Glaphyra in Pentateuchum ARGUMENTAGLAPHYRORUM S. CYRILLIALEXANDRINI
ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ.
οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν ἀγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Προσκομίσας δὲ τῷ πατρὶ, περιττὸς ἦν ἔτι, καὶ τὸ γεγονὸς ἐδιδάσκετο. Ἤκουσε γὰρ εὐθύς· Ἔλθων ὁ ἀδελφός σου, μετὰ δόλου ἔλαβε τὴν εὐλογίαν σου. Οὐκ ἀδακρυτὶ δὲ λέγοντος, Μὴ εὐλογία μία ἔσται σοι, πάτερ; εὐλόγησον δὴ κἀμέ· ἔφη πάλιν ὁ Ἰσαάκ· Ἰδοὺ ἀπὸ τῆς πιότητος τῆς γῆς ἔσται ἡ κατοίκησίς σου· καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ ἄνωθεν, καὶ ἐπὶ τῇ μαχαίρᾳ σου ζήσῃ, καὶ τῷ ἀδελφῷ σου δουλεύσεις. Ἔσται δὲ ἡνίκα ἐὰν καθέλῃς καὶ ἐκλύσῃς τὸν ζυγὸν αὐτοῦ ἀπὸ τοῦ τραχήλου σου. Τὸ μὲν οὖν τῆς ἱστορίας συνενεγκόντες πλάτος, ὡς ἐν ὀλίγοις κομιδῇ, τοῖς ἐντευξομένοις εὖ μάλα παρατεθείκαμεν. Χρῆναι δὲ ὑπολαμβάνω, τοῖς αἰσθητῶς γεγονόσιν ἐφαρμόσαι τὰ πνευματικά. δʹ. Φαμὲν οὖν ὅτι καὶ πρό γε τῶν ἄλλων, τῶν ἐν πίστει, φημὶ, καὶ ἐν Χριστῷ κεκλημένων, τῷ Ἰσραὴλ ἐνετέλλετο ὁ τῶν ὅλων ∆εσπότης καὶ Πατήρ, ξένιον ὥσπερ τι λαμπρὸν, καὶ καρποὺς ἐπιεικείας, καὶ οἱονεὶ πόνων ἀγαθῶν εὑρήματα, προσκομίζειν ἐπείγεσθαι τὴν ἁνδάνουσαν αὐτῷ πολιτείαν καὶ ζωὴν, ἣ διὰ τῆς ἐν νόμῳ ζωῆς τοῖς πάλαι προανεγράφετο, μονονουχὶ τοῖς τύποις ἐγκεκρυμμένη, καὶ ὡς ὕλη λανθάνουσα τῷ περιττῷ τοῦ γράμματος, οὐκ ἀνάλωτός γε μὴν τοῖς ἐθέλουσι φιλοθηρᾷν διὰ τῆς ἐν πνεύματι καὶ ἀκριβοῦς θεωρίας. Τοῦτο, οἶμαι, ἐστὶ τὸ τῆς Ἡσαῦ θήρας ἐπιθυμῆσαι τὸν Ἰσαάκ. Ἀλλὰ προσετάττετο μὲν, καθάπερ ἔφην, ὁ Ἰσραὴλ, καὶ δὴ καὶ ὑπέσχετο κατορθοῦν. Ἔφη γὰρ ἐν Χωρὴβ συνηθροισμένης τῆς ἐκκλησίας, καὶ ἐν εἴδει πυρὸς ἐπὶ τὸ ὄρος Σινὰ καταφοιτήσαντος Θεοῦ· Πάντα ὅσα ἂν εἴπῃ Κύριος ὁ Θεὸς, ποιήσομεν, καὶ ἀκουσόμεθα. Ἀμελητὴς δὲ λίαν κατεφωρᾶτο διὰ τῶν πραγμάτων, καίτοι πρόχειρος ὢν εἰς ἐπαγγελίαν. Ταύτῃτοι καὶ διὰ μέσου χωριεῖ, φθάνει τε οὕτως ὁ πτερνιστὴς, Ἰακὼβ, τουτ 69.169 έστιν, ὁ νέος τε καὶ ὡς ἐν πίστει λαός. Προσκεκόμικε γὰρ τῷ Θεῷ τὰ ζητούμενα, ἀναδυομένου τε καὶ μέλλοντος τοῦ πρωτοτόκου λαοῦ, προεκαρποφόρησε τὴν πίστιν, ἣν καὶ ἐν τάξει τροφῆς ἡ θεία