58
τὴν καταβολὴν καὶ τὴν ὑποδοχὴν καὶ τὴν ἀνάδοσιν. οὐ γὰρ παρὰ τὸ τὰς κῆρας ἔχειν βοράν, ὃ δηλοῖ τὰς ψυχάς, κέκληται κύων, ἀλλὰ παρὰ τὸ κυεῖν, ᾗ χορηγὸς 3.11.12 ὁ Πλούτων, ὅταν ἁρπάσῃ τὴν Κόρην. Ἄττις δὲ καὶ Ἄδωνις τῇ τῶν καρπῶν εἰσιν ἀναλογίᾳ προσήκοντες. ