1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

57

αὐτοῦ ἡ ἐπιθυμία, τουτέστιν αἱ ἄδικοι πράξεις. χῶμα γὰρ ἢ τὸν τάφον λέγει ἢ τὴν τοῦ σώματος ἀνάλυσιν κατὰ τό· γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσει. 176 , 12 ἐὰν γλυκανθῇ ἐν στόματι αὐτοῦ κακία, κρύψει {δὲ} αὐτὴν ὑπὸ τὴν γλῶσσαν αὐτοῦ. ἐὰν γάρ, φησίν, ἡδυνθῇ τῇ κακίᾳ ἐκ προθέσεως αὐτὴν ὑποδεξάμενος, κρύπτει λοιπὸν αὐτὴν ὑπὸ τὴν γλῶσσαν αὐτοῦ ἀρχόμενος πανούργως καὶ ἐπικλόπως καὶ πάντα μεθ' ὑποκρίσεως διαλέγεσθαι. , 1314 οὐ φείσεται αὐτῆς καὶ οὐκ ἐγκαταλείψει αὐτήν. καὶ συνάξει αὐτὴν ἐν μέσῳ τοῦ φάρυγγος αὐτοῦ, καὶ οὐ μὴ δυνηθῇ βοηθῆσαι αὑτῷ. ἀλλ' ἀφειδῶς καὶ ἀπλήστως ἀνθέξεται αὐτῆς καὶ περιέξεται καὶ ὥσπερ τινὰ τροφὴν ἡδείαν μεθ' ἡδονῆς αὐτὴν ἐν τῇ φάρυγγι κατέχει. ἐν δὲ τῷ καιρῷ, καθ' ὃν ὑπομένει τὰς τιμωρίας, οὐδὲν ἐπαμῦναι τῷ κακῷ ἡ κακία δυνήσεται. , 14 χολὴ ἀσπίδος ἐν γαστρὶ αὐτοῦ· πλοῦτος ἀδίκως συναγόμενος ἐξεμεθήσεται. ὁ ἀσεβὴς πλούσιος, φησίν, τὸν ἄδικον πλοῦτον ὅταν δόξῃ καταπεπωκέναιτουτέστιν· ἐν βεβαίῳ ἔχειν, τότε ὥσπερ τι δηλητήριον φάρμακον ἀπὸ ἰοῦ ἀσπίδος κατασκευασθὲν δεξάμενος τὴν θείαν ὀργὴν ὅλον ἐξεμεῖ τὸν ἐξ ἀδικίας συναχθέντα πλοῦτον. σημαίνει δὲ ὅτι· ὥσπερ οἱ ἀπό τινος δηλητηρίου εἰς ἔμετον κινούμενοι μετὰ σπαραγμοῦ καὶ ὀδύνης ὅλον τὸν ἔνδον ἐκφέρει πλοῦτον. , 15 ἐξ οἰκίας αὐτοῦ ἐξελκύσαι αὐτὸν ἄγγελος. 177 ἀλλὰ καὶ ἄγγελός τις, φησίν, τῶν εἰς τιμωρίαν τεταγμένων πάντων αὐτὸν ἐξώσει τῶν ἀγαθῶν· ἀπὸ γὰρ τῆς οἰκίας τὸ ὅλον ἐσήμανε. , 16 θυμὸν δὲ δρακόντων θηλάσειεν, ἀνελεῖ δὲ αὐτὸν γλῶσσα ὄφεως. καὶ οὕτως, φησίν, ἔσται εἰς παντελῆ χωρῶν ἀπώλειαν ὥσπερ τις ὑπὸ ὄφεως δηχθεὶς ἢ δρακόντων ἰὸν καταπιών. διὰ γὰρ τοῦ θυμοῦ τὸν ἰὸν ἐσήμανε. καλῶς δὲ εἶπε· θηλάσειεν, ἵνα εἴπῃ, ὅτι προαιρετικῶς καὶ καθ' ἡδονὴν ὥσπερ τι γάλα τῆς κακίας τὸν θανατηφόρον ἰὸν ἀμέλγων συναύξεται μὲν αὐτῇ καὶ ποιοῦται κατ' αὐτήν, ὑπὸ δὲ αὐτῆς ἀναιρεῖται. , 1718 μὴ ἴδοι ἄμελξιν νομάδων μηδὲ νομὰς μέλιτος καὶ βουτύρου, εἰς κενὰ καὶ μάταια ἐκοπίασεν