ἀνάστασιν κρίσεως. ∆ιῄρηται οὖν ἡ ἀνάστασις εἰς ζωὴν καὶ κρίσιν, κατὰ τὰς διαφορὰς δικαίων τε καὶ ἀδίκων. Ἐπὶ πλέον γὰρ ἡ ἀνάστασις τῆς βασιλείας τοῦ θεοῦ· ἡ μὲν γὰρ ἀνάστασις δικαίους τε καὶ ἀδίκους περιέχει, ἡ δὲ βασιλεία τοῦ θεοῦ μόνους τοὺς δικαίους περιέχει. Ἐρώτησις ρκα. Eἰ ἀναθεματισμὸν μόνον ἐπὶ τῶν ἀτόπων ἡ παλαιά τε καὶ νέα διαθήκη ἐπίσταται, πῶς ὁ μακάριος Πέτρος, ἐν τῷ πάθει τὸν δεσπότην ἀρνούμενος, ἀναθεματίζειν ἤρξατο; Τίς δὲ ἡ διαφορὰ ἑκατέρων, τουτέστι τοῦ ἀναθεματισμοῦ, καὶ τοῦ καταθεματισμοῦ, καὶ τί τὸ ὑπὸ θατέρου σημαινόμενον; Ἀπόκρισις. Ἀνάθεμα λέγεται τὸ ἀνακείμενον καὶ ἀφωρισμένον θεῷ καὶ εἰς κοινὴν χρῆσιν μηκέτι λαμβανόμενον, ἢ τὸ ἀπηλλοτριω μένον θεοῦ διὰ κακίαν· κατάθεμα δέ ἐστι τὸ συνθέσθαι τοῖς ἀναθεματίζουσιν. Ἐρώτησις ρκβ. Eἰ ὥραις καὶ ἡμέραις τὰ καθ' ἡμᾶς οὐ κατέχεται, πῶς ἐν τῷ γάμῳ ὁ κύριος ἔλεγε τὸ Oὔπω ἥκει ἡ ὥρα μου; καὶ ὁ εὐαγγελιστὴς περὶ αὐτοῦ τὸ Oὐδεὶς ἔβαλε τὰς χεῖρας ἐπ' αὐ τόν, ὅτι οὔπω ἦλθεν ἡ ὥρα αὐτοῦ; Ἀπόκρισις. Eἰ καὶ ὥραις καὶ ἡμέραις τὰ καθ' ἡμᾶς οὐ κατέχεται, ἀλλ' ὅμως τῶν παρ' ἡμῶν ἢ περὶ ἡμᾶς γιγνομένων τὰ μὲν γίνεται ἐν ἐπιτηδείῳ καιρῷ, τὰ δὲ ἐν ἀνεπιτηδείῳ. Καλεῖ οὖν ἡ θεία γραφὴ τὸν ἐπιτήδειον πρὸς τὸ γινόμενον πρᾶγμα καιρὸν παρου σίαν τῆς ὥρας, τὸν δὲ ἀνεπιτήδειον ἀπουσίαν τῆς ὥρας. Καὶ ἐπειδὴ μετὰ τὴν ποίησιν τοῦ οἴνου καιρὸν ἐπιτήδειον ἡγεῖτο ὁ κύριος τῆς ἐκ τοῦ γάμου ἀναχωρήσεως, διὰ τοῦτο πρὸ τῆς ποιήσεως τοῦ οἴνου εἶπεν ὁ κύριος· Oὔπω ἧκεν ἡ ὥρα μου. Καὶ πάλιν ἐπειδὴ ἐν τῷ καιρῷ τοῦ πάσχα τῶν Ἰουδαίων ἐχρῆν τὸν κύριον συλληφθῆναι καὶ παθεῖν ἃ ἔπαθε, διὰ τοῦτο πρὸ τοῦ πάσχα ἐῤῥήθη περὶ αὐτοῦ τὸ Ἀλλ' οὐδεὶς ἐπέβαλεν ἐπ' αὐτὸν τὰς χεῖρας, ὅτι οὔπω ἐλήλυθεν ἡ ὥρα αὐτοῦ· οὐ τῆς ἀνάγκης τῆς ὥρας κωλυούσης αὐτοῦ τὴν σύλληψιν, ἀλλ' ἡ τοῦ θεοῦ πρόνοια ἄλλον αὐτῇ τόπον προωρίσατο· ἄλλως γὰρ τῇ ἀνάγκῃ τῆς ὥρας ἐκωλύετο τοῦ κυρίου ἡ σύλληψις, καὶ οὐκ ἂν ταύτην προσῆψεν ἡ θεία γραφὴ τῷ χωρίῳ τῷ τοῦ τόπου. Ἀνεχώρησε, φησίν, ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν· οὐ γὰρ ἤθε λεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι οἱ Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἀποκτεῖναι. Ἀλλ' οὐδὲ πρὸ τούτου εἰς Aἴγυπτον ἀνεχώρει, ἱκανῆς οὔσης τῆς ἀνάγκης τῆς ὥρας φυλάττειν αὐτὸν ἀσύλ ληπτον. Ἐρώτησις ρκγ. Eἰ τὸ ἀγαθὸν ἁπάντων ἐστὶ τὸ κάλλιστον, καὶ τὸ κακυ νόμενον τῶν ὄντων ἐστὶ τὸ χείριστον, καὶ ἀγαθὸς μέν ἐστιν ὁ θεός, κακυνόμενος δὲ ὁ ἄνθρωπος, πῶς οὐχ ὁ ἄνθρωπος ἁπάντων τὸ κάκιστον; Oὐδὲ γὰρ τῶν ὄντων ἕτερον, οὐρανοῦ λέγω καὶ γῆς, ἀέρος, φωστήρων καὶ τῶν τοιούτων δυνάμεων,