καταποντώσαντες. λέγεται γὰρ Ἑλληνικοῖς 150 ὀργίοις κατόχους ὄντας, τὸν Ἑλληνικὸν τρόπον θυσίας καὶ χοὰς τοῖς ἀποιχομένοις τελεῖν, εἴτε πρὸς Ἀναχάρσεως ταῦτα καὶ Ζαμόλξιδος, τῶν σφετέρων φιλοσόφων, μυηθέντες, εἴτε καὶ πρὸς τῶν τοῦ Ἀχιλλέως ἑταίρων. Ἀῤῥιανὸς γάρ φησιν ἐν τῷ Περίπλῳ, Σκύθην Ἀχιλλέα τὸν Πηλέως πεφηνέναι, ἐκ τῆς Μυρμηκιῶνος καλουμένης πολίχνης, παρὰ τὴν Μαιῶτιν λίμνην κειμένης· ἀπελαθέντα δὲ πρὸς τῶν Σκυθῶν διὰ τὸ ἀπηνὲς, ὠμὸν, καὶ αὔθαδες τοῦ φρονήματος, αὖθις Θετταλίαν οἰκῆσαι. τεκμήρια τοῦ λόγου σαφῆ ἥ, τε τῆς ἀμπεχόνης σὺν τῇ πόρπῃ σκευὴ, καὶ ἡ πεζομαχία, καὶ ἡ πυρσὴ κόμη, καὶ οἱ γλαυκιῶντες ὀφθαλμοὶ, καὶ τὸ ἀπονενοημένον, καὶ θυμοειδὲς, καὶ ὠμόν· ἃ καὶ ὀνειδίζων Ἀγαμέμνων ἐπέσκωπτεν, οὑτωσὶ λέγων· Αἰεὶ γάρ τοι ἔρις τε φίλη, πόλεμοί τε, μάχαι τε. φόνῳ γὰρ εἰσέτι καὶ αἵματι τὰ νείκη Ταυροσκύθαι διακρίνειν εἰώθασιν. ὅτι δὲ τὸ ἔθνος ἀπονενοημένον, καὶ μάχιμον, καὶ κραταιὸν, πᾶσι τοῖς ὁμόροις ἐπιτιθέμενον ἔθνεσι, μαρτυροῦσι πολλοὶ, καὶ ὁ θεῖος δὲ Ἰεζεκιὴλ, μνήμην τούτου ποιούμενος, ἐν οἷς ταῦτά φησιν· Ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ τὸν Γὼγ καὶ Μαγὼγ, ἄρχοντα Ῥώς. Ἀλλ' ἀπόχρη μὲν ταῦτα περὶ τῶν Ταύρων ἐναγισμῶν. ζʹ. Τότε δὲ ἤδη διανισχούσης ἡμέρας βουλὴν ὁ Σφενδοσθλάβος τῶν ἀρίστων ἐκάθιζεν, ἣν καὶ κομέντον τῇ σφετέρῳ διαλέκτῳ φασίν. ἄρτι δὲ συναθροισθέντων περὶ αὐτὸν, καὶ ὅ,τι 151 δεῖ καὶ δρᾷν πρὸς αὐτοῦ διερωτηθέντων, οἱ μὲν ἀωρὶ συνεβούλευον τῶν νυκτῶν, ἐπιβάντες τῶν πλοίων, πάσῃ μηχανῇ κλέψαι τὴν φυγήν· μὴ γὰρ οἵους τε καθεστάναι ἱππόταις πανσιδήροις ἀνδράσι συμπλέκεσθαι, ἀποβαλόντας καὶ ταῦτα τοὺς πρωταγωνιστὰς, ὑφ' ὧν τὸ στρατόπεδον ἀνεῤῥώννυτο, καὶ οἱ θυμοὶ τῶν ἀνδρῶν παρεθήγοντο. οἱ δὲ τοὔμπαλιν