Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
πλουσία δια νομὴ, καὶ τῶν ἐπιγείων ἡ μέθεξις· οὐκ εἰς τρυφὰς ἀποφέρουσα κοσμικὰς, ἐπιμετροῦσα δὲ μᾶλλον ταῖς τοῦ σώματος χρείαις τὸ ἀποχρὼν εἰς ζωήν.] ∆εῦτε, τέκνα, ἀκούσατέ μου. (C f. 71) ∆ιδασκαλίαν ἐθνῶν περιτίθεται, ἧς πρῶ τον, τὸν φόβον τοῦ Θεοῦ εἶναί φησι· δεύτερον, τὸ μὴ καταλαλεῖν τῶν ἀδελφῶν· τρίτον, δόλου παντὸς παύειν τὰ χείλη· τέταρτον, ἀποχὴν παντὸς κακοῦ, καὶ ἐπιτήδευσιν ἀγαθοῦ· ἐπὶ πᾶσι τούτοις, εἰρήνης ἀντέχεσθαι· εἰρήνη δὲ ὁ Χριστός. Τούτων δὲ τὴν ἐπιτήδευσιν, ζωὴν εἶναι λέγει καὶ ἡμέρας ἀγαθάς. Τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωήν; (B f. 109 b) "Τίς ἄρα, φησὶν, ἔστιν ἄνθρωπος," τουτέστιν λογικός τε καὶ συνετὸς, ὃς δὴ καὶ βούλε ται τὴν εἰς ἀπεράντους αἰῶνας ἀποκερδᾶναι ζωὴν, καὶ τυχεῖν εὐημερίας ἀκαταλήκτου καὶ μακρᾶς; Ἡκέτω τῶν ἐμῶν ἀκροασόμενος λόγων, ἁπλούτω τὸν νόμον, εἰσοικιζέσθω μάθημα τὸ σωτήριον. Ηὐτρέ πισται γὰρ τοῖς τῆς ἐννόμου ζωῆς ἐρασταῖς ἃ ὀφθαλμὸς οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Μόνον ἔστω ποιητὴς ἔργων ὁ διδασκόμενος. Ὁ γάρ τοι μεμαθηκὼς, εἶτα δρὰς τῶν ἀρίστων οὐδὲν, ἔοικε φαύλῃ τε καὶ ἁλμάδι γῇ, δεχομένῃ μὲν παρὰ τῶν γηπόνων σπέρματα, τικτούσῃ δὲ παντελῶς οὐδέν. Ὁ δὲ λόγων ἀκροατὴς καὶ ποιητὴς ἔργων, παρεικάζοιτο ἂν εἰκότως εὐκάρ πῳ τε καὶ γονιμωτάτῃ γῇ. (C f. 71) Τίς ἐστιν ἄνθρωπος οὐρανικός τε καὶ συνετὸς, ὁ θέλων ζωὴν, οὐ τὴν κοινὴν ταύτην, ἢν καὶ τὰ ἄλογα ζῇ, ἀλλὰ τὴν ὄντως ζωὴν, τὴν θανάτῳ μὴ διακοπτομένην; Ἔστι δὲ ἡ ὄντως ζωὴ, ὁ Χριστός· οὐκοῦν καὶ ἡ ἡμετέρα ἐν αὐτῷ διαγωγὴ, ζωή ἐστιν ἀληθινή. Παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ. (C f. 71) Τὸ μὲν οὖν θύραν ἐπιθεῖναι τῇ γλώττῃ, καὶ μὴ ἐᾷν ἀσχημόνως τοὺς πρὸς ἡμῶν ἰέναι λόγους, κατόρθωμά ἐστι καὶ εὐκαρπία σοφῆς καὶ ἁγίας ψυ χῆς. (B f. 110) Χρὴ δὲ παραιτεῖσθαι καὶ πρό γε τῶν ἄλλων δυσφημίας τε καὶ ψευδορκίας, ψιθυρισμοὺς, καταλαλιὰς, λοιδορίας, αἰσχρολογίας, εἰκαιομυθίας, εὐτραπελίας· εὐλογεῖν δὲ μᾶλλον, καὶ μὴ καταρᾶ σθαι, καὶ ταῖς εἰς Θεὸν ὑμνῳδίαις μονονουχὶ κατα ρυθμίζειν τὴν γλῶτταν, λαλεῖν ἀλήθειαν πρὸς τὸν πλησίον, ἀποπαύειν δὲ τὰ χείλη τοῦ μὴ λαλῆσαι δό λον. ∆όλος δέ ἐστιν τὸ ψεῦδος, καὶ ἡ ἀπάτη, καὶ συκοφαντία, καὶ διαβολαὶ τὸ ἀληθὲς οὐκ ἔχουσαι. 