58
ἀνάγλυφον καὶ διάχρυσον ἀσήμιν, ὡς γενέσθαι τὸ πᾶν δόμα τοῦ αὐτοῦ Κτενᾶ λίτρας ἑξήκοντα. Τότε ἐποίησεν αὐτὸν ὁ βασιλεὺς πρωτοσπαθάριον, καὶ ἐρογεύθη τῷ καιρῷ ἐκείνῳ λίτραν μίαν. Ἔζησεν δὲ ὁ αὐτὸς Κτενᾶς μετὰ τὸ τιμηθῆναι αὐτὸν πρωτοσπαθάριον ἔτη δύο καὶ ἐτελεύτησεν· ἐρογεύθη δὲ τὰ δύο ἔτη ἀνὰ λίτραν μίαν. 51 Περὶ τοῦ, τίνι τρόπῳ γέγονεν τὸ βασιλικὸν δρομώνιον, καὶ περὶ τῶν πρωτοκαράβων τοῦ αὐτοῦ δρομωνίου, καὶ ὅσα περὶ τοῦ πρωτοσπαθαρίου τῆς φιάλης. Ἰστέον, ὅτι μέχρι τῆς βασιλείας Λέοντος, τοῦ ἀοιδίμου καὶ σοφωτάτου βασιλέως, οὐκ ἦν βασιλικὸν δρομώνιον, ἐν ᾧ εἰσήρχετο ὁ βασιλεύς, ἀλλ' εἰς ῥούσιον ἀγράριον εἰσήρχετο, πλὴν ἐπὶ Βασιλείου, τοῦ φιλοχρίστου δεσπότου, ὅτε ἀπῆλθεν ὁ αὐτὸς βασιλεὺς εἰς τὰ θέρμα τῆς Προύσης, καὶ πάλιν ὅτε ἀπῆλθεν θεάσασθαι τὸ γεφύριον τοῦ Ῥηγίου, δηλονότι τῇ κελεύσει αὐτοῦ καὶ προνοίᾳ κτιζόμενον, εἰς δρομώνιον εἰσῆλθεν, καὶ ἕτερον δρομώνιον ἠκολούθει ὄπισθεν. Οἱ δὲ ἐν αὐτῷ εἰσελθόντες ἐλάται ὑπῆρχον ἀπὸ τοῦ βασιλικοῦ ἀγραρίου καὶ ἀπὸ τῶν Στενιτῶν πλωΐμων. Τὸ γὰρ παλαιὸν εἶχεν καὶ τὸ Στενὸν χελάνδια βασιλικοπλώϊμα μέχρι τῶν δέκα. Ἐπεὶ δὲ ὁ μακάριος βασιλεὺς ὅλα τὰ πλείονα αὐτοῦ μεταστασίματα εἰς τὰς Πηγὰς ἐποίει διὰ τὸ καὶ ὑπ' αὐτοῦ κτισθῆναι τὰ τοιαῦτα παλάτια, ὁμοίως καὶ εἰς τὸ Ἕβδομον καὶ εἰς τὴν Ἱερείαν καὶ εἰς τὸν Βρύαν, εἰσήρχετο εἰς ἀγράριον κατὰ τὸν παλαιὸν τύπον. Ὅτε δὲ εἰς μακρότερον ἀπῄει πρόκενσον, οἷον εἰς τὰ θέρμα τῆς Προύσης καὶ εἰς ἐπιτήρησιν τοῦ Ῥηγίου τῆς γεφύρας, εἰσῄει, καθὼς προείρηται, εἰς δρομώνιον, καὶ ἠκολούθει ἕτερον δρομώνιον διὰ τὸ καὶ πλείονας ἄρχοντας εἰσέρχεσθαι μετὰ τοῦ βασιλέως καὶ τοὺς ὑπολοίπους εἰς τὸ δεύτερον δρομώνιον. Ὁ δὲ ἀοίδιμος καὶ σοφώτατος Λέων ὁ βασιλεὺς φιλοτιμότερόν πως πρὸς τοὺς μαγίστρους καὶ πατρικίους καὶ οἰκείους συγκλητικοὺς διακείμενος καὶ θέλων ἀεὶ τούτοις συγχαίρεσθαι, λογισάμενος μὴ ἐπαρκεῖν εἰς ὑποδοχὴν πλειόνων ἀρχόντων τὸ ἀγράριον, ἐποίησεν δρομώνιον, καὶ δὴ ἀπαύστως εἰσήρχετο ἐν αὐτῷ, ὅπου δ' ἂν ἐβούλετο ἀπελθεῖν. Συνήρχοντο δὲ μετ' αὐτοῦ, οἵους ἂν ἐβούλετο τῶν ἀρχόντων, ἀπό τε μαγίστρων καὶ πατρικίων. Κατὰ τύπον γὰρ ἐν τῷ ἀγραρίῳ οὐδεὶς ἕτερος εἰσήρχετο μετὰ τοῦ βασιλέως, εἰ μὴ ὁ δρουγγάριος τῆς βίγλης καὶ ὁ δρουγγάριος τοῦ πλωΐμου καὶ ὁ λογοθέτης τοῦ δρόμου καὶ ὁ ἑταιρειάρχης καὶ ὁ μυστικὸς καὶ ὁ τῶν δεήσεων, καὶ ὅτε παρῆν ἐν τῇ πόλει, καὶ ὁ δομέστικος τῶν σχολῶν καὶ ὁ παρακοιμώμενος καὶ ὁ πρωτοβεστιάριος καὶ ἐκ τῶν κοιτωνιτῶν, οὓς ἂν ἐκέλευσεν ὁ βασιλεύς. ∆ι' οὖν τὸν τρόπον τοῦτον ἐποίησεν Λέων, ὁ ἀοίδιμος καὶ σοφώτατος βασιλεύς, τὸ δρομώνιον, καὶ μετά τινα καιρὸν ἐποίησεν καὶ ἕτερον δρομώνιον, ὃ καὶ δεύτερον προσηγορεύθη καὶ ἀκόλουθος ὠνομάσθη. Καὶ γὰρ εἰς μακρόκενσα ἀπῄει ὁ μακάριος οὗτος βασιλεύς, οἷον εἰς Νικομήδειαν, εἰς τὸν Ὄλυμπον, εἰς τὰ Πύθια, καὶ διὰ τοῦτο ἐπετηδεύσατο τὰ δύο δρομώνια εἰς ὑπηρεσίαν καὶ ἀνάπαυσιν αὐτοῦ τε καὶ τῶν ἀρχόντων αὐτοῦ. Πολλάκις γὰρ ἐξερχομένου αὐτοῦ εἰς τὰ πλησίον πρόκενσα, τὴν μίαν οὐσίαν κατελίμπανεν εἰς τὸν ἱππόδρομον πρὸς φύλαξιν τοῦ παλατίου διὰ τὸ τὸ τάγμα τοῦ ἀριθμοῦ κατὰ τὸν ἐπικρατήσαντα παλαιὸν τύπον μετὰ τοῦ δομεστίκου τῶν σχολῶν ταξιδεύειν, καὶ ἐναπομένοντες εἰς τὸν ἱππόδρομον οὐ συνεξιοῦσι κατὰ τύπον τοῖς βασιλεῦσιν εἰς τὰ πρόκενσα. Ὅτι ἐξ ἀρχῆς καὶ ἄνωθεν βασιλικὸν ὀφφίκιον ἦν τῷ πρωτοσπαθαρίῳ τῆς φιάλης· οὗτος δὲ ὁ πρωτοσπαθάριος τῆς φιάλης ἐπεκράτει καὶ εἶχεν ὑπ' αὐτὸν πάντας τοὺς ἐλάτας τῶν βασιλικῶν ἀγραρίων, ῥουσίων τε καὶ μαύρων, ἄνευ τῶν ἀγραρίων τῆς αὐγούστης· τὰ γὰρ ἀγράρια τῆς αὐγούστης, τά τε ῥούσια καὶ μαῦρα, ἐπεκράτει καὶ ἐξουσίαζεν ὁ τῆς τραπέζης τῆς αὐγούστης. Ἐπὶ δὲ τῆς βασιλείας Λέοντος, τοῦ ἀοιδίμου καὶ σοφωτάτου βασιλέως, καινουργηθέντα τὰ δρομώνια κελεύσει βασιλικῇ, εἶχεν ὁ αὐτὸς πρωτοσπαθάριος τῆς φιάλης καὶ τῶν τοιούτων δρομωνίων τοὺς ἐλάτας ὑπὸ τὴν ἑαυτοῦ ἐξουσίαν. Ὁ οὖν προρρηθεὶς πρωτοσπαθάριος τῆς φιάλης καθ' ἑκάστην