ποιεῖται φύσις. Καὶ γοῦν ὁ Σωτὴρ τοῖς ἁγίοις ἀποστόλοις οὕτω τὴν Σαμαρειτῶν ἐπιστροφὴν προκατεμήνυε, λέγων· Ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε. ∆ιατρανῶν δὲ τὸ εἰρημένον, Ἐμὸν βρῶμά ἐστι, φησὶν, ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με, καὶ τελειώσω αὐτοῦ τὸ ἔργον. Ὅτι δὲ γέγονεν ἀνόνητον μὲν τοῖς ἐξ Ἰσραὴλ τὸ ἕτοιμον εἰς ὑπόσχεσιν, οὐκ ἐξοιχομένου πρὸς πέρας αὐτοῖς τοῦ πράγματος, ἠδίκησε δὲ τὰ ἔθνη παντελῶς οὐδὲν ὁ ἐπί γε τὸ χρῆναι πιστεύειν ὄκνος ἐπεγνωκότα τὸν Λυτρωτὴν, καὶ τετιμηκότα λοιπὸν ταῖς εἰς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν εὐπειθείαις, διὰ παραβολῆς ἡμᾶς ἐδίδαξεν ὁ Χριστός. Ἔφη γὰρ οὕτως· Ἄνθρωπός τις εἶχε τέκνα δύο, καὶ προσελθὼν τῷ πρώτῳ, εἶπε· Τέκνον, ὕπαγε σήμερον ἐργάζου ἐν τῷ ἀμπελῶνί μου. Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Οὐ θέλω. Ὕστερον δὲ μεταμεληθεὶς ἀπῆλθε. Προσελθὼν δὲ τῷ ἑτέρῳ εἶπεν ὡσαύτως. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἐγὼ, Κύριε, καὶ οὐκ ἀπῆλθε. Τίς ἐκ τῶν δύο ἐποίησε τὸ θέλημα τοῦ Πατρός; Ὁ ἀπελθὼν εἰς τὸν ἀμπελῶνα δηλονότι, καὶ εἰ βραχὺ μεταξὺ παρεισέδυ τὸ ἀδρανὲς, ὀκνεῖν ἀναπεῖθον τὸ ὑπεσχημένον. Θέα δὴ οὖν ἐν τούτοις προχειρότατα μὲν ἐπὶ τὴν θήραν ἰόντα τὸν Ἡσαῦ, καὶ τοῦτο δρᾷν ὑπισχνούμενον, φθάνοντα δὲ τὸν Ἰακὼβ, καίτοι τοῦτο δρᾷν ἐν ἀρχαῖς ἀρνούμενον, πλὴν εὐλογηθέντα παρὰ τοῦ πατρός. Οὕτω καὶ ὁ νέος λαὸς ἁρπάζει τὴν εὐλογίαν, μονονουχὶ κατάπλαστον ἔχων τῆς Ἰουδαϊκῆς πολιτείας τὸ σχῆμα. Καθάπερ ἀμέλει καὶ Ἰακὼβ τὴν Ἡσαῦ δασύτητα τοῖς τῶν ἐρίφων δέρμασιν ἀπεμιμεῖτο σοφῶς. Ἀλλ' ἤκουε τοῦ πατρὸς εὐθὺς ἀνακεκραγότος· Ἡ μὲν φωνὴ φωνὴ Ἰακὼβ, αἱ δὲ χεῖρες χεῖρες Ἡσαῦ. Τίνα δὴ οὖν ἄρα τρόπον ἐφαρμόσαιμεν ἂν τοῖς ἐν πίστει λαοῖς τὸ καὶ ἐν εἴδει γενέσθαι, καὶ ὡς ἐν μιμήματι τῆς Ἰουδαϊκῆς πολιτείας τε καὶ ἑτέραν ἔχειν παρ' αὐτοὺς τὴν φωνήν; Οὐκοῦν ἐκεῖνό φαμεν, ὡς ἔστιν ἀεὶ παρὰ ταῖς θείαις Γραφαῖς, ἔργου καὶ κατορθωμάτων ἤτοι πρακτικῆς ἐνεργείας σημεῖον χείρ. Ὅσον οὖν ἧκεν εἰς ἐνεργείας ταυτότητα καὶ πιότητα κατορθωμάτων, καὶ αὐτοὶ πληροῦσι τὸν νόμον οἱ ἐν Χριστῷ νοητῶς τε καὶ πνευματικῶς ἱερουργούμενοι, καὶ εἰς ὀσμὴν