1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

57

αὐτοῦ οὐχὶ μόνα θέλοντος, ἃ φυσικῶς ὡς θεὸς ἤθελεν (οὐ γὰρ θεότητος τὸ θέλειν φαγεῖν, πιεῖν καὶ τὰ τοιαῦτα), ἀλλὰ καὶ τὰ συστατικὰ τῆς ἀνθρωπίνης φύσεως, οὐκ ἐναντιότητι γνώμης, ἀλλ' ἐν ἰδιότητι τῶν φύσεων· τότε γὰρ ταῦτα φυσικῶς ἤθελεν, ὅτε ἡ θεία αὐτοῦ θέλησις ἤθελε καὶ παρεχώρει τῇ σαρκὶ πάσχειν καὶ πράττειν τὰ ἴδια. Ὅτι δὲ φυσικῶς πρόσεστι τῷ ἀνθρώπῳ ἡ θέλησις, ἐντεῦθεν δῆλον. Ὑπεξαιρουμένης τῆς θείας τρία εἴδη ζωῆς εἰσιν· ἡ φυτική, ἡ αἰσθητική, ἡ νοερά. Τῆς μὲν οὖν φυτικῆς ἴδιον ἡ θρεπτική, ἡ αὐξητική, ἡ γεννητικὴ κίνησις· τῆς δὲ αἰσθητικῆς ἡ καθ' ὁρμὴν κίνησις· τῆς δὲ λογικῆς καὶ νοερᾶς ἡ αὐτεξούσιος. Εἰ οὖν κατὰ φύσιν πρόσεστι τῇ φυτικῇ ἡ θρεπτικὴ καὶ τῇ αἰσθητικῇ ἡ καθ' ὁρμὴν κίνησις, κατὰ φύσιν ἄρα πρόσεστι καὶ τῇ λογικῇ καὶ νοερᾷ ἡ αὐτεξούσιος· αὐτεξουσιότης δὲ οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ ἡ θέλησις· γεγονὼς τοίνυν ὁ λόγος σὰρξ ἔμψυχος, νοερὰ καὶ αὐτεξούσιος, γέγονε καὶ θελητικός. Ἔτι δὲ καὶ ἀδίδακτά εἰσι τὰ φυσικά· οὐδεὶς γὰρ λογίζεσθαι ἢ ζῆν ἢ πεινῆν ἢ διψῆν ἢ ὑπνοῖν μανθάνει. Οὔτε δὲ θέλειν μανθάνομεν· ὥστε φυσικὸν τὸ θέλειν. Καὶ πάλιν· Εἰ ἐν τοῖς ἀλόγοις ἄγει μὲν ἡ φύσις, ἄγεται δὲ ἐν τῷ ἀνθρώπῳ ἐξουσιαστικῶς κατὰ θέλησιν κινουμένῳ, ἄρα φύσει θελητικὸς ὁ ἄνθρωπος. Καὶ πάλιν· Εἰ κατ' εἰκόνα τῆς μακαρίας καὶ ὑπερουσίου θεότητος ὁ ἄνθρωπος γεγένηται, αὐτεξούσιος δὲ φύσει καὶ θελητικὴ ἡ θεία φύσις, ἄρα καὶ ὁ ἄνθρωπος ὡς αὐτῆς εἰκὼν αὐτεξούσιος φύσει καὶ θελητικός. Τὸ γὰρ αὐτεξούσιον θέλησιν ὡρίσαντο οἱ πατέρες. Ἔτι δὲ εἰ πᾶσιν ἀνθρώποις ἐνυπάρχει τὸ θέλειν καὶ οὐ τοῖς μὲν ὑπάρχει, τοῖς δὲ οὐκ ἐνυπάρχει, τὸ δὲ κοινῶς πᾶσιν ἐνθεωρούμενον φύσιν χαρακτηρίζει ἐν τοῖς ὑπ' αὐτὸ ἀτόμοις, ἄρα φύσει θελητικὸς ὁ ἄνθρωπος. Καὶ αὖθις· Εἰ τὸ μᾶλλον καὶ ἧττον ἡ φύσις οὐκ ἐπιδέχεται, ἐπίσης δὲ πᾶσιν ἐνυπάρχει τὸ θέλειν καὶ οὐ τοῖς μὲν πλέον, τοῖς δὲ ἔλαττον, ἄρα φύσει θελητικὸς ὁ ἄνθρωπος· ὥστε εἰ φύσει θελητικὸς ὁ ἄνθρωπος, καὶ ὁ κύριος, οὐ μόνον καθὸ θεός, ἀλλὰ καὶ καθὸ ἄνθρωπος γέγονε, φύσει θελητικός ἐστιν. Ὥσπερ γὰρ τὴν ἡμετέραν φύσιν ἀνέλαβεν, οὕτω καὶ τὸ ἡμέτερον θέλημα φύσει ἀνείληφεν, καὶ κατὰ τοῦτο οἱ πατέρες τὸ ἡμέτερον ἐν αὐτῷ τυπῶσαι αὐτὸν ἔφησαν θέλημα. Εἰ φυσικὸν οὐκ ἔστι τὸ θέλημα, ἢ ὑποστατικὸν ἔσται ἢ παρὰ φύσιν· ἀλλ' εἰ μὲν ὑποστατικόν, ἑτερόβουλος οὕτω γε ἔσται ὁ υἱὸς τῷ πατρί· μόνης γὰρ ὑποστάσεως χαρακτηριστικὸν τὸ ὑποστατικόν· εἰ δὲ παρὰ φύσιν, ἔκπτωσις τῆς φύσεως ἔσται τὸ θέλημα· φθαρτικὰ γὰρ τῶν κατὰ φύσιν τὰ παρὰ φύσιν. Ὁ τῶν ὅλων θεὸς καὶ πατὴρ καθὸ πατὴρ θέλει ἢ καθὸ θεός. Ἀλλ' εἰ μὲν καθὸ πατήρ, ἄλλο αὐτοῦ ἔσται παρὰ τὸ τοῦ υἱοῦ θέλημα· οὐ γὰρ πατὴρ ὁ υἱός. Εἰ δὲ καθὸ θεός, θεὸς δὲ ὁ υἱός, θεὸς δὲ καὶ τὸ πνεῦμα τὸ ἅγιον· ἄρα τὸ θέλημα φύσεως ἤγουν φυσικόν. Ἔτι εἰ κατὰ τοὺς πατέρας, ὧν τὸ θέλημα ἕν, τούτων καὶ ἡ οὐσία μία, ἓν δὲ θέλημα τῆς θεότητος τοῦ Χριστοῦ καὶ τῆς ἀνθρωπότητος αὐτοῦ, ἄρα μία καὶ ἡ αὐτὴ τούτων ἔσται καὶ ἡ οὐσία. Καὶ πάλιν· Εἰ κατὰ τοὺς πατέρας ἡ τῆς φύσεως διαφορὰ τῷ ἑνὶ θελήματι οὐ διαφαίνεται, ἀνάγκη ἢ ἓν θέλημα λέγοντας φυσικὴν ἐν Χριστῷ μὴ λέγειν διαφορὰν ἢ φυσικὴν λέγοντας διαφορὰν ἓν θέλημα μὴ λέγειν. Καὶ αὖθις· Εἰ, καθώς φησι τὸ θεῖον εὐαγγέλιον, ἐλθὼν ὁ κύριος εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος «καὶ εἰσελθὼν εἰς οἶκον οὐδένα ἠθέλησε γνῶναι καὶ οὐκ ἠδυνήθη λαθεῖν», εἰ τὸ θεῖον αὐτοῦ θέλημα παντοδύναμον, θελήσας δὲ λαθεῖν οὐ δεδύνηται, ἄρα καθὸ ἄνθρωπος θελήσας οὐκ ἠδυνήθη καὶ θελητικὸς ἦν καὶ καθὸ ἄνθρωπος. Καὶ πάλιν· «Ἐλθών», φησίν, «εἰς τὸν τόπον» «εἶπε· ∆ιψῶ». «Καὶ ἔδωκαν αὐτῷ οἶνον μετὰ χολῆς μεμιγμένον, καὶ γευσάμενος οὐκ ἠθέλησε πιεῖν». Εἰ μὲν οὖν καθὸ θεὸς ἐδίψησε καὶ γευσάμενος οὐκ ἠθέλησε πιεῖν, ἐμπαθὴς ἄρα καθὸ θεός· πάθος γὰρ ἥ τε δίψα καὶ ἡ γεῦσις. Εἰ δὲ οὐ καθὸ θεός, πάντως καθὸ ἄνθρωπος θελητικὸς ἦν. Καὶ ὁ μακάριος δὲ Παῦλος ὁ ἀπόστολος· «Γενόμενος», φησίν, «ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ». Ἡ ὑπακοὴ τοῦ ὄντος θελήματός ἐστιν ὑποταγή, οὐ τοῦ μὴ ὄντος· οὐ γὰρ τὸ ἄλογον ὑπήκοον ἢ