57
τὸν Ἄσπαρος ἀναμένων φόνον, ἐβοήθησαν τῇ πόλει καὶ διέσπειραν τοὺς ἐπαναστάντας, πολὺς ἂν ἐγένετο τοῖς πράγμασι τάραχος. ὁ δὲ νεώτατος Ἄσπαρος παῖς Ἀρμενάριχος ὑποκλαπεὶς γνώμῃ τοῦ Ζήνωνος ἐκφεύγει σταλεὶς ἐν Ἰσαυρίᾳ καὶ νόθου Ζήνωνος παιδὸς γαμβρὸς καθίσταται, 118 ὃς μετὰ τὴν Λέοντος τελευτὴν ἐπανελθὼν εἰς τὸ Βυζάντιον μέχρι τέλους εὐδαιμόνως ἐβίω. ἐν Ἰταλίᾳ δὲ Ῥεκίμερ ὁ στρατηγός, οὗ καὶ πρώην ἐμνήσθην, γαμβρὸς δὲ Ἀνθεμίου, τοῦ εὐσεβῶς ἐν Ῥώμῃ βασιλεύσαντος, ἐπανίσταται τῷ ἰδίῳ κηδεστῇ. καὶ πολέμου κρατοῦντος τὴν χώραν, λιμώττουσιν οὕτως αἱ τοῦ βασιλέως δυνάμεις, ὡς καὶ βυρσῶν καὶ ἄλλων ἀηθῶν ἅψασθαι βρωμάτων, αὐτὸν δὲ τὸν βασιλέα Ἀνθέμιον ἕβδομον ἔτος ἔχοντα τῆς ἀρχῆς ἀναιρεθῆναι. τὸ τηνικαῦτα Λέων διὰ τοὺς ἔτι συνεστῶτας ἐν Ῥώμῃ θορύβους Ὀλύβριον, τὸν τῆς Πλακιδίας σύζυγον, ἐκπέμπει τῇ Ῥώμῃ καὶ ἀναγορεύει τοῦτον αὐτοκράτορα. ὁ δὲ Ῥεκίμερ μετὰ τὴν Ἀνθεμίου σφαγὴν τρεῖς μῆνας μόνους διαζήσας νόσῳ τελευτᾷ, συναπελθόντος αὐτῷ Ὀλυβρίου ἀρρωστίᾳ σωματικῇ. τούτων δὲ τελευτησάντων, Μαϊορῖνος τὴν βασιλείαν διεδέξατο, ἀνὴρ φρενήρης καὶ πολέμων ἔμπειρος. οὗτος τὰς πόλεις ὑπὸ Γιζερίχου πεπορθημένας εὑρὼν εἰσέβαλεν εἰς Λιανήν, καὶ καταλαβὼν τὴν Λιγουρίαν φοβερὸς τοῖς Οὐανδήλοις ὤφθη· καὶ μέλλων τὴν νίκην ἀναδήσασθαι, ἐν τῷ μεταξὺ νόσῳ δυσεντερίας ληφθεὶς ἐτελεύτησεν. ὁ δὲ στρατηγὸς * διαβὰς Πάτμον ἀπεσώθη. ἐν τούτοις οὖν ἀσχολουμένων τῶν περὶ Γιζέριχον, ἡ νήπιος Εὐδοκία καὶ Θεοδοσίου ἐγγόνη δέκα ἓξ χρόνους ἐν τῇ Ἀφρικῇ ποιήσασα μετὰ τοῦ ἀνδρὸς αὐτῆς Ὀνωρίχου καὶ παῖδα ἐξ αὐτοῦ Ἰλδέριχον γεννήσασα, δυσφοροῦσα κατὰ τοῦ ἀνδρὸς ὡς Ἀρειανοῦ ὄντος, ἄδειαν εὑροῦσα καὶ φυγῇ χρησαμένη ἦλθεν εἰς Ἱεροσόλυμα, καὶ προσκυνήσασα τοὺς σεβασμίους τόπους καὶ ἀσπασαμένη τὸν τάφον Εὐδοκίας, τῆς ἑαυτῆς μάμμης, ὀλίγας ἡμέρας διατρίψασα ἐν τῇ ἁγίᾳ πόλει ἐτελεύτησεν ἐν εἰρήνῃ, πάντα τὰ αὐτῆς καταλείψασα ἐν τῇ ἁγίᾳ Ἀναστάσει, παραθεμένη καὶ Βοῦρκον σὺν τοῖς τέκνοις αὐτοῦ τῷ ἀρχιεπισκόπῳ Ἱεροσολύμων, ὡς συνεργῷ αὐτῆς γενομένῳ καὶ πιστῷ εἰς τὸ ἐκφυγεῖν Ὀνώριχον Ἀρειανόν, τὸν ἄνδρα αὐτῆς. 