57
ἀναβῶ; καὶ εἶπε· Εἰς Χεβρών." Εἶτα διηγησάμενος ὁ ἱστοριογράφος, ὅπως ἀνῆλθεν, ἐπήγαγε· "Καὶ ἔρχονται ἄνδρες τῆς Ἰου δαίας, καὶ χρίουσιν ἐκεῖ τὸν ∆αβὶδ, τοῦ βασιλεύειν ἐπὶ τὸν οἶκον Ἰούδα." Περὶ δὲ τῆς τρίτης πάλιν οὕτως· "Καὶ παραγίνονται πᾶσαι αἱ φυλαὶ Ἰσραὴλ πρὸς ∆αβὶδ εἰς Χεβρών." Καὶ μετ' ὀλίγον· "Καὶ διέθετο αὐτοῖς ὁ βασιλεὺς ∆αβὶδ διαθήκην ἐν Χεβρὼν ἐνώπιον Κυρίου, καὶ χρίουσι τὸν ∆αβὶδ εἰς βασιλέα ἐπὶ πάντα τὸν Ἰσραήλ." Ὡς εἶναι δῆλον, ὅτι τὸν ψαλμὸν τοῦτον εἴρηκε, πρὶν τὴν δευτέραν δέξασθαι χειροτονίαν, καὶ προφανῶς ἐγχειρισθῆναι τὴν τῶν πραγμάτων οἰκονομίαν· τοίνυν διωκόμενος ὑπὸ τοῦ Σαοὺλ τούτοις ἐχρήσατο τοῖς λόγοις, ἡνίκα πρὸς Ἀβιμέλεχ εἰσῆλθε τὸν ἱερέα, καὶ ἐν τῇ τοῦ Θεοῦ σκηνῇ προσευξάμενος, καὶ τὴν ὑπὸ τῶν ἁγίων ἄρτων εὐλογίαν λαβὼν, διέφυγε τοῦ πολεμοῦντος τὰς χεῖρας. Τοῦτο δὲ καὶ ἐν αὐτῷ τῷ ψαλμῷ λέγει· "Ὅτι ἔκρυψέ με ἐν σκηνῇ αὑτοῦ ἐν ἡμέρᾳ κακῶν μου." Τότε καὶ ∆ωὴκ ὁ Ἰδουμαῖος τὰς βασιλικὰς ἡμιόνους νέμων ἐκεῖ, τοῦ ∆αβὶδ τὴν φυγὴν τῷ Σαοὺλ κατ εμήνυσε. ∆ιόπερ ἐν τῷ ψαλμῷ λέγει, ὅτι Ἐπ ανέστησαν ἐπ' ἐμὲ μάρτυρες ἄδικοι." Σαφέστερον δὲ ταῦτα ἡ κατὰ μέρος ἑρμηνεία διδάξει· "Κύριος φωτισμός μου καὶ σωτήρ μου, τίνα φοβηθήσομαι; Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου, ἀπὸ τίνος δειλιάσω;" Ὑπὸ σοῦ, φησὶ, φωτιζόμενος, καὶ τῷ νοερῷ σου φωτὶ καταυγαζόμενος, πάντων ὁμοῦ τῶν πολεμούντων καταφρονῶ. βʹ. "Ἐν τῷ ἐγγίζειν ἐπ' ἐμὲ κακοῦντας, τοῦ φαγεῖν τὰς σάρκας μου· οἱ θλίβοντές με, καὶ οἱ ἐχθροί μου αὐτοὶ ἠσθένησαν, καὶ ἔπεσον." Οὐκ ἐψεύσθην, φησὶ, τῆς ἐλπίδος, οὕτω τῇ σῇ θαῤῥήσας ῥοπῇ. Καὶ γὰρ φθάσαντές με οἱ δίκην θηρίων διώ 80.1052 κοντες, καὶ θοίνην ὠμοβόρον ποιήσασθαι πειραθέν τες, ἐμὲ μὲν οὐκ ἐλωβήσαντο, αὐτοὶ δὲ πανωλεθρίαν ὑπέμειναν. Τοῦτο δὲ γεγενῆσθαι πολλάκις ἡ ἱστορία διδάσκει. Καὶ ἅπαξ γὰρ, καὶ δὶς, ὑπὸ τοῦ Σαοὺλ θη ρευθεὶς, τὰς ἄρκυας διέφυγε, μᾶλλον δὲ αὐτὸν ἀνεῖ λεν ἂν, εἴπερ ἠθέλησε, τὸν διώκοντα· ἀλλὰ αὐτὸς μὲν τὴν οἰκείαν ἐπεδείξατο φιλοσοφίαν, ἐκεῖνος δὲ παρὰ τοῖς