Μακκαβαϊκὰ βιβλία δʹ, Πτολεμαϊκὰ, Ψαλμοὶ καὶ Ὠδὴ Σολομῶντος, Σωσάννα. Ταῦτα τὰ ἀντιλεγόμενα τῆς Παλαιᾶς ∆ιαθήκης. Τὰ δὲ ἀπόκρυφα πάλιν τῆς Παλαιᾶς ∆ιαθήκης ταῦτα. Ἐνὼχ, Πατριάρχαι, Προσευχὴ Ἰωσὴφ, ∆ια θήκη Μωϋσέως, Ἀνάληψις Μωϋσέως, Ἀβραὰμ, Ἐλδὰδ καὶ Μωδὰδ, Ἡλίου προφήτου, Σοφονίου προφήτου, Ζαχαρίου πατρὸς Ἰωάννου, Βαροὺχ, Ἀμβακοὺμ, Ἐζεχιὴλ, καὶ ∆ανιὴλ ψευδεπίγραφα. Τῆς Νέας πάλιν ∆ιαθήκης ἀντιλεγόμενα ταῦτα. Περίοδοι Πέτρου, Περίοδοι Ἰωάννου, Περίοδοι Θωμᾶ, Εὐαγγέλιον κατὰ Θωμᾶ, ∆ιδαχὴ ἀποστόλων, Κλημέντια, ἐξ ὧν μετεφράσθησαν ἐκλεγέντα τὰ ἀλη θέστερα καὶ θεόπνευστα. Ταῦτα τὰ ἀναγινωσκό μενα. Ταῦτα πάντα ἐξετέθησαν μὲν ὅσον πρὸς εἴδησιν, παραγεγραμμένα δέ εἰσι πάντως καὶ νόθα, καὶ ἀπό βλητα. Καὶ οὐδὲν τούτων, τῶν ἀποκρύφων μάλιστα, ἔγκριτον ἢ ἐπωφελὲς, ἐξαιρέτως τῆς Νέας ∆ιαθήκης· ἀλλὰ πάντα δίχα τῶν ἀνωτέρω διαληφθέντων, καὶ ἐγκριθέντων παρὰ τοῖς παλαιοῖς σοφοῖς καὶ πατρά σιν, ἀποκρυφῆς μᾶλλον ἢ ἀναγνώσεως ὡς ἀληθῶς ἄξια· τά τε ἄλλα, καὶ αὐτὰ τὰ καλούμενα ἐν αὐτοῖς Εὐαγγέλια, ἐκτὸς τῶν παραδοθέντων ἡμῖν τεσσάρων τούτων. Εὐαγγέλια γὰρ τέσσαρα ἐθέσπισαν ἡμῖν οἱ ἱεροὶ κανόνες τῆς ἁγίας καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας· τὸ κατὰ Ματθαῖον, τὸ κατὰ Μάρκον, τὸ κατὰ Λουκᾶν, καὶ τὸ κατὰ Ἰωάννην, κατὰ τὴν προ φητείαν τῆς ὀπτασίας, ἧς ἐθεάσατο Ἰεζεχιὴλ ὁ προ φήτης περὶ τῶν τεσσάρων χερουβίμ. Τέσσαρα γὰρ εἶδε χερουβὶμ οὗτος ὁ προφήτης· τὸ ἓν ὅμοιον ἀν θρώπῳ, τουτέστι τὸ κατὰ Ματθαῖον Εὐαγγέλιον· τὸ δεύτερον ὅμοιον μόσχῳ, τουτέστι τὸ κατὰ Μάρκον Εὐαγγέλιον· τὸ ἄλλο ὅμοιον λέοντι, τουτέστι τὸ κατὰ Λουκᾶν Εὐαγγέλιον· τὸ δὲ τέταρτον ὅμοιον ἀετῷ, τουτέστι τὸ κατὰ Ἰωάννην Εὐαγγέλιον. Παρὰ δὲ ταῦτα τὰ τέσσαρα ἕτερον Εὐαγγέλιον οὐδέν. Τὸ μὲν οὖν κατὰ Ματθαῖον Εὐαγγέλιον