58
ἡγεῖσθαι πορείας. ὁ δὲ προ θυμότατα ὑποστὰς τὸ ἐπίταγμα καὶ ἤδη προπορευόμενος, ἐπειδὴ νάπης τινὸς λασίας ἐκύρησεν, ὑφιζάνει τε ἠρέμα καὶ ὑποδύεται· οὕτω τε δια δρὰς τοὺς ἑπομένους καὶ προτερήσας ἧκε δρομαῖος παρὰ τοὺς Οὔννους. 3 εὑρὼν δὲ ἅπαντας ἀνειμένως οὑτωσὶ ἀναπαυομένους καὶ ὑπορέγκον τας «ὦ δείλαιοι» ἔφη «αὐτίκα μάλα ἀπολεῖσθε», τορόν τι ἐμβοήσας καὶ διαπρύσιον. οὕτω τε αὐτοὺς μόλις ἀνακαλεσάμενος ἐς ἐγρήγορσιν ἀγγέλλει τοὺς πολεμίους ὅσον οὔπω παρεσομένους. 4 οἱ δὲ ξὺν θορύβῳ διαναστάντες καὶ τὰ ὅπλα περιβαλόμενοι ἐκτὸς τοῦ χαρακώματος ἀπεχώρουν καὶ ὑπεκρύπτοντο, διχῇ μεμερισμένοι· κατέλιπον δὲ τήν τε εἴσοδον ἀφύλακτον καὶ οὕτω κατὰ χώραν ἑστῶτας τοὺς ἐκ τῶν ξύλων τε καὶ ἐφεστρίδων ἐσκευασμένους οἰκίσκους. 5 οἱ δὲ ∆ιλιμνῖται πλείστας μὲν ὅσας ἀτραποὺς τῇ ἀπειρίᾳ τῶν τόπων ἀναμετρήσαντες, πλὴν ἀλλ' ἔτι ὑπὸ τὸ κνέφας ἐς τὸ τῶν Οὔννων στρατόπεδον ἀφιγμένοι, ἐσβάλλουσι θαρραλέοι ἐπὶ κακῷ τῷ σφετέρῳ καὶ εἴσω ἅπαντες γίγνονται. 6 πάτα γος δὲ οὐκ ἦν οὐδὲ βοή, ὡς ἂν μὴ ἐκεῖνοι ξυναίσθοιντο δῆθεν καὶ ἀφυπνισ θεῖεν, ἀλλ' ἠρεμαῖοι τὰ δόρατα ἔς τε τὰς εὐνὰς καὶ τὰς καλύβας ἠκόντιζον, ὡς τοὺς καθεύδοντας ἀναιροῦντες. 7 ἤδη τε ᾤοντο ἅπαν αὐτοῖς ἠνύσ θαι τὸ ἔργον, ἀλλὰ τότε οἱ Σάβειροι ἐκ τῆς ἐνέδρας ἑκατέρωθεν ὁρμη θέντες ἐσπίπτουσιν αὐτοῖς ἐξαπιναίως καὶ ἐπιφέρονται. οἱ δὲ ἀθρόον τῷ ἀπροσδοκήτῳ καταπλαγέντες καὶ ἐς τἀναντία τῶν ἐλπισθέντων περι ηγμένοι διηπόρουν καὶ ἐταράττοντο· οὔτε γὰρ φεύγειν αὐτοὺς ῥᾷστα 108 ἐνῆν ἐν ἐλαχίστῳ χωρίῳ ξυνειλημμένους οὔτε μὴν ἐς τὸ ἀκριβὲς τοὺς δυσμενεῖς διαγιγνώσκειν, οἷα ἐν νυκτομαχίᾳ καὶ φόβῳ. 8 τοιγάρτοι χύδην ὑπὸ τῶν Σαβείρων ἐκτείνοντο, οὐδ' ὅσον ἐς πεῖραν ἐλθεῖν ἀμυνό μενοι· καὶ ὀκτακόσιοι μὲν ἄνδρες ἔνδον ἐν τῷ στρατοπέδῳ διεφθάρησαν, οἱ δὲ ἄλλοι μόλις ὑπεκβάντες ἠλῶντο σποράδην, οὐκ ἐπιστάμενοι ὅποι χωρήσαιεν· ἤδη τε πόρρω που πεφευγέναι δοκοῦντες αὖθις ἐς ταὐτὸν ἀνεκυκλοῦντο καὶ περιέπταιον τοῖς πολεμίοις. 