119 Κόσμου ἔτη εϠξεʹ. Τῆς θείας σαρκώσεως ἔτη υξεʹ. Ῥωμαίων βασιλεὺς Λέων ἔτη ιζʹ. ιϛʹ. Περσῶν βασιλεὺς Περόζης ἔτη κδʹ. καʹ. Ῥώμης ἐπίσκοπος Σιμπλίκιος ἔτη ιδʹ. δʹ. Κωνσταντ. ἐπίσκοπος Ἀκάκιος ἔτη ιζʹ. βʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰουβενάλιος ἔτη ληʹ. λεʹ. Ἀλεξανδρείας ἐπίσκοπος Τιμόθεος ἔτη ιεʹ. ιγʹ. Ἀντιοχείας ἐπίσκοπος Ἰουλιανὸς ἔτη ϛʹ. εʹ. Τούτῳ τῷ ἔτει Λέων ὁ βασιλεὺς Λέοντα, τὸν Ζήνωνος υἱὸν καὶ Ἀρεάδνης τῆς ἰδίας θυγατρός, τὸν ἑαυτοῦ ἔγγονα, στέψας βασιλέα ἀνηγόρευσεν. μετὰ δὲ τὸν Ὀλυβρίου θάνατον καὶ Ῥεκίμερ καὶ Μαϊορίνου, Γλυκέριος Ἰταλίας ἀναγορεύεται βασιλεύς, ἀνὴρ οὐκ ἀδόκιμος, ὃν εʹ μῆνας κρατήσαντα Νεποτιανὸς ∆αλμάτης ἐκβάλλει τῆς ἀρχῆς καὶ βασιλεύει καὶ αὐτὸς χρόνον ὀλίγον, Ὀρέστου τινὸς ἐκβαλόντος αὐτόν, ὃν οἰκεῖος παῖς Ῥώμυλος, ἐπίκλην Αὐγούστουλος, διαδεξάμενος καὶ δύο μόνους ἄρξας ἐνιαυτοὺς αὐτοκράτωρ τῆς ἐν Ἰταλίᾳ βασιλείας καθίσταται μετὰ ατγʹ ἔτη τοῦ Ῥωμύλου, τοῦ τὴν Ῥώμην κτίσαντος, βασιλείας. καὶ σημειωτέον, ὡς ἀπὸ Ῥωμύλου ἡ τῆς ἑσπέρας ἀκμάσασα βασιλεία πάλιν ἐπὶ Ῥώμυλον μετὰ τοσούτους ἐπαύσατο χρόνους, Ὀδοάκρου λοιπὸν Γότθου μὲν τὸ γένος, ἐν Ἰταλίᾳ δὲ τραφέντος, χειρωσαμένου δυνάμει βαρβαρικῇ τὴν ἀρχήν· ὃς τὴν τοῦ ῥηγὸς ἑαυτῷ περιθέμενος προσηγορίαν πᾶσαν ἀρχὴν κατὰ τὸν πάτριον νόμον τοῖς Ῥωμαίοις προχειρισάμενος ἐπὶ ιʹ χρόνους τῆς ἀρχῆς ἐκράτησεν. ᾤκει δὲ ἐν Ῥαβέννῃ τῇ πόλει τῆς Ἰταλίας παρὰ τὴν θάλασσαν εὐδαίμονα οὖσαν καὶ καλήν. ιζʹ. κβʹ. εʹ. γʹ. λϛʹ. ιδʹ. ϛʹ. Τούτῳ τῷ ἔτει ἡ κόνις κατῆλθε πυρακτούντων τῶν νεφῶν προφανέντων, ὡς πάντας νομίζειν, ὅτι πῦρ βρέχει. καὶ πάντες ἔτρεμον λιτανεύοντες. ἐπὶ δὲ παλαιστῆς ὕψους ἐτέθη ἐν τοῖς κεράμοις. καὶ πάντες ἔλεγον, ὅτι