1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

57

ὁμοίως καὶ ἀποβλήτων· ἀλλὰ ζῶμεν οὕτως ἁπλῶς καὶ σχεδίως, καὶ μικρόν τι τῶν θηρίων, οἷς ὁ βίος ἄσκευος καὶ ἀνεπιτήδευτος, διαφέροντες. Κρείσσων πενίη ἐπαινετὴ πλούτοιο κακίστου. ∆εινὸν πείνεσθαι, χεῖρον δ' εὐπορεῖν κακῶς. Ὄψον σοι γενέσθω ἡ ἔνδεια, καὶ τὸ μὴ ἐπιβαλεῖν κόρον τῷ κόρῳ, μηδὲ ἀμβλύνειν τῇ κραιπάλῃ τὴν ὄρεξιν. Ὁ τὴν ἡμέραν διδοὺς, καὶ τὰ εἰς τὴν ἡμέραν σοι δώσει. Τὸ καλῶς ἔχειν ὀλίγα, πολὺ τιμιώτερον τοῦ κακῶς ἔχειν πολλά. Ἡ εὐτελὴς δίαιτα κυλιομένη, καὶ προκόπτουσα, ἐπὶ πολὺ καταλύει τὰ τῆς πορνείας μαθήματα. Σιτίοις χρῶ, μὴ τοῖς ἡδέσιν, ἀλλὰ τοῖς ὠφελίμοις. Ὁ σπουδαῖος ὀλιγοδεὴς, ἀθανάτου καὶ θνητῆς φύσεως μεθόριος· τὸ μὲν ἐπιδεὲς ἔχων, διὰ σῶμα θνητὸν, τὸ δὲ μὴ πολυδεὲς, διὰ ψυχὴν ἐφιεμένην ἀθανασίας.

ΤΙΤΛ. ΚΖʹ. -Περὶ ἀπάτης κατ' οἰκονομίαν γινομένης καὶ ὅτι ἀπάτη δόλου

ἀμοιροῦσα, ἔπαινον προξενεῖ τῷ δεδρακότι. «Εἶπε Ῥεβέκκα πρὸς Ἰακὼβ τὸν υἱὸν αὐτῆς τὸν νεώτερον· Ἰδοὺ ἐγὼ ἤκουσα

