57
σκόλοπες γὰρ τὰ ὀξέα ξύλα. ̓Ανακράτοσ. μετὰ πάσης σπουδῆς. οἱ δὲ εφυγον ἀνακράτος. ̓Αναπαυδήτωσ. τὸ κατακλίνεσθαι ὡς πρὸς υπνον. τὸ ἀναπαύεσθαι. ̓Ανατατικῶσ. προστακτικῶς. ἐμβριθῶς. η ἀναπεπαυμένως καὶ ἀνηπλωμένως. Ανδιχα. ἀντὶ τοῦ διχῶς. Ομηρος· -η ανδιχα πάντα δάσασθαι. καὶ ἀντὶ τὸ χωρίς. μήτ' αρα τῶν κώμων ανδιχα μήτε λύρης. ̓Ανουτητί. ανευ τρώσεως. ̓Αντιπεπονθότωσ. ἀντικειμένως, ἐναντίως. ̓Ανόμωσ. παρὰ τῷ ̓Αποστόλῳ. χωρὶς τῆς τοῦ νόμου κατακρίσεως. οσοι γὰρ ἀνόμως ημαρτον, ἀνόμως καὶ ἀπολοῦνται. Τὸ Α μετὰ τοῦ Ξ. ( ̓Αρσενικόν.) ̓Αξιάγαστοσ. ἀξιοθαύμαστος. ̓Αξιέραστοσ. ἀξιεπιθύμητος. alpha.228 ̓Αξιέπαινοσ. ὁ αξιος ἐπαίνου. ̓Αξιομνημόνευτοσ. ὁ αξιος μνημοσύνων. Ἀξύλῳ. πολυξύλῳ, κατ' ἐπίτασιν τοῦ ˉα. Αξων. τὸ διῆκον διὰ τῶν τροχῶν ξύλον. Αξονεσ. ἐν οις οἱ ἰδιωτικοὶ ἐνεγράφοντο νόμοι, οι καὶ τετράγωνοι ὑπῆρχον πίνακες. αξονες καὶ αἱ πράξεις τῶν ἀρετῶν. ̓Αξύμβλητοσ. ἀναπάντητος. Αξυνοσ. ὁ ἀκοινώνητος. ̓Αξύστατον. οὐ συνεστῶτα, οὐδὲ πυκνὸν, ἀλλ' ἀραιόν. ̓Αξιόμαχοσ. ἰσοδύναμος. ην δὲ εχων στρατὸν ἀξιόμαχον. ̓Αξιόχρεωσ. ὁ ἀξιόπιστος. ̓Αξιδάρησ. ονομα κύριον. (Θηλυκόν.) ̓Αξιοπιστία. ἡ πίστωσις. Αξοσ. πόλις Κρήτης. ̓Αξίωσιν. τιμήν. αὐτὸν δὲ βασιλέα οντα κατ' ἀξίωσιν τῆς τρίτης μοίρας, μεγέθει τὲ χώρας καὶ πλήθει τῶν ὑπηκόων-. alpha.229 ̓Αξούμη. μητρόπολις Αἰθιοπίας. ὁ πολίτης ̓Αξουμίτης. ̓Αξυλία. ἡ ενδεια τῶν ξύλων. (Οὐδέτερον.) ̓Αξιαπηγητότατα. αξια τοῦ ὑφηγεῖσθαι. Αξιον. οἱ ῥήτορες ἐπὶ τοῦ δικαίου καὶ εὐλόγου τοῦτο ἐκλαμβάνουσι. παρὰ τὸ αγω, αξω. ὁμοίως καὶ αξων παρὰ τὸ αγω, αξω. Αξοον. τὸ ατμητον. ̓Αξύμμετρον. τὸ ὑπὲρ τὸ μέτρον. Αξιον. τὸ ευωνον παρὰ ̓Αττικοῖς. ̓Αξίωμα. ἡ ἱκεσία. καὶ ὁ ∆αβὶδ φησίν· εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου, κύριε. ̓Αξιόχρεων. καὶ ἐπὶ οὐδετέρου. δεῖ γινώσκειν, οτι πᾶν οὐδέτερον εἰς ˉν λῆγον ἀπαθὲς βραχυκαταληκτεῖ. ξύλον, λοῦτρον, πτερόν· χωρὶς τοῦ πᾶν, τοῦτο γὰρ μακροκατάληκτον, καὶ χωρὶς τῶν παρὰ τὸ ποὺς, οιον· δίπουν. πρόσκειται