ἄκουε συντόμως ὅρων νοσημάτων ὁμοῦ τε καὶ συμπτωμάτων. Ἄφθα διπλοῦν πέφυκεν ἕλκος παιδίοις· ἡ μὲν γάρ ἐστιν εὐίατος, λευκόχρους, ἡ δ' ὑπέρυθρος, νηπίων ἀναιρέτις. Γυμνάσιον κίνησις εὐτονωτάτη, ἀναπνοῆς ἄμειψις, ἰσχὺς σωμάτων. ἡ μέν τίς ἐστι τρίψις εὐτονωτάτη, δεσμοῦσα σάρκας τὰς λελυμένας πλέον· ἡ δ' εὔλυτος, λύουσα τὰς ἐσφιγμένας· μέση τις ἄλλη τῶν ἐναντιωτάτων. Τριττός τίς ἐστί πως κόπος τῶν σωμάτων· ὁ μὲν περιττῶν ἔκγονος καὶ δριμέων, ἄλλος δὲ νεύρων καὶ μυῶν σφοδρὰ τάσις, καὶ φλεγμονώδης ὁ τρίτος κεκλημένος ὡς φλέγμα καὶ πύρωσιν ἡμῖν εἰσάγων. Ἡ σωμάτων στένωσις ἡ θρυλλουμένη ἔμφραξις ἢ πύκνωσίς ἐστι τῶν πόρων. Ἄριστος ἀὴρ λεπτός, εὔπνους τὴν φύσιν. Ἄνοσμον ὕδωρ, τοῦτ' ἄριστον τὴν φύσιν, ἄποιον, εὔχρουν, συντόμως διαρρέον. Λουτρῶν τὸ θερμὸν ἀσφαλέστατον φρόνει, λῦον, μαλάσσον, ὕπνον ἡδὺν εἰσάγον, παραίτιον μάλιστα τῆς εὐσαρκίας, τοὺς ἐγκρατῶς βιοῦντας ὠφελοῦν πλέον. Οὗτος χαρακτὴρ ἀκριβοῦς εὐκρασίας· σύμμετρός ἐστιν εὐμέλεια σωμάτων, φύσις μέσως ἔχουσα τῶν ἐναντίων, τῶν ποιοτήτων ἠπιωτέρα κρᾶσις, πρὸς τὰς ἐνεργείας τε τὰς τοῦ συνθέτου εὖ πως ἔχουσα τῇ καλῇ συμμετρίᾳ. ἐναντία τούτων δὲ δύσκρατος φύσις. Μικρὰ κεφαλὴ δεσμὸς ἐστενωμένος, σφίγγων τὸν ἐγκέφαλον, εἰπεῖν δέ, πνίγων. ἡ δὲ πλέον πλασθεῖσα τῆς συμμετρίας, εἰ μὲν πέλει γέννημα ῥώμης ἐμφύτου, ἐπαινετὴ πέφυκεν εὖ πεπλασμένη· εἰ δ' ἐστὶν ὕλης, τῆς περιττῆς οὐσίας, δύσχρηστον αὐτὴν ταῖς ἐνεργείαις νόει. ἡ δ' αὖ μέσως ἔχουσα χρηστὴ τὴν φύσιν. Εὔκρατον ἐγκέφαλον ὧδε θηράσαις· σύμμετρός ἐστι ταῖς ἐνεργείαις ὅλαις, πλάττει τὸ σῶμα παγκάλως καὶ ποικίλως· ἐν τῷ βρέφει δείκνυσιν ἄνθην τῆς κόμης χροιὰν πυρρὰν ἔχουσαν ἠλαττωμένην, τοῖς παισὶν ὑπόξανθον, εἶτα τοῖς μέσοις τὸ ξανθὸν ἐκφύουσαν ἠκριβωμένον. Σημεῖα ταῦτα γαστρὸς ἐξηραμμένης· ταχεῖα δίψα σύντομον πλήρωμά