πλοῦτον, ἐξ οὗ οὐ γεύεται ὥσπερ στρίφνος ἀμάσητος ἀκατάποτος. μηδενὸς ἐν ἀπολαύσει, φησίν, γένοιτο τῆς προσούσης εὐπορίας, ἄλλ' ἔσται αὐτῷ τὰ τῶν ματαίων καμάτων ὥσπερ στρίφνος. στρίφνος δέ ἐστι τὸ νευρῶδες κρέας τῶν βοῶν· ἔστι δὲ καὶ βοτάνη ἄβρωτος. διὰ τοῦτο δὲ ἀκατάποτός ἐστιν ὁ στρίφνος, ἐπειδὴ καὶ ἀμάσητος. λέγει οὖν ὅτι· μὴ πέψοι τὰ ἀγαθὰ μηδὲ εἰς τελείαν αὐτῶν ἀπόλαυσιν ἔλθοι. , 19 πολλῶν γὰρ ἀδυνάτων οἴκους ἔθλασε, δίαιταν δὲ ἥρπασε καὶ οὐκ ἔστησεν. οὐκ ἔστιν αὐτοῦ σωτηρία τοῖς ὑπάρχουσιν. ἔθλασεν ἀντὶ τοῦ· ἀνηλεῶς συνέτριψε, τὴν δὲ πᾶσαν αὐτῶν περιουσίαν ἥρπασε καὶ οὐκ ἀπέδωκεν. τὸ γὰρ οὐκ ἔστησεν ἀντὶ 178 τοῦ· οὐκ ἀποκατέστησεν. ὥσπερ οὖν αὐτὸς τὰ τῶν ἀδυνάτων ἥρπασε καὶ οὐκ ἀποκατέστησεν, οὕτως οὐδὲ τὰ αὐτοῦ διασωθήσεται. , 21 ἐν ἐπιθυμίᾳ αὐτοῦ οὐ σωθήσεται· οὐκ ἔστιν ὑπόλειμμα τοῖς βρώμασιν αὐτοῦ. οὐ γὰρ διασώσει, φησίν, αὐτὸν ἡ ἄδικος ἐπιθυμία, ἀλλ' οὐδὲ ἕξει ποτὲ καταλελειμμένα βρώματα ὑπὸ τῆς ἄγαν πενίας οὐδὲν ἔχων ὃ καταλείψῃ. , 2123 διὰ τοῦτο οὐκ ἀνθήσει αὐτοῦ τὰ ἀγαθά. ὅταν δὲ δοκῇ ἤδη πεπληρῶσθαι, θλιβήσεται· πᾶσα δὲ ἀνάγκη ἐπ' αὐτὸν ἐπελεύσεται, εἴ πως πληρώσαι γαστέρα αὐτοῦ. ἴσως μὲν οὖν οὐδὲ ἐξανθήσει αὐτοῦ τὰ ἀγαθά, ἀλλ' ὁμοῦ τῇ ἄνθῃ μαρανθήσεται. εἰ δὲ καὶ δόξει πλήρης εἶναι καὶ πᾶσι κομᾶν τοῖς ἀγαθοῖς, τότε πᾶσα αὐτὸν ἀνάγκη καὶ θλῖψις καταλήψεται ὥστε πληρῶσαι τὴν γαστέρα αὐτοῦ, ἀντὶ τοῦ· ὀδυνῶν ἐμπλήσει τὴν ψυχὴν αὐτοῦ. , 23 ἐπαποστελεῖ ἐπ' αὐτὸν θυμὸν ὀργῆς νίψαι ἐπ' αὐτὸν ὀδύνας. ὁ γὰρ θεὸς ἄκρως αὐτὸν τιμωρούμενος νιφετῶν δίκην κατακλύσει αὐτὸν ταῖς ὀδύναις. , 2425 καὶ οὐ μὴ σωθῇ ἐκ χειρὸς σιδήρου, τρώσαι αὐτὸν τόξον χάλκεον. διέλθοι δὲ διὰ σώματος αὐτοῦ βέλος. κατὰ μεταφορὰν ταῦτα εἴρηκε τῶν ἐν πολέμοις καιρίας ὑπὸ σιδήρου λαμβανόντων πληγὰς καὶ ὑπὸ ἰσχυρῶν τόξων κατατοξευομένων. 179 τοῦτο γὰρ σημαίνει τὸ χάλκεον, ἵνα εἴπῃ, ὅτι ὁ ἰσχυρὸς θεὸς δυνατῶς κέχρηται τῇ κατὰ τῶν ἀσεβῶν ὀργῇ. , 25 ἄστρα δὲ ἐν διαίταις αὐτοῦ περιπατήσαισαν. ἕτερα ἀντίγραφα· _μ_ὴ_ _π_ε_ρ_ι_π_α_τ_ή_σ_α_ι_σ_α_ν, ἔχουσιν,