57
λαβών, ἧσπερ ἐπεμνήσθην ἀρτίως, καὶ αὐτῆς τὰ πεπονθότα περιελὼν ἀνῳκοδομήσατο οὐδεμιᾷ μελλήσει, τόν τε ποταμὸν αὖθις ἐς τὴν πρόσθεν ὁδὸν ἐπανήγαγεν, ἣν κοίτην καλοῦσι. ταῦτα μὲν οὖν τῇδε κεχώρηκε. 5.5.14 Κύδνος δὲ ποταμὸς κατὰ πόλιν μέσην Ταρσὸν φέρεται. καὶ χρόνον μὲν τὸν ἄλλον οὐδὲν ἄχαρι διαπεπραγμένος φαίνεται πώποτε, ἅπαξ δὲ αὐτῷ ξυνηνέχθη ποτὲ τὰ ἀνή5.5.15 κεστα διεργάσασθαι ἐξ αἰτίας τοιᾶσδε. τοῦ μὲν καιροῦ ἀμφὶ τροπὰς ἐαρινὰς ἦν ἡ ὥρα· νότος δὲ ἄνεμος ἐξαπιναίως ἐπιπνεύσας πολὺς τὰς χιόνας διέλυσε πάσας, αἷς δὴ χειμῶνος ὥρᾳ ἐπιπεσούσαις τὸ ὄρος ὁ Ταῦρος 5.5.16 ἐκεκάλυπτο σχεδόν τι ὅλον. ῥύακες οὖν ὑδάτων πανταχόθεν ξυνέρρεον τῶν ἐκείνῃ σκοπέλων, αἵ τε χαράδραι χειμάρρους ἀφίεσαν πᾶσαι, καὶ κρήναις πολλαῖς αἵ τε ὑπώρειαι καὶ οἱ πρόποδες ὀρῶν τῶν Ταυρείων κατάρ5.5.17 ρυτοι ἦσαν. τούτοις οὖν ὁ Κύδνος τοῖς ὕδασι κυματίας γεγενημένος, ἐπεὶ ἐς αὐτὸν ἐν γειτόνων ὄντα ἐπεσέβαλλον, ἅμα δέ οἱ καὶ ὄμβρων ἐπιγενομένων πολλῶν, τὰ μὲν Ταρσέων προάστεια πάντα, ὅσα πρὸς μεσημβρίαν τετραμμένα ἐτύγχανε, κατακλύσας εὐθὺς ἐξίτηλα τὸ παράπαν ἐποίει· ἐπὶ τὴν πόλιν δὲ μορμύρων ᾔει καὶ τὰς γεφύρας βραχείας οὔσας περιελὼν τάς τε ἀγορὰς συνεῖχεν ἁπάσας τάς τε ἀγυιὰς ὑπερέβλυζε καὶ τοῖς οἴκοις καὶ 5.5.18 ὑπερῴοις ἐπιπολάζων ἐπὶ μέγα ἐχώρει. νύκτα τε καὶ ἡμέραν ἡ πόλις ὅλη ἐν κινδύνῳ διαγέγονε καὶ σάλῳ τοιούτῳ, καὶ μόλις ἐν ὑστάτῳ ὁ ποταμὸς οὗτος κατὰ 5.5.19 βραχὺ ἀπολωφήσας ἐν τοῖς εἰωθόσι γέγονεν αὖθις. ἅπερ ἐπεὶ βασιλεὺς Ἰουστινιανὸς ἤκουσεν, ἐπενόει τοιάδε. πρῶτα μὲν ἑτέραν πρὸ τῆς πόλεως διεσκευάσατο τῷ ποταμῷ κοίτην, ὅπως ἐνταῦθα διασχιζόμενος ἑκατέρωθί τε μερίζων τὸν ῥοῦν κατὰ ἥμισυ γεγονὼς μάλιστα ἐπὶ Ταρ5.5.20 σὸν ἴοι. ἔπειτα δὲ τὰς γεφύρας παρὰ πολὺ εὐρυτέρας πεποιημένος κρείσσους ἀπειργάσατο εἶναι ἢ πλημμύροντι βιασθῆναι τῷ Κύδνῳ. ταύτῃ τε διεπράξατο φόβου καὶ κινδύνου ἐκτὸς ἐς πάντα τὸν χρόνον οἰκεῖσθαι τὴν πόλιν. 