τε, ἐδεσμάτων ὄρεξις ἐξηραμμένων. τῆς δ' αὖ διύγρου ταῦτα συντόμῳ λόγῳ· τὸ μήτε διψῆν μήτε τὴν πόσιν στέγειν. θερμῆς δὲ ταῦτα· πέψις ἀκριβεστέρα, ὄρεξις ἥττων, δίψα τοῦ ποτοῦ πλέον. ψυχρᾶς δὲ ταῦτα· πέψις ἀσθενεστέρα, ὄρεξις εὐαίσθητος, ἡδονὴ ψύχους. Τοῦ πνεύμονος δὲ ταῦτα σημεῖα φρόνει· πνεύμων ἄριστος εὐφυῶς ἀναπνέων, τὴν ἕξιν ἀπέριττος, εὖ ὕλης ἔχων, εἰλικρινοῦς μάλιστα φωνῆς ἐργάτης. Τῆς καρδίας δὲ τὰς κράσεις οὕτω μάθοις. ἀναπνοῆς ὄγκωσις ἢ σφυγμοῦ τάχος, εὐτολμία δέ, πρὸς τὰ δεινὰ θρασύτης, δασύς τε θώραξ, στέρνα λάσια πλέον γνωριστικὰ πέφυκε θερμῆς καρδίας· σφυγμοὶ δὲ μικροὶ καὶ φόβοι καὶ δειλίαι, στέρνων ψίλωσις, τὴν ψυχρὰν δηλοῦσί σοι· ξηρὰν δὲ γνωρίσειεν ἡ σκληρὰ φύσις, σφυγμὸς μὲν οὐχ ἕτοιμος, ἄγριος δέ γε· ὑγρὰν δὲ γνωρίζουσιν ἦθος ὀργίλον, σφυγμοὶ μαλακοί, συμπαθεστέρα φύσις. Θερμὸν μὲν ἧπαρ γνωριοῦσιν αἱ φλέβες τὴν εὐρύτητα δαψιλῆ κεκτημέναι, ξανθὴ χολὴ τὰ πρῶτα, τῆς δ' ἀκμῆς μέσης μέλαινα, θερμότης τε πολλὴ σωμάτων· ψυχρὸν δέ σοι δείκνυσι φλέγματος φύσις φλεβῶν τε πολλὴ στεγνότης ἐν τῷ βάθει, τριχῶν ψίλωσις, ψυχρὸν αἷμα τὸ πλέον· ξηροῦ δέ εἰσι σύμβολα σκληραὶ φλέβες· ὑγροῦ δὲ τούτων μαλακωτέρα φύσις. Ὄρχεις δὲ θερμοὺς δείκνυσι προθυμία πυκνῆς ὀχείας καὶ τριχῶν ἡ δασύτης, μήτηρ δέ ἐστιν ἥδε πως τῶν ἀρρένων· ψυχρὰ δὲ κρᾶσις δεικνύει τἀναντία· καὶ τῆς μὲν ὑγρᾶς κράσεως γνώρισμά τι τῶν σπερμάτων τὸ πλῆθος ὑγρότης θ' ἅμα· ξηρὰ δὲ κρᾶσις ἡττόνως τούτων ἔχει. Αὕτη πέφυκε λαχάνων ἡ ποιότης. Ὑγρὰν ψυχράν τε τὴν θριδακίνην νόει, γεννῶσαν ἡδὺν ὕπνον, εὔτροφον φύσει, αὔξουσαν αἷμα καὶ τρέφουσαν ἡδέως. ἔχει δὲ ταύτας καὶ φύσις τῶν ἰντύβων τὰς ποιότητας, ἀλλ' ὅμως τεθραυσμένας. Ἡ μαλάχη ψύχει μέν, ἀλλ' ἐλαττόνως, ὑγρὰν δὲ ποιεῖ τὸ πλέον τὴν γαστέρα, ὑπακτική τε τῆς περιττῆς γαστέρος. Ῥύπτει τὸ τεῦτλον,