λαλοῦντος τοῦ πατρός σου πρὸς Ἡσαῦ τὸν ἀδελφόν σου, λέγοντος· Ἔνεγκέ μοι θήραν, καὶ ποίησόν μοι ἐδέσματα· καὶ φαγὼν εὐλογήσω σε ἐναντίον Κυρίου πρὸ τοῦ ἀποθανεῖν με. Νῦν οὖν, υἱὲ, ἄκουσόν μου, καθὰ ἐγώ σοι ἐντέλλομαι, καὶ πορευθεὶς εἰς τὰ πρόβατα, λάβε μοι ἐκεῖθεν δύο ἐρίφους ἁπαλοὺς καὶ καλοὺς, καὶ ποιήσω αὐτοὺς ἐδέσματα τῷ πατρί σου, καὶ φάγεται, ὅπως εὐλογήσῃ σε ὁ πατήρ σου πρὸ τοῦ αὐτὸν ἀποθανεῖν. Εἶπε δὲ Ἰακὼβ πρὸς Ῥεβέκκαν τὴν μητέρα αὐτοῦ· Ἔστιν ὁ ἀδελφός μου ἀνὴρ δασὺς, ἐγὼ δὲ ἀνὴρ λεῖος. Μήποτε ψηλαφήσῃ με ὁ πατήρ μου, καὶ ἔσομαι ἐναντίον αὐτοῦ ὡς καταφρονῶν· καὶ ἐπάξω ἐπ' ἐμαυτὸν κατάραν, καὶ οὐκ εὐλογίαν. Εἶπε δὲ μήτηρ· Ἐπ' ἐμὲ ἡ κατάρα σου, τέκνον· μόνον ὑπάκουσον τῆς φωνῆς μου. Καὶ πορευθεὶς ἔνεγκε τῇ μητρὶ αὐτοῦ· καὶ λαβοῦσα Ῥεβέκκα τὴν στολὴν Ἡσαῦ τοῦ υἱοῦ αὐτῆς τοῦ πρεσβυτέρου τὴν καλὴν, ἣ ἦν παρ' αὐτὴν ἐν τῷ οἴκῳ, ἐνέδυσε Ἰακὼβ τὸν υἱὸν αὐτῆς τὸν νεώτερον, καὶ τὰ δέρματα τῶν ἐρίφων περιέθηκε περὶ τοὺς βραχίονας αὐτοῦ, καὶ ἐπὶ τὰ γυμνὰ τοῦ τραχήλου αὐτοῦ, καὶ ἔδωκε τὰ ἐδέσματα εἰς τὰς χεῖρας Ἰακὼβ τοῦ υἱοῦ αὐτῆς, καὶ εἰσήνεγκεν τῷ πατρὶ αὐτοῦ.» 95.1225 «Ῥαχὴλ ἔλαβε τὰ εἴδωλα, καὶ ἐπέβαλεν αὐτὰ εἰς τὰ σάγματα τῆς καμήλου, καὶ ἐπεκάθισεν αὐτοῖς, καὶ εἶπε τῷ πατρὶ αὐτῆς· Οὐ δύναμαι ἀναστῆναι ἐνώπιόν σου, ὅτι ὁ κατεθισμὸς τῶν γυναικείων μοῦ ἐστιν.» «Ἀπηγγέλη τῇ Θάμαρ λέγοντες· Ἰδοὺ ὁ πενθερός σου ἀναβαίνει κεῖραι τὰ πρόβατα αὐτοῦ. Καὶ ἀφελομένη τὰ ἱμάτια τῆς χηρεύσεως αὐτῆς, περιέβαλε τὸ θέριστρον, καὶ ἐκαλλωπίσατο, καὶ ἐκάθισεν ἐν παρόδῳ Θαμνᾷ. Εἶδε γὰρ ὅτι μέγας γέγονε Σηλώμ· αὐτὸς δὲ οὐ δέδωκεν αὐτὸν εἰς γυναῖκα. Καὶ ἰδὼν Ἰούδας αὐτὴν, ἐξέκλινε πρὸς αὐτὴν, καὶ εἶπεν αὐτῇ· Ἔασόν με εἰσελθεῖν πρὸς σέ. Οὐ γὰρ ἔγνω, ὅτι νύμφη αὐτοῦ ἐστιν. Ἡ δὲ εἶπε· Τί μοι δώσεις, ἐὰν εἰσέλθῃς πρός με; Ὁ δὲ εἶπεν· Ἐγώ σοι ἀποστέλλω ἔριφον αἰγῶν ἐκ τῶν προβάτων μου. Ἡ δὲ εἶπε· ∆ὸς ἀῤῥαβῶνα, ἕως οὐ ἀποστεῖλαί σε. Ὁ δὲ εἶπε· Τίνα δώσω σοι ἀῤῥαβῶνα. Ἡ δὲ εἶπε· Τὸ δακτύλιόν σου, καὶ τὸν ὁρμίσκον, καὶ τὴν ῥάβδον τὴν ἐν τῇ χειρί σου. Καὶ ἔδωκεν αὐτῇ, καὶ εἰσῆλθε πρὸς αὐτὴν, καὶ ἐν γαστρὶ ἔλαβεν παρ' αὐτοῦ.» Σχόλιον. Τρεῖς υἱοὺς ἔσχεν ὁ τῆς Θάμαρ πενθερὸς Ἰούδας, καὶ τοὺς δύο καθ' ἕνα ἦν συνάψας αὐτῇ. Καὶ ὡς ἄπαιδες ἐτελεύτησαν, παρῃτήσατο τὸν τρίτον αὐτοῦ συνάψαι αὐτῇ υἱὸν, εὐλαβηθεὶς μήποτε καὶ αὐτὸς τελευτήσῃ. Θάμαρ οὖν εἰς τὸ τῆς ἀτεκνίας ὄνειδος περιπεσοῦσα, καὶ τὸν ἀπὸ τῆς πορνείας κίνδυνον ὑφορωμένη, οἰκονομίᾳ χρησαμένη κατὰ τοῦ αὑτῆς πενθεροῦ, ἐμίχθη αὐτῷ, καὶ τίκτει ἐξ αὐτοῦ παῖδας δύο, τὸν Φαρὲς καὶ τὸν Ζαρᾶ. «Εἶπεν ἡ ἀδελφὴ Μωϋσῇ τῇ θυγατρὶ Φαραώ· Θέλεις καλέσω σοι γυναῖκα τροφεύουσαν ἐκ τῶν Ἑβραίων, καὶ θηλάσει σοι τὸ παιδίον; Καὶ εἶπεν αὐτῇ ἡ θυγάτηρ Φαραῶ, Πορεύου. Ἐλθοῦσα δὲ ἡ νεᾶνις, ἐκάλεσε τὴν μητέρα τοῦ παιδίου. Εἶπε δὲ πρὸς αὐτὴν ἡ θυγάτηρ Φαραῶ· ∆ιατήρησόν μοι τὸ