θηρίων, ἀλλ' ἡ ὕλη ἴσως ἣν οὐκ ὂν ὁ λόγος ἀπέδειξεν. ἀναστήσεται οὖν τὰ ἡμέτερα σώματα καὶ οὐδὲν ἔσται τὸ κωλῦον διὰ τὸ μὴ ὡρισμένην τὴν ἐν αὐτοῖς ὕλην ὑπάρχειν. Τοῦ αὐτοῦ· τίνα τρόπον ὁ Πλάτων οἴεται εἰσοικίζεσθαι τὰς ψυχὰς τοῖς τῶν ἀλόγων ζῴων σώμασι, πρὸς τὸν εὐσεβέστατον βασιλέα κῦρ Ἀνδρόνικον {τὸν Παλαιολόγον} Τίνες ποτέ εἰσιν οἱ τολμῶντες νῦν ἑρμηνεύειν τὸν Πλάτωνα καὶ τὰς περιόδους αὐτῷ τῶν ψυχῶν ἐξηγεῖσθαι τάς τε καθόδους καὶ τὰς ἀνόδους, καὶ πῇ μὲν τὰς <διὰ> τοῦ αἰθέρος ἀναγωγάς, πῇ δὲ τὰς διὰ τοῦ ᾅδου 105 περιαγωγάς, καὶ ὁπόσα ἐκεῖνος διάφορα ἐν τοῖς διαφόροις λόγοις περὶ τῶν ψυχῶν ὑποτίθεται, καὶ μάλιστα ἅπερ ἐν τῷ Τιμαίῳ, ἵν' οὕτως εἴπω, διαμυθολογεῖ, Κωκυτοὺς καὶ Ἀχέροντας ῥεύματά τε θολερὰ καὶ δύσβατα καὶ ἕτερ' ἄττα τὰς ψυχὰς τῶν ἀνθρώπων καταδειμαίνοντα ἐν τούτῳ τῷ λόγῳ τερατευόμενος; κἂν αὐτός τι περὶ τἀνδρὸς ἐρῶ, οὐκ ἂν οὐδ' ἐμαυτὸν συμπείσαιμι ὡς συννενόηκα τὰ ἀπόρρητα τοῦ ἀνδρός, εἰ μὴ ὅτι καταμαντεύομαι τῶν ἐκείνου δογμάτων. Οὔτε οὖν τὸ στόμιον τοῦ ᾅδου παρ' αὐτῷ ἀληθεύεται οὔτε ἡ ἐν ᾅδου διατριβὴ τῶν ψυχῶν οὔτε ἄλλο τι τῶν ὅσα σωματικὰ ἐκείνῳ καὶ ἔνυλα περὶ ἀσωμάτου καὶ ἀύλου φύσεως. ἀλλ' ἐπειδὴ διττὸν παρ' ἐκείνῳ γένος τῶν ψυχῶν, τὸ μὲν λογικόν τε καὶ νοερόν, τὸ δ' ὑποτεταγμένον τούτοις, ἑτεροειδὲς δὲ παρὰ τὰς τῶν ἑτέρων ζῴων ψυχάς, καὶ τὸ μὲν ἄνωθεν ἀπὸ τοῦ δημιουργοῦ κάτεισι, τὰ δὲ ἀπὸ τῆς ἀστρῴας τάξεως καὶ δυνάμεως καὶ τῶν ὡς ἐκεῖνός φησι «νέων θεῶν», σχίζεται περὶ ἄμφω τὼ γένει, καὶ τοὺς μὲν τῷ λόγῳ προσαλλήλους καθαρμόζει τῇ γενναίᾳ ψυχῇ, τοὺς δὲ τῇ ἀπὸ τῶν δευτέρων ὑποστάσει δημιουργῶν. καὶ ἐπειδὴ ἡ μὲν πρώτη ψυχὴ νοερά ἐστι μόνως καὶ λογική, ἡ δὲ ἑτέρα ἐκ τῶν τεττάρων τούτων στοιχείων συνήρτηται, δόξης, φαντασίας, αἰσθήσεως, φύσεως, αἵτινες