58
Eἰ δέ τις ἀπὸ παροικίας ἀδελφὸς ἢ ἀδελφὴ ἐπ εισέλθοι σύστασιν ἐπικομιζόμενοι, ὁ διάκονος ἐπικρινέτω τὰ κατ' αὐτούς, ἀνακρίνων, εἰ πιστοί, εἰ ἐκκλησιαστικοί, εἰ μὴ ἀπὸ αἱρέσεώς εἰσι μεμολυσμένοι, καὶ πάλιν εἰ ὕπανδρος ἢ χήρα· καὶ οὕτω γνοὺς τὰ κατ' αὐτοὺς, ὡς εἰσὶν ἀληθῶς πιστοὶ καὶ ὁμογνώμονες ἐν τοῖς κυριακοῖς, ἀπαγέτω ἕκαστον εἰς τὸν προσήκοντα αὐτῷ τόπον. Eἰ δὲ καὶ πρεσβύτερος ἀπὸ παροικίας ἐπέλθοι, προσδεχέσθω ὑπὸ τῶν πρεσβυτέρων κοινωνικῶς· εἰ διάκονος, ὑπὸ τῶν διακόνων· εἰ δὲ καὶ ἐπίσκοπος, σὺν τῷ ἐπισκόπῳ καθεζέσθω τῆς αὐτῆς ἀξιούμε νος ὑπ' αὐτοῦ τιμῆς. Καὶ ἐρωτήσεις αὐτόν, ὦ ἐπίσκοπε, προσλαλῆσαι τῷ λαῷ λόγους διδακτικούς· ἡ γὰρ τῶν ξένων παράκλησις καὶ νουθεσία ὠφελιμωτάτη σφόδρα· «Oὐδεὶς γὰρ προφήτης, φησίν, δεκτὸς ἐν τῇ ἰδίᾳ πατρίδι.» Ἐπι τρέψεις δὲ αὐτῷ καὶ τὴν εὐχαριστίαν ἀνοῖσαι· ἐὰν δὲ δι' εὐλάβειαν ὡς σοφὸς τὴν τιμήν σοι τηρῶν μὴ θελήσῃ ἀνε νέγκαι, κἂν τὴν εἰς τὸν λαὸν εὐλογίαν αὐτὸν ποιήσασθαι καταναγκάσεις. Eἰ δὲ ἐν τῷ καθέζεσθαι ἕτερός τις ἐπεισέλθοι εὐσχήμων καὶ ἔνδοξος ἐν τῷ βίῳ, ἢ ξένος ἢ ἐγχώριος, σὺ ὁ ἐπίσκοπος ὁ προσλαλῶν τὸν περὶ Θεοῦ λόγον ἢ ὁ ἀκούων τοῦ ψάλλοντος ἢ τοῦ ἀναγινώσκοντος, μὴ προσωποληπτῶν καταλίπῃς τὴν διακονίαν τοῦ λόγου, ἵνα διατάξῃ αὐτῷ προσεδρίαν, ἀλλὰ μένε ἡσύχιος μὴ διακόπτων σου τὸν λόγον ἢ τὴν ἀκοήν, οἱ δὲ ἀδελφοὶ διὰ τῶν διακόνων παρα δεχέσθωσαν αὐτόν. Eἰ δὲ τόπος οὐκ ἔστιν, ὁ διάκονος, τὸν μᾶλλον νεώτερον ἐγείρας μετὰ λόγου, ἀλλὰ μὴ μετ' ὀργῆς, ἐκεῖνον καθισάτω· δίκαιον δὲ τοῦτο καὶ ἀφ' ἑαυτοῦ τὸν φιλάδελφον ποιῆσαι· ἐὰν δὲ ἀνανεύῃ, ἐγείρας αὐτὸν ἀναγκαστῶς, ὀπίσω πάντων στῆσον, ἵνα παιδευθῶσιν καὶ οἱ λοιποὶ ἀντιπαραχωρεῖν τοῖς ἐντιμοτέροις. Eἰ δὲ πτωχὸς ἢ ἀγενὴς ἢ ξένος ἐπέλθοι πρεσβύτης ἢ νέος τὴν ἡλικίαν καὶ τόπος οὐχ ὑπάρχει, καὶ τούτοις τόπον ποιήσει ἐξ ὅλης τῆς καρδίας αὐτοῦ ὁ διάκονος, ἵνα μὴ πρὸς ἄνθρωπον αὐτοῦ γένηται ἡ προσωπόληψις, ἀλλὰ πρὸς Θεὸν ἡ διακονία εὐάρεστος. Τὸ δ' αὐτὸ ποιείτω καὶ ἡ διάκονος ταῖς ἐπερχο μέναις γυναιξὶν πτωχαῖς ἤτοι πλουσίαις. ∆ιδάσκων δέ, ὦ ἐπίσκοπε, κέλευε καὶ παραίνει τῷ λαῷ εἰς τὴν Ἐκκλησίαν ἐνδελεχίζειν ὄρθρου καὶ ἐσπέρας ἑκάστης ἡμέρας καὶ μὴ ἀπολείπεσθαι τὸ σύνολον, ἀλλὰ συνέρχεσθαι διηνεκῶς, καὶ μήτε τὴν Ἐκκλησίαν κολοβοῦν ἑαυτὸν ὑφαιροῦντα καὶ παρὰ μέλος ποιεῖν τὸ σῶμα τοῦ Χριστοῦ· οὐ γὰρ μόνον περὶ ἱερέων ἐρρέθη, ἀλλὰ καὶ