φασι τὸν σουλτάνον διὰ τὸ μὴ ἀξιόλογον ἔχειν δύναμιν καὶ περιμένειν τοὺς κατόπιν αὐτοῦ βαδίζοντας, καὶ τῷ προσχήματι τῆς εἰρήνης μετεωρίζειν τὸν χρόνον, ὡς ἂν ἐπικαταλάβοι τὸ ὑστεροῦν τῆς δυνάμεως. τοῦτο ῥηθὲν διανίστησι τὸν βασιλέα πρὸς πόλεμον. καὶ οἱ μὲν Τοῦρκοι κατὰ σφᾶς αὐτοὺς τὰ τῆς εἰρήνης ἐπραγματεύοντο, ὁ δὲ βασιλεὺς σαλπίσας τὸ ἐνυάλιον τὸν μόθον παραλόγως ἐκράτησε. καταλαβοῦσα δ' ἡ φήμη τοὺς ἐναντιοὺς ἐξέπληξε. τέως δ' οὖν καθοπλισάμενοι καὶ αὐτοὶ τὸ μὲν ἄχρηστον πλῆθος εἰς τοὐπίσω προήλαυνον, αὐτοὶ δὲ κατόπιν φαντασίαν ἐδίδουν πολεμικῆς ἀντιπαρατάξεως. τὸ δὲ πλεῖστον φυγή τις κατεῖχεν αὐτούς, συντεταγμένας 161 ἰδόντας τὰς τῶν Ῥωμαίων φάλαγγας ἐν τάξει καὶ κόσμῳ καὶ πολεμικῷ παραστήματι. καὶ οἱ μὲν προῄεσαν εἰς τοὐπίσω, ὁ δὲ βασιλεὺς κατόπιν αὐτῶν πανστρατιᾷ ἐπεδίωκεν, ἕως ἄρα δείλη ὀψία κατέλαβεν. ἐπεὶ δ' ὁ βασιλεὺς τοὺς ἀντιτεταγμένους καὶ ἀντιπολεμοῦντας οὐκ εἶχε, τὴν δὲ παρεμβολὴν ἐψιλωμένην στρατιωτῶν καὶ πεζοφυλάκων ἐγίνωσκε, διὰ τὸ μηδ' εὐπορεῖν ἱκανοῦ πλήθους ὥστε καὶ παρατάξεις ἐνταῦθα καταλιπεῖν, ἤδη προεξαντληθέντων τῶν πλείστων, ὡς προδιείληπται, ἔγνω μὴ πλεῖον ἐπιτεῖναι τὴν δίωξιν, ἵνα μὴ λόχον πεποιηκότες οἱ Τοῦρκοι ἀφυλάκτῳ ταύτῃ ἐπίθωνται, καὶ ἅμα διασκοπῶν ὡς εἰ πλεῖον ἐκμακρυνθείη, καταλήψεται τοῦτον ἐν τῇ ἐπανόδῳ ἡ νύξ, καὶ τηνικαῦτα οἱ Τοῦρκοι παλίντροπον θήσουσι τὴν φυγήν, ἑκηβόλοι τυγχάνοντες. διὰ ταῦτα καὶ τὴν βασιλικὴν σημαίαν ἐπιστρέψας νόστου ἐπιμνησθῆναι διήγγελλεν. οἱ δὲ πόρρω τὰς φάλαγγας ἔχοντες στρατιῶται, τὴν ἐπιστροφὴν τῆς βασιλικῆς σημαίας ἰδόντες, ᾠήθησαν ἥττῃ τὸν βασιλέα περιπεσεῖν. ὡς δ' οἱ πολλοὶ πληροφοροῦσιν, ὅτι τῶν ἐφεδρευόντων αὐτῷ τις, ἐξάδελφος ὢν τῷ τοῦ βασιλέως προγονῷ Μιχαήλ, προβεβουλευμένην ἔχων τὴν κατὰ τούτου ἐπιβουλήν, αὐτὸς τὸν τοιοῦτον λόγον τοῖς στρατιώταις διέσπειρε, καὶ ταχὺ τοὺς