57
ὑπηκόους ἐκείνων, τὴν τῶν ἐφόρων δύναμιν ἐπὶ τῶν ἀνθρωπίνων πράξεων ἐνδεικνυμένους, οἷον Θρᾷκας μὲν ἅρπαγας καὶ ὠμοὺς διὰ τὴν τοῦ Ἄρεος ἐπικράτειαν, τοὺς δὲ πρὸς τῇ ἑῴᾳ θερμούς τινας καὶ χρυσοῦ ἐρῶντας καὶ περὶ τὸν τούτου πόρον ἀγρυπνοῦντας, οἷα ἡλιακοῖς δαίμοσιν ἐγκειμένους καὶ περὶ τὴν ἡλίῳ ἀνακειμένην ὕλην ἀναφερομένους. incert.3 Ὅτι ὁ Αὔγουστος καθελὼν Ἀντώνιον καὶ Κλεοπάτραν Γάϊον Κορνήλιον Γάλλον τῆς τὸ πρὶν μὲν Ἀερίας εἶτα Ποταμίας νῦν δὲ λεγομένης Αἰγύπτου προέστησεν, Αὐγουστάλιον αὐτὸν ἐκ τοῦ οἰκείου ὀνόματος καλεῖσθαι θεσπίσας, ταύτῃ καὶ Αὐγουσταλίους τοὺς ὑποφήτας τῶν ὑπάρχων καλεῖσθαι νόμος. ὅτι ἐν ταῖς κατὰ τὸ Παλάτιον τάξεσιν ἦσαν καὶ Αὐγουστάλιοι, οὓς Ἕλληνες σεβαστοφόρους καλοῦσι, τὰς τῶν θεῶν θήκας καὶ τοὺς τῶν βασιλέων τύπους φυλάττοντες καὶ τὴν τήβεννον. incert.4 Ὅτι Εὐριπίδης ἐν Ἑλένῃ περὶ Σειρήνων λέγει οὕτως· πτεροφόροι νεάνιδες παρθένοι Χθονὸς κόραι Σειρῆνες, ὁ δ' Ἀριστοτέλης ἐν πέπλῳ ὀνομάζεσθαι αὐτὰς λέγει Θελξιέπειαν Ἀγλαοφήμην Πασινόην. incert.5 Ὅτι Ῥωμαῖος ὁ Φάβιος καιρίως τρωθεὶς ἐπὶ τοῦ πρώτου Φοινικικοῦ πολέμου μετ' ὀργῆς ἐπὶ τὸν Ἀννίβαν ἐνεχθεὶς καὶ ἁρπάσας αὐτοῦ τὸ διάδημα ἐναπέθανεν αὐτῷ. ἐν τῷ Περσικῷ δέ φησιν ὁ Ἀριστείδης, ὅτι Λεωνίδης ὁ στρατηγὸς θεασάμενος τὸ τῶν Περσῶν πλῆθος ἐν Θερμοπύλαις ἐπῆλθεν ἐκ τοῦ ἐναντίου τοῖς πολεμίοις καὶ ἀπείροις περιπαρεὶς δόρασιν ἐπὶ Ξέρξην ἐπῆλθε καὶ περιελόμενος αὐτοῦ τὸ διάδημα ἐξέπνευσεν· ἀνατεμὼν δὲ αὐτὸν ὁ Πέρσης εὗρε τὴν καρδίαν αὐτοῦ ἐκ τῆς ἐμφύτου θέρμης τετριχωμένην. incert.6 Ὅτι ὁ Νουμᾶς δέκα παρθένους ἀνέθηκε τῇ Ἑστίᾳ εἰς φυλακὴν τοῦ παρ' αὐτῇ ἀθανάτου πυρός, καθάπερ ἐν Ἀθήναις ποτὲ ἐν τῷ τῆς Πολιάδος Ἀθηνᾶς ἀδύτῳ ὑπὸ ∆ευκαλίωνος λέγεται ἀθάνατον πῦρ ἀνατεθῆναι. εἰ οὖν συνέβη τὸ πῦρ ἄφνω ἀποσβεσθῆναι, ὁ μὲν ἀρχιερεὺς