δὴ τῶν δυνάμεων οὐκ εὐθεῖαν περαίνουσιν, ἀλλὰ κλάσεις τινὰς καὶ στροφὰς ποιοῦνται περὶ αὐτάς, περὶ μὲν τῆς πρώτης οὐδέν τι καινοτομεῖ, τὴν δέ γε δευτέραν ψυχήν, ἅτε δοξαστικῇ χρωμένην τροφῇ καὶ τὸ τῆς φαντασίας εἶδος προβεβλημένην κατὰ τὴν ἐλάττονα πρότασιν καὶ τὰ πολλὰ αἰσθήσεσι χαίρουσαν καὶ οἷον ὑγρὰν καὶ πλαδαρὰν οὖσαν, εἰς τοὺς μυχοὺς κατάγει τῆς γῆς καὶ στομίῳ τινὶ διαπεραιοῦται καὶ διαταράττει ῥεύμασι καὶ δεδίττεται κυμαίνουσι ποταμοῖς καὶ ὁπόσα ἐκεῖνος περὶ αὐτὴν πραγματεύεται. ταύτην μέντοι γε τὴν ψυχήν, μὴ συμπορευθεῖσαν τῇ πρώτῃ, ἀλλ' ἢ φιληδόνως ἢ φιλοχρημάτως ἔχουσαν ἢ ἄλλῳ τῳ τῶν παθῶν καταθελχθεῖσαν, καὶ ἀλόγοις ἐφιστάνει σώμασιν· ἀλογωθεῖσαν γὰρ τρόπον τινὰ ὑπὸ τῶν παθῶν εἰκότως καὶ τῷ ἀλογωτέρῳ συμβεβλῆσθαι 106 μέρει. ἡ δέ γε λογικὴ κἂν τῇ ἀλόγῳ συνακολουθήσῃ ψυχῇ, ἐπειδὴ οὐ μεθίσταται πρὸς ἐκείνην τὴν φύσιν, πῶς ἂν ἀλόγου προσταίη σώματος; εἰ γὰρ τὸ ὄργανον οἰκεῖον δεῖ εἶναι τῇ ἐφεστηκυίᾳ ψυχῇ, πῶς ἂν τὸ ἄλογον σῶμα τῇ λογικῇ ψυχῇ προσαρμόσειεν; Εἰ δέ τις καταμωκᾶσθαι βούλεται Πλάτωνα, τοῦτον μὲν οὐκ ἂν μεμψαίμην ἐγώ· τί γάρ μοι καὶ Πλάτωνι ἢ ἑτέρῳ φιλοσόφῳ Ἕλληνι τὴν ἀλήθειαν διαψευδομένῳ; τοσοῦτον δὲ ὑπεραγωνισαίμην τἀνδρός, ὅτι καὶ τὴν λογικὴν ψυχὴν τοῖς πάθεσι διαμορφωθεῖσαν ἰδὼν ὁ σοφός, ὡς τὴν μὲν λεοντώδη γενέσθαι διὰ τὸν θυμόν, τὴν δὲ ἄλλῳ τῶν ζῴων οἰκειωθεῖσαν διὰ τὰς ἐμφύτους ἐκείνῳ ἐπιθυμίας, τὴν δὲ διὰ τὴν τῶν κρειττόνων ἀμελετησίαν ἀργὴν καὶ ἄγονον γενομένην καὶ οἷον ἀποδενδρωθεῖσαν, ὥσπερ ἐκεῖνος εἰώθει ἀποκρύπτεσθαι τὰ πολλά, τὴν μὲν εἰς ὄνους κατάγει, τὴν δὲ εἰς ἵππους θυμοειδεῖς, τὴν δὲ εἰς ταύρους ὑβρίζοντας, καὶ ἄλλην εἰς δένδρα κατασπείρει καὶ αὖθις ἑτέραν εἰς θάμνον, πρὸς ὃ ἑκάστη οἰκείως ἔχει ἢ τοῖς πάθεσιν ἢ ταῖς ἀπραξίαις,