ἀπαθὲς διὰ τὸ ποιοῦν καὶ χρυσοῦν καὶ ὀστοῦν καὶ χαλκοῦν· ταῦτα γὰρ ἀπὸ κράσεως γέγονε. καὶ τὸ διπλοῦν ἀπὸ τοῦ διπλόον, καὶ τὸ ἀγήρων ἀπὸ τοῦ ἀγήραον. τὸ ἀξιόχρεων καὶ τὸ ἀνάπλεων τῶν διὰ τοῦ ˉο. Αξιον. δίκαιον. ὁ ̓Απόστολος· ὀφείλομεν *ἡμεῖς* εὐχαριστεῖν, καθὼς αξιόν ἐστι. η τὸ αξιον δίκαιον νοήσεις, η ουτως μεγάλως. καθὼς αξιον τῷ μεγάλα παρέχοντι. ( ̔Ρῆμα.) ̓Αξιουμένου. τυγχάνοντος. alpha.230 ̓Αξιῶ. ὑπολαμβάνω. σημαίνει δὲ καὶ τὸ ἱκετεύω καὶ τὸ νομίζω. Αξω καὶ ἐνταῦθα καὶ ἐκεῖσε· ἀπάξω δὲ τὸ ὀπίσω αξω. ( ̓Επίῤῥημα.) ̓Αξιοζήλωσ. ἐπαινετῶς. ὁ δὲ ἐν ὀφθαλμοῖς τῶν ἁπάντων αὐτὸν ἀξιοζήλως διεχρήσατο. Τὸ Α μετὰ τοῦ Ο. ( ̓Αρσενικόν.) ̓Αοιδόσ. ὁ κιθαρῳδὸς, τραγῳδός. ἀπὸ τοῦ ἀείδω ἀοιδός. ̓Αοίδιμοσ. ὁ ἀείμνηστος. παρὰ τὴν ἀοιδὴν ἀοίδιμος, ὡς τροφὴ τρόφιμος. τουτέστι ὁ ἐν ᾠδαῖς ἀεὶ ὀνομαζόμενος, η μνημονευόμενος. η ὀνομαζόμενος. ̓Αοσσητήρ. ὁ ανευ οσσης καὶ κληδόνος αὐτομάτως βοηθῶν. ὀσσητὴρ καὶ ἀοσσητήρ. Αοιμοσ. ἀπόρευτος. οιμος γὰρ ἡ ὁδός. Αοζοι. πολύοζοι, πολλὰ ξύλα καίοντες. λέγει δὲ τοὺς μαγείρους· οζος γὰρ ὁ κλάδος. Αορνισ. λιμὴν παρὰ τὴν Ταρσηνίαν. ̓Αορτήρ. ὁ λῶρος, ἐν ῳ τὸ ξίφος κρέμαται. παρὰ τὸ αιρω ἀρτὴρ, καὶ πλεονασμῷ τοῦ ˉο ἀορτήρ. -ἀτὰρ περὶ κουλεὸν ηεν ἀργύρεον χρυσέοισιν ἀορτήρεσσιν ἀρηρός. καὶ αορ τὸ ξίφος. ἀείρω, αορ. ̓Αολλέεσ. ὁμοῦ συνηγμένοι. παρὰ τὸ ὁμοῦ εἰλεῖσθαι. ἀπὸ γὰρ τοῦ ἀέλλω ῥήματος τοῦ σημαίalpha.231 νοντος τὸ συστρέφω. η εἰλῶ ῥήματος ονομα ἐλλὴς, καὶ μετὰ τοῦ ἐπιτατικοῦ ˉα η ὁμοῦ ἀελλὴς, καὶ τροπῇ τοῦ ˉα εἰς ˉο ἀολλὴς, καὶ ἡ εὐθεῖα τῶν πληθυντικῶν ἀολλέες. ἐκ δὲ τοῦ ἀολλὴς γίνεται ἀολλίζω. ̓Αοιδόσ. κιθαρῳδός. προκατάρχει ῥῆμα τὸ ἀείδω. εφαμεν δὲ, οτι εθος εχουσιν οἱ ποιηταὶ παρατιθέναι τὰ ὀνόματα τοῖς ἀφ' ων γεγόνασιν. πεπόλιστο πόλις, μάχην ἐμάχοντο, βοῦς βουκολέεσκεν. ουτω καὶ ἐνταῦθα ἀοιδὸς ἀοιδέμεναι. ἀοίδω καὶ Ομηρος· καλὸν ἀοιδιάει. Αοποσ. αφωνος η ἀόρατος. ̓Αόργητοσ. ὁ μὴ ὀργιζόμενος. (Θηλυκόν.) ̓Αοιδή. ἡ ᾠδή. Αορεσ. αἱ γυναῖκες.