1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

57

γινώσκειν σε δεῖ. Αὐτός ἐσθ' ἁμῶν ἐπόπτης, ἀδυνατεῖ δ' οὐδὲν θεῷ. 6.23 Καὶ ∆ίφιλος δὲ ὁ κωμικός, ἀληθῆ φιλοσοφίαν τῇ κωμῳδίᾳ προσμίξας, τάδε φησίν· οἴει σὺ τοὺς θανόντας, ὦ Νικήρατε, τρυφῆς ἁπάσης μεταλαβόντας ἐν βίῳ, πεφευγέναι τὸ θεῖον ὡς λεληθότας; Ἔστιν ∆ίκης ὀφθαλμός, ὃς τὰ πάνθ' ὁρᾷ. Καὶ δὴ καθ' Ἅιδην δύο τρίβους νομίζομεν, μίαν μὲν δικαίων, ἑτέραν δὲ ἀσεβῶν. Καὶ μετ' ὀλίγα· μηδὲν πλανηθῇς· ἔστιν ἐν Ἅιδου κρίσις, ἥνπερ ποιήσει θεὸς ὁ πάντων δεσπότης. 6.24 Ἐπειδὴ γὰρ οὐχ ἅπαντες οἱ πλημμελοῦντες τῇδε τίνουσι δίκην, οὔτε μὴν οἱ ἀξιόνικοι τῆς ἀρετῆς ἀθληταὶ τὰ τῶν ἀγώνων ἆθλα πάντες πρὸς ἀξίαν ἐνθάδε κομίζονται, μάλα εἰκότως οὗτος τὸν πάντα ἐφορῶντα ἐπέδειξεν ὀφθαλμὸν καὶ τὴν ἐσομένην προηγόρευσε κρίσιν, ἵνα κἀκεῖνα δειμαίνοντες καὶ τοῦτον ὁρᾶν πιστεύοντες, ἅπαντες τοὺς ἀξιεράστους τῆς ἀρετῆς ἀγῶνας ἀσπάσωνται καὶ μὴ δυσχεραίνωσι μὴ ὁρῶντες τῶν πόνων τἀπί 6.25 χειρα. Καὶ Πίνδαρος δὲ ὁ Θηβαῖος, ἐρρῶσθαι φράσας εἱμαρμένῃ καὶ τύχῃ καὶ πεπρωμένῃ, τὴν παναλκῆ δύναμιν τοῦ Θεοῦ δι δάσκει τοὺς ἀγνοοῦντας· θεῷ γάρ φησι δυνατὸν ἐκ μελαίνας νυκτὸς ἀμίαντον ὄρσαι φάος, κελαινεφεῖ δὲ σκότει καλύψαι καθαρὸν ἁμέρας σέλας. 6.26 Ὁ δέ γε Ἀρίστωνος σαφέστερον ἐπιδείκνυσιν ἡμῖν τῶν ὅλων τὸν πρύτανιν τῶν τοῦ παντὸς οἰάκων ἐπειλημμένον· λέγει δὲ ταῦτα ἐν τοῖς Νόμοις· "Ὁ μὲν δὴ θεός, ὡς καὶ ὁ παλαιὸς λόγος, ἀρχὴν καὶ τελευτὴν καὶ μέσα τῶν ὄντων ἁπάντων ἔχων, εὐθείᾳ περαίνει κατὰ φύσιν περιπορευόμενος· τῷ δὲ ἀεὶ ξυνέπεται ∆ίκη, τῶν ἀπολειπομένων τοῦ θείου νόμου τιμωρός, ἧς ὁ μὲν εὐδαιμο νήσειν μέλλων ἐχόμενος ξυνέπεται ταπεινὸς καὶ κεκοσμημένος· ὁ δέ τις ἐξαρθεὶς ὑπὸ μεγαλαυχίας ἢ χρήμασιν ἐπαιρόμενος ἢ τιμαῖς ἢ καὶ σώματος εὐμορφίᾳ ἅμα νεότητι καὶ ἀνοίᾳ φλέγεται τὴν ψυχὴν μεθ' ὕβρεως, ὡς δή γε οὔτε ἄρχοντος οὔτε αὖ ἡγε μόνος δεόμενος, ἀλλὰ καὶ ἄλλοις ἱκανὸς ὢν ἡγεῖσθαι, καταλεί πεται ἔρημος