ἐγράφη ὑπ' αὐτοῦ τοῦ Ματθαίου τῇ Ἑβραΐδι διαλέκτῳ, καὶ ἐξ εδόθη ἐν Ἱερουσαλὴμ, ἡρμηνεύθη δὲ ὑπὸ Ἰακώβου τοῦ ἀδελφοῦ τοῦ Κυρίου τὸ κατὰ σάρκα, ὃς καὶ πρῶ 28.433 τος ἐχειροτονήθη ἐπίσκοπος ὑπὸ τῶν ἁγίων ἀποστό λων ἐν Ἱεροσολύμοις. Τὸ δὲ κατὰ Μάρκον Εὐαγγέλιον ὑπηγορεύθη μὲν ὑπὸ Πέτρου τοῦ ἀποστόλου, ἐν Ῥώμῃ, ἐξεδόθη δὲ ὑπὸ Μάρκου τοῦ μακαρίου ἀποστόλου, καὶ ἐκηρύ χθη ὑπ' αὐτοῦ ἐν Ἀλεξανδρείᾳ καὶ ἐν Αἰγύπτῳ καὶ ἐν Πενταπόλει, καὶ Λιβύῃ. Τὸ δὲ κατὰ Λουκᾶν Εὐαγγέλιον ὑπηγορεύθη μὲν ὑπὸ Παύλου τοῦ ἀποστόλου, συνεγράφη δὲ καὶ ἐξεδόθη ὑπὸ Λουκᾶ τοῦ μακαρίου ἀποστόλου καὶ ἰατροῦ· ὥσπερ καὶ Πράξεις τῶν ἀποστόλων ὑπηγόρευσε μὲν ὁμοίως Πέτρος ὁ ἀπόστολος, συνεγράψατο δὲ ὁ αὐτὸς Λουκᾶς. Τὸ δὲ κατὰ Ἰωάννην Εὐαγγέλιον ὑπηγορεύθη τε ὑπ' αὐτοῦ τοῦ ἁγίου Ἰωάννου τοῦ ἀποστόλου καὶ ἠγαπημένου, ὄντος ἐξορίστου ἐν Πάτμῳ τῇ νήσῳ, καὶ ὑπὸ τοῦ αὐτοῦ ἐξεδόθη ἐν Ἐφέσῳ, διὰ Γαΐου τοῦ ἀγαπητοῦ καὶ ξενοδόχου τῶν ἀποστόλων, περὶ οὗ καὶ Παῦλος Ῥωμαίοις γράφων φησί· «Ἀσπάζεται ὑμᾶς Γάϊος ὁ ξένος μου καὶ ὅλης τῆς Ἐκκλησίας.» Ποῖαι καὶ πόσαι παραδόσεις εἰσὶ τῆς θείας Γραφῆς, εἴτε οὖν ἀπὸ Ἑβραϊκοῦ εἰς τὸ Ἑλληνικὸν ἑρμηνεῖαι, καὶ τίνες οἱ ταύτην ἑρμηνεύσαντες, καὶ πότε. Πρώτη ἐστὶν ἡ τῶν οβʹ ἑρμηνευτῶν. Οὗτοι, Ἑβραῖοι ὄντες, ἐξελέγησαν ἀπὸ ἑκάστης φυλῆς ἓξ, καὶ ἡρμήνευσαν τὴν θείαν Γραφὴν ἐπὶ Πτολεμαίου βασιλέως τοῦ Φιλαδέλφου πρὸ διακοσίων τριάκοντα ἐνιαυτῶν τῆς κατὰ σάρκα γεννήσεως τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. ∆ευτέρα ἐστὶν ἡ τοῦ Ἀκύλα. Οὗτος ἀπὸ Σινώπης τοῦ Πόντου ὑπάρχων, καὶ Ἕλλην ὢν, ἐβαπτίσθη ἐν Ἱεροσολύμοις. Καὶ πάλιν τὸν Χριστιανισμὸν ἀθετήσας, καὶ τοῖς Ἰουδαίοις προσδραμὼν, ἡρμήνευσε τὴν θείαν Γραφὴν διεστραμμένῳ λογισμῷ ἐπὶ Ἁδριανοῦ βασιλέως τοῦ λεπτωθέντος μετὰ τλʹ
58