57
πεντηκόνταρχον μετὰ τῶν πεντήκοντα· κἀκείνους ὁμοίως πῦρ οὐράνιον ἐδαπάνησε. καὶ αυθις τρίτος ἐπέμφθη ταξίαρχος σὺν τοῖς ὑπ' αὐτόν. ος ἐπὶ τὸν προφήτην ἐλθών, πεσὼν προσεκύνησε καὶ παρῃτεῖτο 1.143 τὴν ἐξ αὐτοῦ τιμωρίαν, λέγων ακων ηκειν βασιλικῷ πεπεισμένος κελεύσματι, καὶ παρεκάλει αὐτὸν ἀπελθεῖν πρὸς τὸν βασιλέα. ̓Ηλιοὺ δέ, ἀγγέλου αὐτῷ πορευθῆναι εἰπόντος καὶ μὴ πτοεῖσθαι, κατῆλθεν ἐκ τοῦ ορους, καὶ ἀπελθὼν τῷ βασιλεῖ εφη "ἐπεὶ πρὸς ἀλλότριον θεὸν εστειλας ζητῶν εἰ ζήσεις, ισθι ὡς οὐκ ἀναστήσῃ ἐκ τῆς νόσου, ἀλλὰ τεθνήξῃ." ἀπέθανεν ουν ̓Οχοζίας κατὰ τὴν τοῦ προφήτου πρόρρησιν, τῷ ἀδελφῷ ̓Ιωρὰμ τὴν βασιλείαν καταλιπών. ος τὰς μὲν στήλας τοῦ Βάαλ, ας εστησεν ̓Αχαὰβ ὁ πατὴρ αὐτοῦ, συνέτριψε, ταλλα δὲ ἀσεβὴς καὶ πονηρὸς ην καὶ τοῖς γονεῦσι προσεοικώς. ̓Ηλιοὺ δὲ ἀναλαμβάνεσθαι μέλλων ἐπορεύθη μετὰ ̓Ελισσαιέ. καὶ ἐλθὼν εἰς τὸν ̓Ιορδάνην τῇ μηλωτῇ αὐτοῦ τὸ υδωρ ἐπάταξε, καὶ διῃρέθη τὸ υδωρ, καὶ διῆλθον αμφω ἐπὶ ξηρᾶς. ειτα "αιτησαι" ειπε τῷ ̓Ελισσαιέ "τί ποιήσω σοι." ὁ δὲ διπλῆν τὴν ἐν αὐτῷ τοῦ πνεύματος χάριν γενέσθαι ῃτησεν ἐπ' αὐτόν. ̓Ηλίας δὲ φορτικὸν ειπεν ειναι τὸ αιτημα, "πλὴν εἰ οψει με ἀναλαμβανόμενον, γενήσεταί σοι." ετι δὲ λαλούντων αὐτῶν αρμα εμπυρον σὺν ιπποις ὁμοίοις ἐπέστη καὶ ηρπασε τὸν ̓Ηλίαν. ἀναφερόμενος δὲ τὴν μηλωτὴν αὐτοῦ ἐπέρριψε τῷ ̓Ελισσαιέ. καὶ ος λαβὼν αὐτὴν μηκέτι τὸν ̓Ηλίαν ὁρῶν ὑπέστρεψε. καὶ ἐλθὼν εἰς τὸν ̓Ιορδάνην ἀπόπειραν ἐποιεῖτο εἰ ελαβε τὴν χάριν ὡς ῃτησε, καὶ ἐπάταξε τὸ υδωρ τῇ μηλωτῇ· τὸ δὲ οὐ διῄρητο. καὶ ειπε "ποῦ ὁ θεὸς ̓Ηλίου;" καὶ ἐπάταξε πάλιν· καὶ διέστη τὸ υδωρ, καὶ διῆλθεν. ἰδόντες δὲ αὐτὸν υἱοὶ τῶν προφητῶν πεντήκοντα ειπον "ἐπαναπέπαυται τὸ πνεῦμα ̓Ηλιοὺ ἐπὶ ̓Ελισσαιέ," καὶ ἠκολούθησαν αὐτῷ. καὶ ἐζήτουν πορευθῆναι, ἐρευνήσοντες μήποτε ηρε τὸν ̓Ηλίαν 1.144 πνεῦμα κυρίου καὶ ερριψεν αὐτὸν ἐφ' εν τῶν ὀρέων η τῶν βουνῶν· ̓Ελισσαιὲ δὲ οὐκ ἐπέτρεπεν· ἐγκειμένων δ' ἐκείνων κατένευσε. καὶ ἐπορεύθησαν πεντήκοντα