ῥάβδοις ἠμφιεσμέναις ἔπαιε τὰς παρθένους, συνθλίψει δὲ ξύλων ἀειθαλῶν ἀλλ' οὐ πυρὶ αὖθις ἀνήπτετο μετά τινων ἐπιλόγων τὸ πῦρ. κεῖνται δὲ τοῖς βουλομένοις τὰ λόγια παρὰ Τάγητι καὶ Καπίτωνι καὶ Πίσωνι. incert.7 Πέρας ἔλαβε τὰ Φοντηΐῳ τῷ Ῥωμαίῳ ῥηθέντα ποτέ· ἐκεῖνος γὰρ στίχους δοθέντας τινὰς δῆθεν Ῥωμύλῳ ποτὲ πατρίοις ῥήμασιν ἀναφέρει, τοὺς ἀναφανδὸν προλέγοντας, τότε Ῥωμαίους τὴν τύχην ἀπολείψειν, ὅταν αὐτοὶ τῆς πατρίου φωνῆς ἐπιλάθωνται. καὶ τὸν μὲν λεγόμενον χρησμὸν τοῖς περὶ μηνῶν γραφεῖσιν ἐντεθείκαμεν. incert.8 Ὅτι Ἀσωνίδης ἐρασθεὶς αὐτῆς (τῆς Νιόβης) μὴ πεισθείσης τὸν οἶκον ἐνέπρησεν· ἡ δὲ φεύγουσα εὔξατο λιθωθῆναι καὶ ἐλιθώθη. incert.9 Ὅτι κάρμινα παρὰ Ῥωμαίοις λέγεται τὰ ἔπη καὶ Καρμεντία ἡ μαντεία. incert.10 Ὅτι δηλάτορας τοὺς διαβόλους καὶ συκοφάντας καλοῦσι Ῥωμαῖοι. incert.11 Φορτοῦνα παρὰ Ῥωμαίοις ἡ εὐδαιμονία. incert.12 Σπόρτα παρὰ αὐτοῖς ἡ σπυρίς, ἣ καὶ φίσκος καλεῖται, κἂν διαφέρωσι τῷ φίσκον μὲν καλεῖσθαι τὴν ῥαβδωτὴν πλεκτάνην, σπόρταν δὲ τὴν φλοιώδη. ἔστι δὲ καὶ ἑτέρα κατασκευὴ σπυρίδος, ἀντὶ πίλου τῇ κεφαλῇ ἐπιτιθεμένη, καλεῖται δὲ παρ' Ἰταλοῖς κάμελα, ἐξ οὗ καὶ καμελαύκια. FRAGMENTA LIBRIS DE MENSIBUS FALSO TRIBUTA. spur.1 Τοὺς σκηπτοὺς οἱονεὶ κεραυνοὺς οἱ φιλόσοφοί φασι γενέσθαι, ὅταν ῥῆξις νεφῶν γένηται· τῆς γὰρ παρακειμένης αὐτοῖς γεώδους οὐσίας ἐξαφθείσης τὸ ἐξαφθὲν ὑπὸ τῆς ῥιπῆς ἐπὶ τὴν γῆν μετὰ ῥοίζου φέρεται. καὶ ἐὰν μὲν ὑγρὰ τυγχάνῃ ὄντα τὰ νέφη, ἅμα τῇ καταφορᾷ σβέννυται, εἰ δὲ γεωδέστερα, πυροειδεῖς ἐκθλίβονται. δύο δὲ εἴδη κεραυνῶν εἶναί φασιν, ὧν ὁ μὲν ὀξὺς καὶ μανὸς καὶ διάπυρος ἀργὴς ὀνομάζεται, ὁ δὲ βραδὺς καὶ καπνώδης ψολόεις· καὶ ὁ μὲν διὰ τὴν λεπτότητα καὶ πρὶν ἐκπυρῶσαι φερόμενος οἴχεται διὰ τάχους, ὡς μηδὲ ἐπιφλέξαι τι τῶν ἀραιοτέρων, ὁ δὲ βραδύτερος ἱκανὸς μὲν