ἀλλοφύλοις ἔτισε τῆς πονηρίας ποινήν· πρόῤ ῥησίς ἐστι τοίνυν τῶν ἐσομένων τὰ εἰρημένα. γʹ. "Ἐὰν παρατάξηται ἐπ' ἐμὲ παρεμβολὴ, οὐ φο βηθήσεται ἡ καρδία μου· ἐὰν ἐπαναστῇ ἐπ' ἐμὲ πό λεμος, ἐν ταύτῃ ἐγὼ ἐλπίζω." Τοσαύτην, φησὶ, πεῖραν τῆς ἐπικουρίας λαβὼν, κἂν δὶς τοσοῦτοι, κἂν τρὶς, προσβαλεῖν μοι πειραθῶσι πολέμιοι, κατα θαῤῥῶ τῶν δεινῶν, τῇ ἐλπίδι ταύτῃ καθωπλισμένος. δʹ, εʹ. "Μίαν ᾐτησάμην παρὰ Κυρίου, ταύτην ζητή σω· τὸ κατοικεῖν ἐν οἴκῳ Κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου· τοῦ θεωρεῖν με τὴν τερπνό τητα Κυρίου, καὶ ἐπισκέπτεσθαι τὸν ναὸν τὸν ἅγιον αὐτοῦ. Ὅτι ἔκρυψέ με ἐν σκηνῇ αὑτοῦ ἐν ἡμέρᾳ κακῶν μου· ἐσκέπασέ με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὑτοῦ· ἐν πέτρᾳ ὕψωσέ με." Ἐγὼ δὲ, φησὶ, τοσαύ της ἀπολαύσας εὐεργεσίας, οὐ πλοῦτον ζητῶ τὸν ἐμὸν εὐεργέτην, καὶ δυναστείαν, οὐδὲ βασιλείαν καὶ δόξαν, ἀλλὰ τὸ διηνεκῶς τῷ θείῳ προσεδρεύειν ναῷ, καὶ τὸ θεῖον ἐκεῖθεν κατοπτρίζεσθαι κάλλος, καὶ ἐπι σκοπεῖν ἅπαντα τὰ κατὰ νόμον γινόμενα· πεῖραν γὰρ ἔχω τῆς ὠφελείας, ἤδη τὴν ἐκεῖθεν σωτηρίαν δρεψά μενος, καὶ τῶν διωκόντων τὰς χεῖρας διαφυγών· ταῦτα καὶ ᾔτησεν ὁ μέγας ∆αβὶδ, καὶ ἔλαβε παρὰ τοῦ μεγαλοδώρου Θεοῦ. Αὐτὸς γὰρ καὶ τὴν θείαν ἐπανήγαγε κιβωτὸν, καὶ σκηνὴν ἑτέραν θαυμασι ωτέραν ἐπήξατο, καὶ τοὺς διαφόρους τῶν ψαλτῳδῶν χοροὺς συνεστήσατο· καὶ ταῦτα ἐκ τῆς τῶν Παραλει πομένων βίβλου μάθοι τις ἂν ἀκριβέστερον. Τὸ δέ· "Μίαν ᾐτησάμην παρὰ Κυρίου," ἀντὶ τοῦ, "μίαν χάριν." Οὕτω γὰρ νοητέον. ʹ. "Καὶ νῦν ἰδοὺ ὕψωσε κεφαλήν μου ἐπ' ἐχθρούς μου· ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν αἰνέσεως καὶ ἀλαλαγμοῦ." Ἐνταῦθα ὁ χρόνος ἐνήλλακται· τοῦτο δὲ καὶ ὁ Ἀκύλας ἐδίδαξεν· ἀντὶ γὰρ τοῦ, ὕψωσε κεφαλήν μου, ὑψωθήσεται ἡ κε φαλή μου τέθεικεν. Σημαίνει τοίνυν, ὅτι βασιλεύ σει, καὶ περιγενήσεται τῶν δυσμενῶν, καὶ κυκλώσει αὐτοὺς ὁ νῦν ὑπ' αὐτῶν κυκλούμενος· καὶ τῷ Θεῷ προσοίσει, οὐ τὰς νομικὰς θυσίας ἐν τῇ σκηνῇ, ἀλλὰ τὴν τῆς αἰνέσεως θυσίαν, ἣν ἐν πάσαις ταῖς κατὰ τὴν οἰκουμένην