57
πατέρων, τίνες εἶεν αἱρέσεις πρὸς σχίσματα, οὕτω διακέκριται δηλονότι κατὰ τὴν ἀκόλουθον ἔννοιαν, τίς ἐστιν ὁ ἀπαραιτήτως καθαίρων κανὼν τὸν καθῃρημένῳ συνευξάμενον παρὰ τὸν ἐν παρασυναγωγῇ γενόμενον· ὅτι ὁ μὲν εἰδὼς ὅτι ὁμολογουμένως καθῃρημένῳ συνεύχεται εἰκότως αὐτίκα καθαίρεται, ἀδιαφόρως ἐνεχθεὶς καὶ μὴ προσεσχηκὼς τῷ κανόνι, ὁ δὲ ὡς οὐκ οἰόμενος εἶναι καθῃρημένον ᾧ συναπήχθη μετὰ πλήθους, ἐπάν, φησί, μεταμεληθῇ, εἰς τὴν αὐτὴν παραδέδεκται τάξιν. πρόσκειται δὲ καὶ τοῦτο πολλάκις ἐν τῷ λόγῳ τοῦ ἁγίου, ὥστε ἔστι καὶ μεταμελόμενον μὴ εἰς τὴν αὐτὴν τάξιν παραδεχθῆναι. καὶ οὗτος μὲν ὁ λόγος ἐνδεχομένως ἐκδέδοται, ὁ ἀποστολικὸς δὲ κανὼν ἀναγκαίως καὶ ἀπαραιτήτως. Ὅτι ὁ ψευδώνυμος Χριστοφόρος πάλιν εἰς τὸ ἴδιον ἐξέρασμα ὑπέστρεψεν, οὐδόλως ἐθαύμασα, εἰδὼς αὐτοῦ τὸ ἄστατον καὶ ἀπαγές· ὅτι δὲ ὁ Κληδόνιος ὑπὲρ ἀληθείας μίαν μόνην ἡμέραν ἤνεγκε φυλακὴν καὶ πληγὰς παρὰ τῶν ἀσεβῶν, πάνυ ἐξέστην. ὥστε, εἰ ἕως τοῦ νῦν ἐπιμένει δυνάμει θεοῦ, μὴ ἀεργὸν γένηταί σοί τε καὶ ἄλλοις ἀδελφοῖς ὀρέγειν αὐτῷ χεῖρα, εἴπερ οἷόν τε. Περὶ δὲ τῶν προειρημένων, βαπτιζομένων λέγω χριομένων τε τῷ ἁγίῳ μύρῳ καὶ ἀναθεματιζόντων τε τὴν αἵρεσιν, οὐχ ὡς ὁ θεῖος Ἐπιφάνιος τέταχε καὶ ἠρίθμησε τὰς αἱρέσεις γέγραφα, ἀλλ' ὡς εὗρον παρασημείωσίν τινος τῶν ἀρχαιοτέρων φιλοπόνου ἀνδρὸς καὶ ἐκ τῆς ἐν Βυζαντίδι ἐκκλησίας τὴν ἐκ βιβλίων ἔρευναν καὶ εὕρεσιν ποιησαμένου. Ὁ ἀδελφὸς Γρηγόριος γνησίως προσαγορεύει. 41 {1Σιλουανῷ καὶ Εὐπρεπιανῷ τέκνοισ}1 Ἐπειδὴ ζητῶ μανθάνειν περὶ τῶν ἀδελφῶν, τέκνα, ἢ καὶ αὐτοὶ πολλάκις θέλετε δηλοῦν περὶ αὐτῶν, ἐσκόπησα καλὸν εἶναι ὁμοῦ τε διὰ τὸ συντομώτερον καὶ ἐπικρυπτότερον ἀπὸ τῶν στοιχείων, ἤγουν τῶν εἰκοσιτεσσάρων γραμμάτων, τούτους ἐπιδηλοῦσθαι. καὶ δὴ λέγω. Τὸ ˉα τοῦ πατρὸς ἡμῶν, τὸ ˉβ τοῦ ἀρχιεπισκόπου, τὸ ˉγ τοῦ Καλογήρου, τὸ ˉδ τοῦ Ἀθανασίου, τὸ ˉε τοῦ Βαρσανουφίου, τὸ ˉζ τοῦ Νικολάου, τὸ ˉη τοῦ Σωφρονίου, τὸ ˉθ τοῦ Εὐθυμίου, τὸ ˉι τοῦ Ἰωάννου, τὸ ˉκ τοῦ ∆ομετιανοῦ, τὸ ˉλ τοῦ οἰκονόμου, τὸ ˉμ τοῦ Ἀρσενίου, τὸ ˉν τοῦ Ἀκακίου, τὸ ˉξ τοῦ Μελετίου, τὸ ˉο τοῦ Λουκιανοῦ, τὸ ˉπ τοῦ Ἐπι-φανίου, τὸ ˉρ τοῦ Λιτόη, τὸ ˉσ τοῦ Βασιλείου, τὸ ˉτ τοῦ Εὐσχήμονος, τὸ ˉυ τοῦ Σιλουανοῦ, τὸ ˉφ τοῦ Εὐπρεπιανοῦ, τὸ ˉχ τοῦ Γρηγορίου, τὸ ˉψ τοῦ Εὐσταθίου, τὸ ˉω τὸ ἐμόν. Ὅτε τοίνυν κεῖται ἐν τῇ ἐπιγραφῇ τι στοιχεῖον, οὗτινός ἐστιν ἡ ἐπιστολὴ πάντως ἐγνωρίσθη· οἷον, τὸ ˉα τοῦ πατρὸς ἡμῶν, καὶ ἕκαστον ὡσαύτως. πάλιν ἐρωτῶντός μου, πῶς ἔχει τὸ ˉβ; δῆλον ὅτι ἐγνωρίσθη περὶ τοῦ ἀρχιεπισκόπου εἶναι τὴν ἐρώτησιν. ὁμοίως ἐν τῷ πάλιν ἐρωτῆσαί με, πῶς ἔχουσιν οἱ περὶ τὸ ˉβ; φανερὸν ὅτι περὶ τῶν ὄντων μετ' αὐτοῦ ἡ ἐρώτησις· ὡσαύτως ἐπὶ τῶν λοιπῶν στοιχείων. πάλιν ἑτέρα ἐρώτησις· τί ἀκούετε περὶ τοῦ ˉπ ἢ περὶ τοῦ ˉρ ἢ περὶ τοῦ ˉψ; πρὸς ἓν ἕκαστον στοιχεῖον ἡ ἀπόκρισις. πάλιν ἐρωτῶ, τίς ἦλθεν ἐκ τῶν ἔξω; δέον ὑμᾶς ἀποκριθῆναι κατὰ τὸ στοιχεῖον, ἢ ὅτι τὸ ˉη ἢ ὅτι τὸ ˉο ἢ ἐκ τῶν λοιπῶν· ἢ ὅτι οὐκ εἰσῆλθε τὸ ˉη ἢ τὸ ˉο, ἀλλ' οἱ περὶ τὸ ˉη ἢ τὸ ˉο τόσοι, ὅτι γέγονε τόδε κἀκεῖνο εἰς τὸ ὁ δεῖνα στοιχεῖον. ὅτε οὖν θάνατος πάλιν, "4ἀπέθανε τόδε τὸ στοιχεῖον"5 ἢ "4ἀσθενεῖ"5 ἢ "4λυπεῖται"5, καὶ ὅσα ἄλλα. εἰ δέ τίς ἐστιν ἐκ τοῦ περὶ τὸ στοιχεῖον παθών τι, καὶ τὸ ὄνομα δηλοῦντες, οἷον ἐπὶ τοῦ Χριστοφόρου, ὅτι ἀπέδρασεν ἀπὸ τοῦ ˉε, ὃ καὶ γέγονε. ∆εχόμενοι οὖν τὰς παρ' ἡμῶν πεμπομένας ἐπιστολὰς πάντως, ἐάν ἐστιν ἐκ τῶν στοιχείων, τὴν ἐπιγραφὴν τοῦ στοιχείου ἕξει ἡ ἐπι στολή. πέμποντες οὖν καὶ αὐτοὶ τὰς ἐκ τῶν αὐτῶν στοιχείων ἐπιστολάς, τὸ αὐτὸ στοιχεῖον θέσθε ἐν τῇ ἰδίᾳ ἐπιστολῇ· κἂν δὲ ἀγνοῶσιν οἱ πέμποντες, ὑμεῖς λειοῦτε τὴν ἐπιγραφὴν καὶ ἐντιθεῖτε τὸ στοιχεῖον τοῦ ἐπιστείλαντος. εἰ δὲ οὐκ ἔστιν ἐκ τῶν στοιχείων, μενέτω ἡ ἐπιγραφή· ὥσπερ καὶ ἐν τῷ γράφειν με, ἐὰν οὐκ ἔστιν ἐκ τῶν στοιχείων, μενέτω ἡ ἐπιγραφὴ πρὸς ὃν ἡ ἐπιστολή. πάλιν σκεπτέον ὅτι ἐφ' ἑκάστης μου ἐπιστολῆς πρὸς τοὺς ὄντας ὑπὸ τὰ στοιχεῖα οὕτως ἕξει ἡ ἐπιγραφή· τὸ ˉω τῷ ˉα,