θεοῦ· καταλειφθεὶς δὲ καὶ ἔτι ἄλλους τοιούτους προσλαβών, σκιρτᾷ ταράττων πάντα ἅμα, καὶ πολλοῖς τισιν ἔδοξεν εἶναί τις, μετὰ δὲ χρόνον ὑποσχὼν τιμωρίαν οὐ μεμπτὴν τῇ δίκῃ, ἑαυτόν τε καὶ οἶκον καὶ πόλιν ἄρδην ἀνάστατον ἐποίη 6.27 σεν." ∆ιὰ τούτων ὁ φιλόσοφος καὶ τὸν τοῦ παντὸς ἔδειξε κηδε μόνα καὶ τὴν ἐπί τινων ἔσθ' ὅπῃ μακροθυμίαν καὶ τὴν ἐντεῦθεν τοῖς ἀνοήτοις προσγινομένην λώβην καὶ τὴν εἰς ὕστερον αὐτοῖς 6.28 ἐπιφερομένην πανωλεθρίαν. Ἐν δέ γε τῷ Γοργίᾳ καὶ τὰς τῆς τιμωρίας αἰτίας δηλοῖ, λέγων ὡδί· "Προσήκει δὲ παντὶ τῷ ἐν τιμωρίᾳ ὄντι, ὑπὸ ἄλλου ὀρθῶς τιμωρουμένῳ, ἢ βελτίονι γί νεσθαι καὶ ὀνίνασθαι ἢ παράδειγμα ἄλλοις γίνεσθαι, ἵν' ἐκεῖνοι ὁρῶντες πάσχοντα, ἃ ἂν πάσχῃ; φοβούμενοι βελτίους γίνωνται. Εἰσὶ δὲ οἱ μὲν ὠφελούμενοί τε καὶ δίκην διδόντες ὑπὸ θεῶν τε καὶ ἀνθρώπων οὗτοι, οἳ ἂν ἰάσιμα ἁμαρτήματα ἁμαρτάνωσιν. Ὅμως δὲ δι' ἀλγηδόνων καὶ ὀδυνῶν γίνεται αὐτοῖς ἡ ὠφέλεια, καὶ ἐνθάδε καὶ ἐν Ἅιδου· οὐδὲ γὰρ οἷόν τε ἄλλως ἀδικίας ἀπαλ λάττεσθαι. Οἳ δ' ἂν τὰ ἔσχατα ἀδικήσωσι καὶ διὰ τὰ τοιαῦτα ἀδικήματα ἀνίατοι γένωνται, ἐκ τούτων τὰ παραδείγματα γίνε ται· καὶ οὗτοι αὐτοὶ μὲν οὐκέτι ὀνίνανται οὐδέν, ἅτε ἀνίατοι ὄντες, ἄλλοι δὲ ὀνίνανται, οἱ τούτους ὁρῶντες διὰ τὰς ἁμαρτίας τὰς μεγίστας καὶ ὀδυνηρότατα καὶ φοβερώτατα πάθη πάσχοντας καὶ τὸν ἀεὶ χρόνον ἀτεχνῶς παραδείγματα ἀνηρτημένους." 6.29 Ταῦτα δὲ ἔοικεν ὁ φιλόσοφος ἐκ τῶν θείων σεσυληκέναι λογίων. Ἤκουσε γὰρ πάντως, τίνα Μωϋσῆς ὁ θεσπέσιος εἰρηκέναι ξυ νέγραψε τῷ Φαραῷ τὸν Θεόν, ὅτι "εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ." Παμπονήρῳ γάρ τοι γεγενημένῳ ἐκείνῳ παντοδαπὰς κολάσεις ἐπήνεγκεν ὁ Θεός, οὐχ ὥστε ἐκεῖνον ἀποφῆναι βελτίονα-ᾔδει γὰρ αὐτοῦ καὶ τὸν νοῦν ἀντίτυπον καὶ τὸ πάθος ἀνήκεστον-ἀλλ' ὅπως τὰ περὶ ἐκείνου διηγήματα πᾶσιν ὠφελείας γένηται παραδείγματα. 6.30 Καθάπερ γὰρ αἱ πόλεις τρέφουσι τοὺς δημίους, ὥστε τοὺς ἀνδροφόνους καὶ τοιχωρύχους καὶ τοὺς ἄλλα ἄττα