οἰκείους ἀναλαβὼν (ἐμπεπίστευτο γὰρ παρὰ τῆς τοῦ βασιλέως καλοκαγαθίας οὐ μικρόν τι μέρος λαοῦ) φυγὰς εἰς 162 τὴν παρεμβολὴν ἐπανέδραμε. μιμησάμενοι δὲ τοῦτον οἱ πλησιέστεροι λόχοι εἷς καθ' ἕνα τὴν φυγὴν ἀμαχητὶ διεδέξαντο, κἀκείνους ἕτεροι. καὶ οὕτως ὁ βασιλεὺς ἰδὼν τὸ παράλογον τῆς ἐξαγωνίου φυγῆς, ἔστη μετὰ τῶν περὶ αὐτόν, τὴν τῶν οἰκείων φυγήν, ὡς ἔθος, ἀνακαλούμενος. ἦν δὲ ὁ ἐπακούων οὐδείς. τῶν δ' ἐναντίων οἱ ἐπὶ λόφων ἱστάμενοι, τὸ τῶν Ῥωμαίων ἰδόντες ἐξαίφνης ἀτύχημα, τῷ σουλτάνῳ καταγγέλλουσι τὸ γενόμενον, καὶ τὴν ἐπιστροφὴν αὐτῷ κατεπείγουσιν. εὐθὺς οὖν ἐπανελθόντος αὐτοῦ μάχη τις ἀθρόον τῷ βασιλεῖ προσρήγνυται· καὶ κελεύσας τοὺς ἀμφ' αὐτὸν μὴ ἐνδοῦναι μηδὲ μαλακόν τι παθεῖν, ἠμύνατο μὲν ἐρρωμένως μέχρι πολλοῦ. ἐν δὲ τῷ μέσῳ τῆς τῶν ἄλλων φυγῆς περιαντλησάσης ἔξω τὸν χάρακα, συμμιγής τις ἦν ἐκ πάντων βοὴ καὶ ἄτακτος δρόμος, καὶ λόγος οὐδεὶς ἀπηγέλλετο καίριος, τῶν μὲν λεγόντων ἰσχυρῶς ἀντιπαρατάξασθαι τὸν βασιλέα μετὰ τῶν ὑπολελειμμένων αὐτῷ καὶ τοὺς βαρβάρους τρέψασθαι, τῶν δὲ σφαγὴν ἢ ἅλωσιν καταγγελλόντων αὐτοῦ, καὶ ἄλλων ἄλλα συνειρόντων καὶ παλίντροπον ἑκατέρου μέρους τὴν νίκην καταλεγόντων, ἕως ἤρξαντο καὶ τῶν σὺν αὐτῷ Καππαδοκῶν πολλοὶ κατὰ μοίρας τινὰς ἐκεῖσε ἀποφοιτᾶν. εἰ δέ τι καὶ αὐτὸς τοῖς φεύγουσιν ἀντίξους γεγονὼς πολλοὺς ἠμυνάμην, τὴν ἀνάκλησιν ἐπιτρέπων τῆς ἥττης, ἕτεροι λεγέτωσαν. τὸ δὲ μετὰ τοῦτο καὶ τῶν βασιλικῶν ἵππων πολλοὶ μετὰ τῶν 163 ἵππων ἐπαναστρέφοντες μὴ ἰδεῖν τὸν βασιλέα, τί γέγονεν, ἐρωτώμενοι ἀπεκρίναντο. καὶ ἦν σεισμὸς οἷος καὶ ὀδυρμὸς καὶ πόνος καὶ φόβος ἀκίχητος, καὶ ἡ κόνις αἰθέριος, καὶ τέλος οἱ Τοῦρκοι πανταχόθεν ἡμῖν περιρρέοντες. ὅθεν καὶ ὡς εἶχεν ἕκαστος ὁρμῆς ἢ σπουδῆς ἢ ἰσχύος, φυγῇ τὴν ἑαυτοῦ σωτηρίαν ἐπίστευσεν. οἱ δ' ἐναντίοι κατόπιν διώκοντες οὓς μὲν ἀνεῖλον οὓς δὲ ζωγρίᾳ εἷλον, ἑτέρους δὲ