ανδρες καὶ ἐζήτησαν τρεῖς ἡμέρας καὶ οὐχ ευρον. ̓Ελισσαιὲ δὲ ἐν ̔Ιεριχῷ ην. καὶ ηλθον οἱ ανδρες τῆς πόλεως πρὸς αὐτὸν δεόμενοι μεταβληθῆναι παρ' αὐτοῦ τὰ υδατα τοῦ τόπου ἐκείνου πονηρὰ οντα καὶ ἀτεκνοῦντα. ὁ δὲ ἐν ἀγγείῳ καινῷ αλας αὐτῷ κομισθῆναι ἐζήτησε, καὶ κομισθέντος εἰς τὴν πηγὴν τῶν ὑδάτων καθῆκεν αλας ἐπικαλούμενος τὸν θεόν, καὶ τὰ υδατα ἐκ πικρίας εἰς γλυκύτητα μετεβλήθησαν καὶ οὐδὲν αὐτοῖς ἐναπέμεινε βλαβερόν. ἀπιόντος δέ που τοῦ προφήτου ̓Ελισσαιὲ παιδάρια μικρὰ κατέπαιζον αὐτοῦ βοῶντα "ἀνάβαινε, φαλακρέ." ἀλγήσας δ' ἐπὶ τούτῳ κατηύξατο αὐτῶν. καὶ ἐξῆλθον αρκτοι ἀπὸ τοῦ ορους καὶ ἀπέκτειναν ἐκ τῶν παιδίων δύο καὶ τεσσαράκοντα. ̓Ιωρὰμ δὲ ὁ υἱὸς ̓Αχαὰβ μέλλων κατὰ Μωαβιτῶν ἐκστρατεύειν, ̓Ιωσαφὰτ τὸν βασιλέα τῆς ̓Ιουδαίας ἠξίου συμμαχῆσαι αὐτῷ. ὁ δὲ καὶ τὸν ̓Ιδουμαίων βασιλέα ὑπείκοντα αὐτῷ προσλαβέσθαι σύμμαχον ἐπηγγείλατο. ἑνωθέντες δ' οἱ τρεῖς βασιλεῖς διὰ τῆς ἐρήμου ἀπῄεσαν ἐπὶ ἡμέρας ἑπτά. καὶ τὸ υδωρ ἐπέλειψε τοῖς στρατεύμασιν. ηλθον ουν πρὸς ̓Ελισσαιὲ οἱ τρεῖς βασιλεῖς καὶ ἐδέοντο σώζειν αὐτοὺς καὶ τὴν στρατιάν. ὁ δὲ τῷ ̓Ιωρὰμ εφη "πρὸς τοὺς τοῦ πατρός σου καὶ τῆς μητρός σου απιθι προφήτας," καὶ ωμοσε μὴ αν ἀποκριθῆναι αὐτῷ εἰ μὴ διὰ ̓Ιωσαφάτ. ειτα ψάλλοντά τινα κληθῆναι ἐκέλευσε. ψάλλοντος δ' ἐκείνου πνεῦμα κυρίου ἐνέπνευσε τῷ προφήτῃ, καὶ ἐπέταξε βόθρους πολλοὺς ὀρύξαι παρὰ τὸν χείμαρρον· "οψεσθε γάρ" εφη "πλήρη τὸν χείμαρρον ουτε πνεύματος 1.145 πνεύσαντος ουθ' ὑετοῦ γεγονότος, καὶ πίεσθε εἰς κόρον, καὶ τῶν ἐχθρῶν κυριεύσετε." καὶ ὁ μὲν ουτως προείρηκεν· εωθεν δὲ τῇ ἐπαύριον ὁ χείμαρρος ὑδάτων ἐπέπληστο, καὶ πλημμύρας γενομένης απαν τὸ πρόσωπον τῆς γῆς ἐκείνης τὸ υδωρ ἐκάλυψεν. ἀνατείλαντος δὲ τοῦ ἡλίου πυρώδους καὶ προσβαλόντος τοῖς υδασιν, ἐρυθρὰ ταῦτα πρὸς τὴν αὐγὴν τοῦ ἡλίου ἐφαίνοντο. οἱ ουν Μωαβῖται ἐν τοῖς ορεσιν ἐστρατοπεδευκότες καὶ ὑψόθεν κατασκοποῦντες, αιμα τὸ υδωρ ὑπολαβόντες, καὶ νομίσαντες τοὺς βασιλεῖς πρὸς ἀλλήλους