πώποτε, οὐκ ἐν δίκαις, οὐκ ἐν βουλαῖς, οὐκ ἐν κοινοῖς, οὐκ ἐν ἰδίοις. οὐδὲ τοῦτο μὲν γὰρ ἀκατηγόρητον, εἶχε δέ τινα ὁ λόγος ἀπολογίαν. Ὅθεν δῆλον ὡς τοῦ θρόνου τούτῳ ἐβάσκηνας, καὶ τῆς κοινῆς κρίσεως καὶ τῆς ὑπέρ σε εὐδοκιμήσεως. ἐβούλου γὰρ αὐτὸς προκαθήσθαι τοῦ βήματος, καὶ τὴν νομικὴν ἐπιδείξασθαι τέχνην, ὅση τε καὶ ἥτις ἐστίν. ὡς λίαν ἀτυχῶ εὐτυχῶν, ὅτι δε μὴ προκαθήμενον εἶδον, ἐν ταὐτῷ δὲ καὶ παιζόμενον οἷα μαινόμενον. ὁ γὰρ τῆς μιᾶς πολλάκις λέξεως ἀπολύων τὸ ἥμισυ, καὶ τοὺς οἴκοθεν λογισμοὺς οὕς πολλάκις διεμελέτησας προφέρειν ἀδυνατῶν, τί ἂν ἐποίησας αἰτίας τῶν κεφαλαίων καὶ λογισμοὺς ἀπαιτούμενος καὶ ἀντινομιῶν συμβιβάσεις, καὶ ταῦτα μὲν ἐπ' οὐδεμιᾶς ἀναβολῆς, ἀλλ' ἐν αὐτοῖς τοῖς ζητήμασιν; οἶδ' ὡς ἀνέχαινες μὲν ἂν πολλάκις, προήνεγκας δὲ οὐδὲν πλὴν τοῦ πνεύματος. ἀλλ' αὖθις ἀτυχήσας εὐτύχησα, ὅτι μὴ κρίσις τοῦ ἐμοῦ βασιλέως ἠλέγχθη τοῖς πράγμασιν, οἷα δὲ καὶ τὰ τοῦ λόγου. νῦν γὰρ αὐτὸς εὐθυνέσθω, ὃς βασιλέως ἐπαγγειλάμενος ἔπαινον, καὶ τοῦτον ὑπόθεσιν ἑαυτῷ προστησάμενος, αὐτῆς τε τῆς ἐπαγγελίας πάσης μικροῦ δεῖν ἐπελάθετο, καὶ ψόγον ἀντ' ἐγκωμίου παρὰ τὴν ὑπόσχεσιν ἐξηρεύξατο. ὡς λίαν τοὺς ῥητορικοὺς νόμους ἠκρίβωσας καὶ μετὰ δεινότητος ἅπτῃ τῶν ὑποθέσεων· λεληθότως τε καὶ ὁμαλῶς μεταβαίνεις ἀφ' ἑτέρων εἰς ἕτερα καὶ μάλιστα ἔνθα. καί τις δεινὸς ἀντικρούσειεν ὡς κατηναγκᾶσθαι δοκεῖν ὑπὸ τοῦ λόγου, καὶ οὐχὶ οἰκείαν εἶναι ὁρμὴν τὴν μετάβασιν. ὅς γε τοὺς ἐπαίνους ἀφείς, οὐδὲν δέον ἐπὶ τοὺς ψόγους χωρεῖς, μὴ προοικονομήσας τὴν εἰσβολήν, μὴ προκαταστησάμενος, μὴ διηγητικὸν προοίμιον, προστησάμενος, ἀλλ' εὐθὺς ἀπὸ τῆς ἑῴας εἰς τὴν ἑσπέραν τραπείς, ὡς μὴ δεηθῆναι μεσουρανήσεως; πῶς δέ σε καὶ τοῦτο διέλαθεν ἐν μέσῳ προκείμενον, ὡς διὰ μέσου τοῦ νομοφύλακος ὁ ψόγος πρὸς τὸν ψηφισάμενον ἀναφέρεται; εἰ μὲν γὰρ ἄνευ ψήφου καὶ συναινέσεως, οἷα δὴ τύραννος οὗτος πολιορκήσας τὰ κοινά, τοῦ διδασκαλικοῦ θρόνου ἐκράτησεν, εἶχεν ἄν σοι λόγον ὁ λόγος. ἐπεὶ δὲ μᾶλλον οὗτος ἐτυραννήθη- δεδόσθω γὰρ οὕτω λέγειν τοῦ βασιλέως καταναγκάσαντος-οὐ μᾶλλον ἐκείνου ὁ ψόγος ἢ τοῦ νομοφύλακος ἅπτεται; ἐγκωμιάζεται δέ τις ἐξ ὧν αὐτὸς πεποίηκε μάλιστα ἢ ἐξ ὧν ὁ πατὴρ ἢ ὁ πάππος εἰργάσαντο; δῆλον γὰρ ὡς ἐκεῖνα μὲν φιλοτομίας ἔχει τοῦ γένους, ταῦτα δὲ αὐτὸν καθ' ἑαυτὸν τὸν ἐπαινούμενον δείκνυσι. Συλλόγισαι οὖν, σὺ γὰρ αἴτιος τοῦ συλλογισμοῦ, οἷά σοι ὁ αὐτοκράτωρ καθύβρισται. τί δέ σοι καὶ ἡ πολλὴ φλυαρία τοῦ λόγου βούλεται, καὶ ἡ ἄλογος ἐκείνη σκηνή, ἣν τελεστικῶς καὶ μυστηριωδῶς τῷ λόγῳ συνέπηξας; τίς ἡ προσαγομένη μήτηρ ἄνευ τοῦ σχήματος καὶ τὸ ἀρτιγενὲς βρέφος, ἣν αὐτὸς τῷ λόγῳ ἐμαίευσας, καὶ ὁ καινὸς δρόμος, καὶ ἡ τῆς τεκούσης ὑπόληψις, καὶ τἆλλα τῶν ληρημάτων ἃ μόνος αὐτὸς ἐξήγησαι ὁ καινὸς τῷ ὄντι δραματουργός; ἐγὼ δὲ κλείσω τὰ ὦτα, ὡς μὴ φλυαροῦντος ἐπακροᾶσθαι. ἀλλὰ ταῦτα μὲν ἐατέον ὡς δεῖ μὴ ληρεῖν, ὡς ληρῳδίας πάσης ἐπέκεινα· ἐπὶ δὲ τὸν θαυμάσιόν σου ἰτέον συλλογισμόν, ὃν κὶ σφραγίδα τοῦ λόγου πεποίηκας. εἰ μὲν γὰρ ὁ νομοφύλαξ, φής, λόγοι ἀνθρωπίνοις καὶ τῇ κοινῇ φύσει οὐχ ὑπόκειται, ῥᾳδίως τοὺς νόμους μεμαθηκώς, ὁ δὲ σαρκωθεὶς λόγος ὑπόκειται πλάσιν δεξάμενος καὶ μορφήν, ἄρα, καὶ πάλιν αὐτὸς εἰπὲ τὸ συμπέρασμα, τοῦ θεοῦ μείζων ὁ νομοφύλαξ καθέστηκεν, ὁ ὑπὲρ φύσιν τοῦ κατὰ φύσιν. ἆρ' οὖν, ὦ βέλτιστε, καὶ πᾶν ὃ τὴν φύσιν ἐνίκησε, τοῦτο καὶ τὸν σαρκωθέντα ὑπερηκόντισε; ὥρα οὖν σοι ἐπανιστᾶν τὴν κτίσιν τῷ κτίσαντι, μᾶλλον δὲ ὑπερανιστᾶν τε θάλασσαν διαιρουμένην διχῆ, καὶ ἱσταμένην τὴν ῥύσιν οἷα τειχίον, ποταμὸν ἐπαναστραφέντα, πῦρ λεπτούμενον ἁπτόμενον σώματος, φυλάττον δὲ τοῦτο ἀδάπανον, ἀκρότομον πέτραν ὕδωρ πηγάζουσαν ἄφθονον, καὶ ξύλῳ γλυκαινομένην ὑδάτων πικρίαν, καὶ τούτῳ αὖθις ἑλκόμενον σίδηρον. εἰ οὖν παρὰ φύσιν μὲν ἵστατο τὸ ῥυτόν, καὶ ὁ ποταμὸς ἀνεστρέφετο,