς τὴν εἰρήνην ἔνστασιν» εἶπε «τῆς στρατιᾶς, τήν τε ἡμετέραν πρὸς τοῦτο σπουδὴν καὶ τοὺς τρόπους καὶ τὰς περινοίας, δι' ὧν αὐτὴν εὐπαράδεκτον πᾶσι πεπείκαμεν γενέσθαι, αὐτὸς ἰδὼν ἀπαγγελεῖς τῷ ἐμῷ κυρίῳ καὶ βασιλεῖ· ἐξ ἐμοῦ δὲ πρὸς αὐτὸν τοιαῦτα ἐρεῖς, ὡς, μάρτυρα τῶν ἐμῶν ποιοῦμαι λόγων τὸν πάντ' ἐφορῶντα ὀφθαλμὸν τοῦ θεοῦ καὶ τὴν ἐκ τοῦ συνειδότος ἀδέκαστον κρίσιν, ὡς οὔτε πρότερον οὔτε νῦν ἐμαυτῷ τι σύνοιδα εἰργασμένῳ οἷον ἄξιον εἶναί σε τὸν ἐμὸν κύριον καὶ πατέρα οὕτως ἐκπολεμωθῆναι ποιῆσαι πρὸς ἐμέ. διόπερ πρότερόν τε ἅμα τε ἐμνήσθης εἰρήνης, καὶ αὐτὸς μηδὲν ἀντειπὼν μηδὲ πολυπραγμο 1.164 νήσας, ἀλλὰ καὶ νομίζων εὐεργετεῖσθαι, τὸ ἐπίταγμα ἐπλή1.164 ρουν τὸ σόν· καὶ νῦν, καίτοι γε τῆς στρατιᾶς πολλὰ δυσχεραινόντων, ἐφ' οἷς ἐπεχείρουν πείθειν, ὡς ἀκριβῶς παρὰ τοῦ πρέσβεως μαθήσῃ, ὃ προστέταχας, καὶ θεοῦ συναιρομένου, ἤγαγον πρὸς πέρας. ἐν μὲν οὖν ταῖς ἐπὶ τῇ τοῦ προτέρου πολέμου καταθέσει σπονδαῖς τὸ ἀπὸ Χριστουπόλεως ἄχρι Σηλυβρίας εἰς ἰδίαν ἀρχὴν περιεποιησάμην, οὐ δεόμενος αὐτὸς, ἀλλὰ δι' ἃς εἶπον αἰτίας τότε οὔσας ἀναγκαίας. νυνὶ δὲ συνιδὼν, ὡς ἡ ἐπὶ τοῖς τοιούτοις εἰρήνη ἀρχὴ κατέστη δευτέρου πολέμου· οἱ γὰρ συκοφάνται καὶ κοινοὶ πολέμιοι καὶ τῆς Ῥωμαίων τύχης ἀφανεῖς λυμεῶνες ὕλης εὐπορήσαντες καὶ πολλὰς αἰτίας πλασάμενοι καὶ διαβολὰς, ἐξώργισαν κατ' ἐμοῦ καὶ πρὸς πόλεμον ἐξώρμησαν ἐξ οὐδεμιᾶς αἰτίας ἐμφανοῦς, δείσας μὴ καὶ αὖθις τὴν προτέραν μοῖραν τῆς ἀρχῆς ἢ καὶ πλεῖόν τι ἰδιοποιησάμενος, ἀφορμὰς πάλιν τοῖς συκοφαντεῖν ἐθέλουσι παράσχω, καὶ πλασάμενοι διαβολὰς, πρὸς τὸν κατ' ἐμοῦ πόλεμόν σε ἐρεθίσωσιν αὖθις, ὅπερ ἐπαχθέστερον ἐμοὶ θανάτου· φέρων ὑπὸ τὴν σὴν ἐξουσίαν παραδίδωμι πάντα, οὐ πόλεις μόνον καὶ χώραν καὶ δημοσίους φόρους, ἀλλὰ καὶ αὐτὸν ἐμὲ μετὰ πάντων ὧν ἄγω, καὶ τὸ ἀπὸ τοῦδε σοὶ περὶ τῆς διοικήσεως πάντων μελήσει ἕκαστα σκεψαμένῳ. τοῦ μέντοι μισθοφορικοῦ τῆς στρατιᾶς τὸν μισθὸν αὐξήσας, παρέσχον καὶ γῆς ἑκάστῳ πλέθρα χρυσίων δέκα. περὶ μὲν 1.165 οὖν τῆς αὐξήσεως τοῦ μισθοῦ αὐτὸς ἂν εἰδείης ᾗ χρὴ γενέσθαι· τῆς μέντοι γῆς τοὺς στρατιώτας δέομαι μὴ ἀφαιρεθῆναι, τοῦτο μὲν, ὅτι στέρησις οὐδεμία ταῖς δημοσίαις προσόδοις ἀπὸ τῆς διανομῆς γεγένηται ταύτης, τοῦτο δ', ὅτι καὶ διὰ τὴν ὀλιγότητα οὐδεμίαν ἀσχολίαν παρέχουσα τοῖς στρατιώταις πρὸς τὸ εἰς τὰς ἐκστρατείας εὐκόλους εἶναι ὠφέλειάν τινα δοκεῖ παρέχειν. πρὸς τούτοις καὶ τὸ ἀποτεταγμένον εἰς τὴν αὐτῶν μισθοφορὰν χρυσίον πρὸς ἐμὲ πρότερον ἀποκαθιστάμενον, παρ' ἐμοῦ διανέμεσθαι τοῖς στρατιώταις· οὕτω γὰρ ἐπηγγειλάμην αὐτοῖς, ὅτε τοὺς περὶ τῆς εἰρήνης πρὸς αὐτοὺς ἐποιούμην λόγους οὐ ῥᾳδίως πειθομένοις. περί γε μὴν τῆς οἰκίας τῆς ἐμῆς ὅπως διοικηθήσεται, ὡς ἂν αὐτὸς κρίναις εὖ ἔχειν, ἐμοὶ πείθεσθαι ἀνάγκη. ὁ δέ γε θεῖος ὁ ἐμὸς ὁ δεσπότης νῦν μὲν οὐκ ἀπολυθήσεται τῆς εἱρκτῆς, οὕτως ἐμοῦ λυσιτελεῖν δι' αἰτίας οἰομένου τινάς· μετὰ δὲ χρόνον τινὰ μικρὸν ἀπολυθήσεταί τε καὶ σὺν ἐμοὶ διάξει θεραπευόμενος. διὸ καὶ δέομαι τούτου χάριν τυχεῖν συγγνώμης.» Τοιαῦτα πρὸς τὸν βασιλέα καὶ πάππον ὁ νέος βασιλεὺς τὸν πρεσβεύοντα πρῶτον Ἰσαὰκ κελεύσας εἰπεῖν, ἀπέστειλεν εἰς Βυζάντιον. ἐπεὶ δὲ ἀφῖκτο, τήν τε εἰρήνην ὅτι κεκύρωτο καὶ ἐφ' ὁποίοις τισὶν ἀπήγγειλε, τήν τε ἔνστασιν ἐν τοῖς τοιούτοις τῆς στρατιᾶς καὶ τὴν τοῦ νέου βασιλέως σπουδὴν καὶ τὴν οἰκονομίαν οἷς ἴσχυσε πάντας πεῖσαι τὴν εἰρήνην