1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

58

ἐμηχανῶντο ἐβόων τε μόνον ἄλλος ἄλλοθι καὶ ὠλοφύροντο, οὐκ ἔχοντες ὅ τι καὶ δράσαιεν. 8 οὕτω δὲ αὐτῶν κατα πεπληγμένων ἐπεισπεσόντες οἱ βάρβαροι αὐτόν τε Σωτήριχον κατα κτείνουσι καὶ τοὺς παῖδας καὶ πρός γε ξύμπαντας τοὺς ἄλλους, πλὴν εἰ μή τις ἔκ τινος τυχὸν ἁλάμενος ὀρσοθύρης ἢ καὶ ἑτέρῳ ὁποίῳ δὴ τρόπῳ λαθὼν διεσώθη. 9 ταῦτα δὲ δράσαντες οἱ ἀλιτήριοι ἐσκύλευσαν τοὺς κειμένους τά τε ἄλλα ὁπόσα ἐπήγοντο κτήματα καὶ πρός γε τὸ βασι λέως ἀφελόμενοι χρυσίον, καθάπερ τινὰς πολεμίους ὡς ἀληθῶς, ἀλλ' οὐχὶ φίλους τε καὶ ἡγεμόνας ἀπεκτονότες.

17. Ἐπεὶ δὲ αὐτοῖς τὰ τῆς μιαιφονίας ἀπείργαστο καὶ τὸ ἀνοιδαῖνον τέως τῆς γνώμης καὶ ὀργιζόμενον τῷ ἀποπλησθῆναι τὴν ἐπιθυμίαν ὑποχαλᾶν ἐδόκει καὶ περιστέλλεσθαι, τότε δὴ μόνον τὸ πραχθὲν ἐφ' ἑαυτῷ διασκοποῦντες ἀνελογίζοντο καὶ ξυνίεσαν, ὁποῖος αὐτοῖς ἀνέρριπ ται κύβος ὅτι τε οὐκ ἐς μακρὰν ἥξουσιν οἱ Ῥωμαῖοι τιμωρησείοντες 106 καὶ ὅτι αὐτοὶ ἐκείνους οὐχ ὑποστήσονται. 2 τοιγάρτοι ἀναφανδὸν ἀποστάντες προσεχώρουν τοῖς Πέρσαις καὶ ἐπρεσβεύοντο, ὑποδέχεσθαί τε σφᾶς αἰτούμενοι καὶ ὡς δὴ κατηκόοις τὸ λοιπὸν ἐπαρήγειν. 3 τού των δὲ ἁπάντων τοῖς τῶν Ῥωμαίων στρατηγοῖς ἀπηγγελμένων, ἐχαλέπαινον μὲν οἵ γε καὶ ἐδυσφόρουν, τίσασθαι δὲ παραυτίκα τοὺς Μισιμιανοὺς οὐ μάλα ἠδύναντο, πιεζόμενοι τῇ περὶ τοῦ μείζονος ἀσχολίᾳ. 4 ἤδη γὰρ ὁ Ναχοραγὰν ἑξήκοντά που χιλιάδας μαχίμων ἀνδρῶν ἐπαγόμενος ἐπὶ τὴν Νῆσον ἐφοίτα, ἵνα Μαρτῖνός τε καὶ Ἰουστῖνος ὁ Γερμανοῦ καὶ τὰ ἀμφ' αὐτοὺς στρατεύματα ἐτύγχανον ξυνειλεγμένα· 5 οἱ δὲ ἐκ τῶν Οὔννων μισθοφόροι, τῶν δὴ Σαβείρων ὀνομαζομένων (παρῆσαν γὰρ τοῖς Ῥωμαίοις ὁπλιτῶν ἀπόμοιρα οὐ πολλῷ ἐλάσσους τῶν δισχιλίων· ἡγοῦντο δὲ αὐτῶν Βαλμάχ τε καὶ Κούτιλζις καὶ Ἴλιγερ, ἄνδρες τῶν παρὰ σφίσιν ὀνομαστοτάτων), οὗτοι δὴ οὖν οἱ Σάβειροι ἀμφὶ τὴν Ἀρχαιόπολιν καὶ τὰ ἐκείνῃ πεδία, προστεταγμένον αὐτοῖς ὑπὸ Μαρτίνου, ἐστρατοπεδεύσαντο, ἐφ' ᾧ τοὺς πολεμίους (ἐνθένδε γὰρ ἤμελλον διαβήσεσθαι) ὡς ἂν οἷοί τε εἶεν πημαίνοντες χαλεπωτέραν αὐτοῖς καὶ σφαλερωτάτην ποιήσοιντο τὴν πορείαν. 6 ὁ δὲ Ναχοραγὰν ἐπειδὴ ἐς τοῦτο τετάχθαι τοὺς Σαβείρους ἐπέπυστο, ἀπολεξάμενος ἐκ τῶν ξυνστρατευομένων ∆ιλιμνιτῶν ἄνδρας ἐς τρισχιλίους αὐτίκα ἐπ' αὐτοὺς ἔστειλε, παρακελευσάμενος (ἦν γὰρ ἀλαζὼν καὶ ὑψηγόρος) ἄρδην ἅπαντας διαφθεῖραι, ὡς ἂν μή οἱ ἰόντι ἐπὶ τὸν πόλεμον ὄπισθεν ἐκεῖνοι ἐφεδρεύοντες ὑπολειφθεῖεν. 7 οἱ δὲ ∆ιλιμνῖται, μέγιστον ἔθνος τῶν ἐντὸς Τίγρητος ποταμοῦ τῇ Περσίδι χώρᾳ προσοικούντων, μαχι μώτατοί τέ εἰσιν ἐν τοῖς μάλιστα καὶ οὐ λίαν τοξόται καὶ ἑκηβόλοι, ὥσπερ ἀμέλει οἱ πλεῖστοι τῶν Μήδων· ξυστούς τε γὰρ ἐπιφέρονται καὶ σαρίσας καὶ ξίφος ἐκκρεμὲς ἀπὸ τοῦ ὤμου· μαχαιρίδα τέ τινα ἐλαχί στην τῷ λαιῷ βραχίονι ἀναδούμενοι ἀσπίδας καὶ πέλτας προβέβληνται· φαίης τε ἂν αὐτοὺς οὔτε παντάπασι ψιλοὺς οὔτε μόνον ὁπλίτας καὶ ἀγ χεμάχους. 8 πόρρωθέν τε γὰρ οὕτω τυχὸν ἀκοντίζουσι καὶ ἐκ χειρὸς αὖ διαμάχονται, ἀγαθοὶ δὲ καὶ συρράξαι φάλαγγι πολεμίᾳ καὶ ὠθισμῷ χρώμενοι τὰς πυκνώσεις διαρρηγνύναι, ἔς τε τὸ μετατάξασθαι εὐπετεῖς καὶ ἁρμοσθῆναι τῷ προσπεσόντι. αὐτοὶ δὲ καὶ ἐς τὰ προσάντη γεώλοφα 107 ῥᾳδίως ἀναθέοντες προκαταλαμβάνουσι τὰ ὑπερδέξια τῶν χωρίων τρεπόμενοί τε ὠκύτατα διαφεύγουσι καὶ ἐπιόντες ἑτέρωσε ἐμμελέστατα ἐς τὴν δίωξιν ἔγκεινται, καὶ σχεδόν τι ἅπασαν ἰδέαν πολέμου μετιόντες καὶ ἐξησκημένοι μέγιστα σίνονται τοὺς ἀντιπάλους. 9 ὡς δὲ ἐπὶ πλεῖστον ξυμπολεμεῖν τοῖς Πέρσαις εἰώθασιν, οὐ μὴν ἠναγκασμένοι, ὥσπερ κατήκοοι. αὐτόνομοί τε γάρ εἰσι καὶ ἐλεύθεροι καὶ ἄγεσθαι ὑπό του πρὸς βίας οὐ πεφυκότες.