5.6.1 Τὰ μὲν οὖν ἐν Κίλιξιν Ἰουστινιανῷ βασιλεῖ ταύτῃ πη ἔσχεν. ἐν δὲ Ἱεροσολύμοις ἱερὸν τῇ θεοτόκῳ ἀνέ5.6.2 θηκεν, ᾧπερ ἄλλο εἰκασθῆναι οὐδὲν οἷόν τέ ἐστι. νέαν ἐκκλησίαν καλοῦσι τὸ ἱερὸν οἱ ἐπιχώριοι· ὅπερ δὴ ὁποῖόν ποτέ ἐστιν, ἐγὼ δηλώσω, τοσοῦτον ὑπειπών, ὡς ἡ πόλις ἥδε λοφώδης μέν ἐστιν ἐκ τοῦ ἐπὶ πλεῖστον, οὐ γεώδεις δὲ οἱ λόφοι εἰσίν, ἀλλ' ἔν τε τραχεῖ καὶ ἀποκρήμνῳ ἐπανεστήκασι, τὰς ἀμφόδους ἐν κλίμακος τρόπῳ ἀπὸ τοῦ 5.6.3 ὀρθίου ἐς τὸ πρανὲς κατατείνοντες. τὰ μὲν οὖν ἄλλα τῆς πόλεως οἰκοδομήματα ἅπαντα ἐφ' ἑνὸς χωρίου συμβαίνει εἶναι, ἢ ἐπὶ λόφου πεποιημένα, ἢ ἐν τῷ χθαμαλῷ κατὰ τὸ ἀναπεπταμένον τῆς γῆς, τοῦτο δὲ μόνον τὸ ἱερὸν 5.6.4 οὐ ταύτῃ πη ἔχει. ἐπέστελλε γὰρ αὐτὸ Ἰουστινιανὸς βασιλεὺς ἐν τῷ προὔχοντι γενέσθαι τῶν λόφων, δηλώσας ὁποῖον τά τε ἄλλα δεήσει καὶ τὸ εὖρος αὐτῷ καὶ 5.6.5 μῆκος εἶναι. οὐκ ἀπέχρησέ τε κατὰ τὴν βασιλέως ἐπίταξιν πρὸς τοῦ ἔργου τὴν χρείαν ὁ λόφος, ἀλλὰ τοῦ ἱεροῦ τὸ τεταρτημόριον ἀπελέλειπτο πρός τε ἄνεμον νότον καὶ ἀνίσχοντά που τὸν ἥλιον, ἵνα δὴ ὀργιάζειν τοῖς 5.6.6 ἱερεῦσι θέμις. διὸ δὴ ἐπενόουν τάδε, οἷς τὸ ἔργον τοῦτο ἐπέκειτο. ἀπορριψάμενοι τὰ θεμέλια εἰς γῆς τῆς ὑπτίας τὰ ἔσχατα, οἰκοδόμημα πεποίηνται συνεπανεστηκὸς τῷ 5.6.7 σκοπέλῳ. ἐπειδή τε ἄνω κατὰ τὴν ἀκρωνυχίαν ἐγένοντο, τῶν τοίχων καθύπερθε θόλους ἐνθέμενοι συνάπτουσι 5.6.8 τὴν οἰκοδομίαν τῷ ἄλλῳ τοῦ τεμένους ἐδάφει. ταύτῃ τε ὁ νεὼς πὴ μὲν ἐπὶ πέτρας ἰσχυρᾶς ἵδρυται, πὴ δὲ ᾐώρηται, τῆς τοῦ βασιλέως δυνάμεως μέγεθος ἄλλο ἐπι5.6.9 τεχνησαμένης τῷ λόφῳ. ταύτης δὲ δὴ τῆς οἰκοδομίας 5.6.10 οἱ λίθοι οὐ τοιοίδε εἰσὶ μέγεθος, ὁποίους ἴσμεν. πρὸς γὰρ τοῦ χωρίου τὴν φύσιν οἱ ἐπιδημιουργοὶ τοῦ ἔργου τοῦδε διαμαχόμενοι ὕψος τε ἀντιτεταγμένον τῷ σκοπέλῳ διαπονούμενοι, τῶν ξυνειθισμένων ὠλιγωρηκότες ἁπάντων ἐπὶ τὰ παράδοξα καὶ ὅλως ἀγνῶτα τῶν ἐπιτηδευ5.6.11 μάτων ἐχώρουν. πέτρας οὖν ὑπερμεγέθεις ἐκ τῶν ὀρῶν ὑποτεμνόμενοι, ἅπερ οὐρανομήκη ἐν τοῖς πρὸ τῆς πόλεως χωρίοις ἀνέχει, ξύσαντές