69.892 Ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν. (C f. 71) Ἐπειδὴ ἀρχὴ πρὸς τὴν ἀνάληψιν τῶν καλῶν, ἡ ἀναχώρησις τῶν κακῶν, ἔστιν ὅτε οὐ κα κοποιεῖ μέν τις, οὐ μὴν οὐδὲ ἀγαθοποιεῖ. Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν. (B f. 110 b, C f. 71 a, b) Ἐφορᾷ μὲν τοὺς δι καίους ὁ Κύριος, καὶ τῆς ἄνωθεν ἐποπτείας ἀξιοῖ τοὺς τὰ αὐτοῦ [cod. αὐτῷ] φρονεῖν ᾑρημένους. Ἀνευρύνει δὲ καὶ τὸ οὖς ταῖς παρ' αὐτῶν ἱκετείαις. Ἐπιφέρει τε τὸ πρόσωπον ἐπὶ τοὺς τῶν φαύλων ἐργάτας, οὐχ ἵνα μᾶλλον ὠφελῇ διὰ τῆς ἐποπτείας αὐτοὺς, καθάπερ ἀμέλει καὶ ἐπὶ τῶν δικαίων ἐλέ γομεν, ἀλλ' ἵν' ἐκ γῆς ἐξολοθρεύσειεν αὐτῶν τὸ μνημόσυνον· γῆς δὲ οὐχὶ πάντως τῆς ὑπὸ πόδας ἡμῖν κειμένης, ἐκείνης δὲ μᾶλλον περὶ ἧς φησιν ὁ Σωτήρ· "Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομή σουσιν τὴν γῆν." Οὐ γὰρ βάσιμος τοῖς πονηροῖς ἡ ἄνω πόλις, οὔτε μὴν τῶν ἁγίων ὁ κλῆρος ἐκνεμηθή σεταί τινι τῶν φιλαμαρτημόνων· μερὶς γὰρ οὐδεμία πιστῷ μετὰ ἀπίστου, καθ' ἃ γέγραπται. Ἐφορᾷ τοίνυν, φησὶν, τοὺς δικαίους ὁ Κύριος ἱλαρῷ δηλονότι βλέμματι, καθ' ἃ καὶ φιλόπαις πατὴρ ἐπιτηρῶν πανταχοῦ μὴ ἄρα πως περιπταίσειαν σκανδάλοις βιωτικοῖς [al. cod. διαβολικοῖς], ἤγουν ἁλώσιμοι γέ νοιντο τοῖς ἐκείνου βρόχοις· διανευρούμενοι δὲ μᾶλ λον τῇ παρ' αὐτοῦ χάριτι, ὡς πᾶν ὁτιοῦν τῶν ἀρί στων ἀμογητὶ διατρέχωσιν. Ἐπιφέρει δὲ τὸ πρόσωπον τοῖς πονηροῖς, ὡς ἂν νοοῖτο ∆εσπότης πλημμε λοῦσιν οἰκέταις καὶ προσκεκρουκόσιν αὐτῷ πολυτρόπως, σκληρόν τε καὶ ἀμειδὲς ἐνερείδων τὸ ὄμμα καὶ οἷον ἀπειλοῦν αὐτοῖς, ὡς ὅσον οὐδέπω, ἤγουν παραυτίκα, τὰς ἐσχάτας ὑπομένουσι δίκας. [Ὅτι καὶ ἑτοιμότατα κατανεύει Θεὸς ταῖς τῶν ἀγαπώντων αὐτὸν ἱκετείαις, καὶ εἰς πέρας αὐτοῖς τὸ πολύευκτον ἐκβιβάζει τὰ αἰτήματα, διαδείκνυσι σα φῶς. ∆ύο γὰρ τίθησιν