δεξιὰς ἐμβάλλειν Ῥωμαίοις ἐξυνεβούλευον, καὶ πίστεις λαμβάνειν, καὶ οὕτω διασώζειν τὴν περιλειφθεῖσαν στρατιάν. οὐδὲ γὰρ ἔχειν εὐχερῶς κλέψαι τὸν ἀπόπλουν, τῶν πυρφόρων νεῶν παρὰ τοῦ Ἴστρου ἄνδηρα ἑκατέρωθεν φρουρουσῶν τὰ πορθμεῖα, ὡς, ἡνίκα πειραθεῖεν ἐκπλεῦσαι τὸν ποταμὸν, πυρπολήσειν ἐξαυτῆς ἅπαντα. ὁ δὲ Σφενδοσθλάβος, μύχιον καὶ πικρὸν ἀνοιμώξας, οἴχεται τὸ κλέος, ἔφη, ὃ τῇ Ῥωσικῇ πανοπλίᾳ συνείπετο, τὰ πρόσοικα καταστρεφομένῃ ἔθνη ἀπονητὶ, καὶ χώρας ὅλας ἀνδραποδιζομένῃ ἀναιμωτὶ, εἰ νῦν ἀκλεῶς Ῥωμαίοις ὑπείξομεν. ἀλλὰ γὰρ, τὴν ἐκ προγόνων ἀνειληφότες ἀρετὴν, ἀναλογισάμενοί τε, ὡς ἀκαταγώνιστος ἡ Ῥωσικὴ μέχρι καὶ τήμερον καθέστηκεν ἀλκὴ, ἐκθύμως ὑπὲρ τῆς σφῶν σωτηρίας διαγωνισώμεθα. οὐδὲ γὰρ ἔθιμον ἡμῖν φεύγουσιν ἐς τὴν πατρίδα φοιτᾷν, ἀλλ' ἢ νικῶντας ζῇν, ἢ εὐκλεῶς τελευτᾷν, ἔργα ἐπιδεδειγμένους γενναίων ἀνδρῶν. τοσαῦτα μὲν ὁ Σφενδοσθλάβος ἐβούλευσεν. ηʹ Λέγεται δὲ καὶ τοῦτο περὶ Ταυροσκυθῶν, μήποτε μέχρι καὶ νῦν ἑαυτοὺς ἐγχειρίζειν τοῖς δυσμενέσιν ἡττωμένους· ἀλλ' ἤδη τῆς σωτηρίας ἀπαγορεύσαντας ὠθεῖν τε κατὰ τῶν σπλάγχνων 152 τὰ ξίφη, καὶ οὕτως ἑαυτοὺς ἀναιρεῖν. τοῦτο δὲ πράττουσι, δόξαν κεκτημένοι τοιαύτην· φασὶ γὰρ τοὺς πρὸς τῶν ἐναντίων κατακτεινομένους ἐν τοῖς πολέμοις, μετὰ τὸν μόρον καὶ τὴν ἐκ τῶν σωμάτων διάζευξιν τῶν ψυχῶν ἐν ᾅδου τοῖς αὐθένταις ὑπηρετεῖν. Ταυροσκύθαι δὲ, τὴν τοιαύτην δεδιότες λατρείαν, ἀποστυγοῦντες δὲ καὶ τοῖς ἀναιροῦσιν αὐτοὺς ἐξυπηρετεῖν, τῆς ἑαυτῶν σφαγῆς αὐτόχειρες γίνονται. ἀλλὰ τοιαύτη μὲν ἡ ἐπικρατήσασα ἐν αὐτοῖς δόξα. τότε δὲ, τῶν τοῦ ἄρχοντος λόγων ἀκούσαντες, φιλοψυχότατα τὸν ὑπὲρ τῆς σφῶν σωτηρίας αἱρεῖσθαι κίνδυνον κατετίθεντο, ἐκθύμως τε πρὸς τὴν Ῥωμαϊκὴν ἀντιτάξασθαι δύναμιν. τῇ γοῦν