9 καὶ ταῦτα μὲν τῆς νυκτὸς ἁπάσης ἐγίγνετο· ἤδη δὲ τοῦ ὄρθρου χαρασσομένου καὶ ἡμέρας ἐπιφανείσης, αὐτίκα τῶν ∆ιλιμνιτῶν οἱ σῳζόμενοι ἐπεγίγνωσκον τὰς πορείας καὶ ἰθὺ τῶν Περσικῶν ἔθεον στρατευμάτων, ἐγκειμένων σφίσι καὶ ὣς τῶν Σαβείρων. 10 Βάβας δὲ ὁ στρατηγός, ὃς δὴ τῶν ἐν τῇ Κολχίδι χώρᾳ ἱδρυμένων ἐκ πλείστου Ῥωμαίων ἡγεῖτο, ἀλλ' οὗτός γε ὁ Βάβας (ἐτύγχανε γὰρ ἐν τῷ τότε κατὰ τὴν Ἀρχαιόπολιν διανυκτε ρεύσας) τῷ μὲν θορύβῳ καὶ τῇ βοῇ πάντοθεν περιεβομβεῖτο. 11 ἕως δὲ σκότος ἦν καὶ ἀδηλία τῶν ποιουμένων, ὁ δὲ ἀφασίᾳ εἴχετο πολλῇ καὶ ἔνδον ἠρέμει· ὡς δὲ τοῦ ἡλίου ἐπαυγάσαντος τὰς ἀκρωρείας κατεῖδε τὸ ἀτρεκὲς τῶν τελουμένων καὶ τοὺς ∆ιλιμνίτας ὑπὸ τῶν Σαβείρων ἐλαυνομένους, τότε δὴ καὶ αὐτὸς ἐκδραμὼν τοῦ ἄστεος ἅμα τῷ ξυμπαρ όντι ὁμίλῳ οὐκ ἐλάχιστόν τι αὐτῶν διεχρήσατο μέρος, ὡς μόλις ἐκ τοσούτων οὔπω χιλίους τοὺς ξύμπαντας παρὰ τὸν Ναχοραγὰν ἀφικέσ θαι. 19. Ὁ δὲ ἐπειδὴ τῆσδε τῆς πείρας διήμαρτε, αὐτίκα ᾤχετο ἐπὶ τὴν Νῆσον καὶ ἀγχοῦ που τῶν Ῥωμαίων στρατοπεδευσάμενος προὐκαλεῖτο ἐς λόγους ἀφικέσθαι οἱ τὸν Μαρτῖνον. 2 καὶ παραγενομένῳ «σὺ δὲ» ἔφη «ὦ στρατηγέ, ἐς τοσοῦτον ἀγχινούστατός γε ὢν καὶ φρενήρης καὶ τῶν παρὰ Ῥωμαίοις δυνατωτάτων, εἶτα οὐκ ἐθελήσεις ἀποπαῦσαι πόνου τε καὶ δυσμενείας ἄμφω τὼ βασιλέε, ἀλλὰ μεθῆκας αὐτοὺς οὕτω δὴ ἐπὶ πλεῖστον τὴν ἀλλήλων ἔτι λυμαινομένους. 3 εἰ δὴ οὖν νῦν γοῦν ἐστί σοι βουλομένῳ διαλλαγὰς ποιήσασθαι καὶ ξυνθήκας, ἄγε ὅπως αὐτὸς μὲν ἐς Τραπεζοῦντα τὴν πόλιν τὴν Ποντικὴν ἅμα τῷ στρατῷ μεταβήσῃ, ἐνθάδε δὲ ἡμεῖς μενοῦμεν οἱ Πέρσαι· οὕτω τε τὰ τῆς ἐκεχειρίας σχολαίτερον διαλεξόμεθα, πιστοῖς χρώμενοι ἀγγελιαφόροις. 4 εἰ γὰρ 109 μὴ ἑκὼν εἶναι ἀπάξεις ἐνθένδε τὸ στράτευμα, ἴσθι, ὦ γενναῖε, ὡς πρὸς ἀνάγκης ἀπελαθήσῃ. βεβαιότατα γὰρ ἐγὼ τὴν νίκην ἔχω καὶ