58
νόμιζε, οἵτινες κακὰς ὑποθέσεις ἔργων καλῶν προεβάλλοντο, ἵνα οἱ θέ- λοντες μιμηταὶ γενέσθαι τῶν κρειττόνων τὰς τῶν λεγομένων θεῶν ζηλῶ- σιν πράξεις, ἃς διαλεγόμενος τῇ πρὸ ταύτης ἡμέρᾳ οὐκ ἀπεκρυψάμην, λέγω δὲ πατροφονίας, τεκνοκτονίας, μίξεις ἀσεβεῖς μητέρων θυγατέρων ἀδελφῶν, μοιχείας τε ἀπρεπεῖς καὶ ἀρρενομιξίας καὶ μιαρὰς ἀρρητουργίας, πρὸς ἄλλαις μυρίαις τοιαύταις ἀθεμίτοις μίξεσιν. ὧν ἀσεβέστεροι οἱ ταῦτα ἀληθῆ δοκεῖν εἶναι θέλοντες, ἵνα τὰ ὅμοια ποιοῦντες μὴ αἰδῶνται. οἵπερ εἴγε εὐσεβεῖν ἐβούλοντο, ἐχρῆν αὐτούς (ὅπερ ἀρτίως εἶπον), εἰ καὶ ὄντως οἱ θεοὶ τὰ περὶ αὐτῶν δόμενα διεπράξαντο κακά, τιμῇ τῇ πρὸς θεοὺς εὐπρεπεστέροις τισὶ μύθοις τὰ ἄσεμνα ἐπισκέπειν καὶ μὴ τοὐναντίον (ὥς φατε) καλῶν αὐτοῖς πράξεων γεγενημένων κακὰ καὶ ἄσεμνα περιβάλλειν σχήματα, ἅτινα ἀλληγορούμενα καὶ διὰ καμάτων μόγις νοηθῆναι δύναται καί, ὅταν νοηθῇ τισιν, ἐκείνοις μὲν ἀντὶ τοῦ πολ- λοῦ μόχθου παρέσχον τὸ μὴ πλανηθῆναι, ἐξὸν μὴ μοχθῆσαι, τοὺς δὲ πλανηθέντας ἄρδην ἀπώλεσαν. πλὴν τοὺς εἰς τὸ σεμνότερον ἀλλη- γοροῦντας αὐτὰς ἀποδέχομαι, ὥσπερ τοὺς ἐκ τῆς ∆ιὸς κεφαλῆς αἰνιξα- μένους ἀναπηδῆσαι τὴν φρόνησιν. ἴσως δὲ ἐκεῖνό μοι πιθανώτερον ὅτι μοχθηρῶν ἀνδρῶν δόξαν θεῶν ἀπενεγκαμένων ἐκεῖναι ἐτολμήθησαν αἱ ὕβρεις. ἁπάντων δὲ τῶν θεῶν τὴν ποιητικὴν ἀλληγορίαν οὐκ ἀκόλουθον εὑρίσκομεν. αὐτίκα γοῦν ἐπὶ τῆς διακοσμήσεως τῶν ὅλων ποτὲ μὲν φύσιν λέγουσιν ποιηταί, ποτὲ δὲ νοῦν ἀρχηγὸν γενέσθαι τῆς ὅλης δημιουργίας. ἐκ φύσεως μὲν γὰρ τῶν στοιχείων τὴν πρώτην κίνη- σιν καὶ σύμμιξιν γεγονέναι, ὑπὸ δὲ τῆς τοῦ νοῦ προνοίας διακεκοσμῆσθαι. καὶ ἀποφηνάμενοι μὲν φύσει δεδημιουργῆσθαι τὸ πᾶν, μὴ δυνάμενοι δὲ ἀνεπιλήπτως τοῦτο ἀποδεικνύναι διὰ τὸ τῆς δημιουργίας ἔντεχνον, παρεμπλέκουσιν καὶ τοῦ νοῦ τὴν πρόνοιαν, ὡς συναρπάσαι καὶ τοὺς πάνυ σοφοὺς δυνάμενοι. ἡμεῖς δέ φαμεν πρὸς αὐτούς· Eἰ μὲν ἐξ αὐτο- μάτου φύσεως ὁ κόσμος γέγονεν, πῶς ἔτι ἀναλογίαν καὶ τάξιν εἴληφεν; ἅπερ ὑπὸ μόνης ὑπερβαλλούσης φρονήσεως γενέσθαι δυνατόν ἐστιν καὶ καταληφθῆναι ὑπὸ ἐπιστήμης τῆς μόνης ταῦτα ἀκριβοῦν δυναμένης. εἰ δὲ φρονήσει τὰ πάντα τὴν σύγκρασιν καὶ διακόσμησιν εἴληφεν (ὅπερ ἀνάγκη μὴ ἄλλως ἔχειν), πῶς ἔτι ἐκ τοῦ αὐτομάτου συμβῆναι ταῦτα γενέσθαι δυνατὸν ἦν; οἱ τοίνυν τὰ θεῖα ἐπὶ τὸ αἴσχιον ἀλληγορῆσαι θελήσαντες (οἷον τὴν Μῆτιν καταποθῆναι ὑπὸ ∆ιός) εἰς ἀπορίαν ἐνπε- πτώκασιν, οὐ συνιέντες ὅτι οἱ πλαγίως φυσιολογήσαντες περὶ θεῶν καὶ τὸ εἶναι θεοὺς αὐτοὺς ἀνῃρήκασιν, τὰ εἴδη αὐτῶν διὰ τῆς ἀλληγορίας εἰς τὰς τοῦ κόσμου οὐσίας διαλύσαντες. πιθανώτερον οὖν λέγειν ὅτι οἱ ὑπ' αὐτῶν δόμενοι θεοὶ κακοί τινες γεγόνασιν μάγοι, οἵτινες ἄνθρωποι ὄντες μοχθηροί, μαγείᾳ μεταμορφούμενοι γάμους διέλυον, βίους διέφθει- ρον, τοῖς δὲ πάλαι οὐκ εἰδόσιν τί ποτ' ἔστιν μαγεία δι' ὧν ἔπραττον ἐδόκουν εἶναι θεοί· ὧν κατὰ πόλεις καὶ οἱ μόροι καὶ οἱ τάφοι φαίνον- ται. αὐτίκα γοῦν (ὡς καὶ ἄλλοτε εἶπον) ἐν τοῖς Καυκασίοις ὄρεσιν Κρόνου τινὸς σῆμα ἀνθρώπου δείκνυται, τυράννου ἀγρίου καὶ τεκνοκτό- νου. ὁ δ' ἐκείνου υἱός, Ζεὺς τὸ ὄνομα, χείρων γενόμενος, μαγείας δυ-