1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

57

καὶ τὸ μητρῷον γάλα, καὶ ἡ ἐδωδὴ ἡ ἄλλη καὶ ἡ πόσις, τὴν τούτων δεκτικὴν ἐπιδείκνυσι φύσιν. Εἰ δέ τις ἀνοηταίνων ἀντιθείη τὴν ἐν τῇ σκηνῇ τοῦ Ἀβραὰμ γεγενημένην τροφὴν, ἴστω λίαν ἀνοηταίνων. Ἐκεῖνα γὰρ ἐδόκει γίγνεσθαι, καθ' ἕτερον ἁλισκόμενα τρόπον, ὃν οἶδεν ὁ δαπανή σας. Εἰ δὲ καὶ δοίη τις ἀνοήτως μεταλαβεῖν ἐκείνων τὴν ἀσώματον φύσιν, ἀλλ' οὐ πεῖναν εὑρήσεις καὶ δίψος ἐκεῖ. Ἐνταῦθα δὲ ἡ χρεία τοιαῦτα παρεκίνει πάθη, οὐχ ὡς μὴ δυναμένης τῆς ἡνωμένης θεότητος ἀνενδεὲς καταστῆσαι τὸ σῶμα (ὁ γὰρ μικρὸν ὕστερον πᾶσι τοῖς σώμασι τὴν ἀθανασίαν δωρησάμενος, ῥᾷον ἂν τὸ οἰκεῖον σῶμα κρεῖττον ἐνδείας ἀπέφηνεν), ἀλλὰ παρεχώρει τούτῳ τὴν οἰκείαν ἐπιδεῖξαι φύσιν, ὥστε τὰς τούτου τὴν πρόσληψιν ἀρνησαμένας αἱρέ σεις ἐναργῶς ψευδομένας ἐλέγχεσθαι. Ὥσπερ γὰρ κρεῖττον ἀποφῆναι δυνάμενος θανάτου (τοῦτο γὰρ δὴ καὶ μετὰ τρεῖς ἡμέρας εἰργάσατο), καὶ παθεῖν, καὶ ἀποθανεῖν συνεχώρησεν, ἵνα πληρώσῃ τὸ τῆς οἰκονομίας μυστήριον· οὕτως ἐνεδίδου καὶ πεινῇν, καὶ διψῇν, καὶ κοπιᾷν, καὶ ὑπνοῦν, ἵνα μηδεμίαν λάβωσιν ἀφορμὴν οἱ ∆οκηταὶ, κρατῦναι τοῦ ψεύδους τὴν αἵρεσιν. Τοιγαροῦν καὶ ἡ πεῖνα, καὶ τὸ δίψος, καὶ πρὸς τούτοις ὁ κόπος, καὶ ὁ ὕπνος, σῶμα ἀνθρώ πινον προσμαρτυροῦσιν εἶναι τοῦ Κυρίου τὸ σῶμα. Καὶ τοῦτον μὲν βεβαιῶν τὸν λόγον ὁ θεῖος Ἀπόστολος, βοᾷ λέγων· "Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος, παραπλησίως καὶ αὐτὸς μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, καὶ ἀπαλ λάξῃ τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ 83.497 ζῇν ἔνοχοι ἧσαν θανάτῳ. Ἄντικρυς δὲ διὰ τού των ἐδήλωσεν, ὡς τὴν αὐτὴν ἡμῖν περιεβάλετο φύσιν. Εἰ δέ τις τὴν περιβολὴν δυσχεραίνει, ἀκουσάτω τοῦ πατριάρχου προλέγοντος Ἰακώβ· "Πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὑτοῦ, καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὑτοῦ." Ἀκουσάτω δὲ καὶ τοῦ θείου Παύλου βοῶντος· "Ἔχοντες οὖν ἀδελφοὶ παῤῥησίαν πρὸς τὴν εἴσοδον τῶν ἁγίων ἐν τῷ αἵματι Ἰη σοῦ, ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν διὰ τοῦ καταπετάσματος, τουτέστι τῆς σαρκὸς αὑ τοῦ, καὶ ἱερέα μέγαν ἐπὶ τὸν οἶκον τοῦ Θεοῦ, προσ ερχώμεθα μετὰ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ τῆς πίστεως," καὶ τὰ ἑξῆς. Καταπέτασμα γὰρ τὴν σάρκα αὐτοῦ προσηγόρευσεν, ὡς ὁ πατριάρ χης Ἰακὼβ στολὴν καὶ περιβολήν. Ἀλλὰ γὰρ περιττὸν τὸν περὶ τούτου λόγον εὐρύνειν, καὶ τῆς Καινῆς καὶ τῆς Παλαιᾶς ∆ιαθήκης σαφῶς ἐπιδεικνυούσης τοῦ Κυρίου τὸ σῶμα. ΙΓʹ. -Ὅτι καὶ ψυχὴν μετὰ τοῦ σώματος ἀνέλα βεν. Ὅτι δὲ καὶ ψυχὴν ἀνέλαβε λογικὴν ἐνανθρωπήσας ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ, διδάσκει ὁ εὐαγγελιστὴς Λουκᾶς λέγων· "Ἰησοῦς δὲ προέκοπτεν ἡλικίᾳ καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις." Προκόπτει δὲ ἡλικίᾳ μὲν σῶμα, σοφίᾳ δὲ ψυχή. Θεότης γὰρ οὐδ ετέραν ἐπίδοσιν ἐπιδέχεται· παντέλειος γὰρ ὁ τοῦ Θεοῦ Λόγος. Εἰκότως δὲ συνέζευξε τῇ τῆς ἡλικίας αὐξήσει τὴν τῆς σοφίας ἐπίδοσιν. Πρὸς γὰρ τὸ μέ τρον τῆς τοῦ σώματος ἡλικίας ἀπεκάλυπτεν ἡ θεία φύσις τὴν οἰκείαν σοφίαν. Σαφέστερον δὲ τῆς ψυχῆς τὴν πρόσληψιν ὁ ∆εσπότης διδάσκει. Τοῖς γὰρ τοπά ζουσιν ἀκούσιον εἶναι τὸ πάθος, ἔλεγε πρὸ τοῦ πά θους· "Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. Οὐδεὶς αἴρει αὐτὴν ἀπ' ἐμοῦ· ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ, ἵνα πάλιν λάβω αὐτήν." Ἐναργῶς δὲ διὰ τούτων δεδήλωκεν, ὡς ἄλλη μὲν ἡ τιθεμένη καὶ λαμβανο μένη ψυχὴ, ἄλλη δὲ ἡ τιθεῖσα καὶ λαμβάνουσα θεό της. Ἄλλην δὲ καὶ ἄλλην ἔφην, οὐκ εἰς δύο πρόσωπα διαιρῶν, ἀλλὰ τῶν φύσεων δεικνὺς τὸ διάφορον. Οὕτω καὶ ἑτέρωθι ἔφη· "∆ιὰ τοῦτο ὁ Πατήρ με ἀγαπᾷ, ὅτι ἐγὼ τίθημι τὴν ψυχήν μου ὑπὲρ τῶν προβάτων." Ἐν ἄλλῳ δὲ χωρίῳ, καὶ ἣν ὑπ έμεινεν ἡ ψυχὴ ταραχὴν παρὰ τὸν τοῦ πάθους καιρὸν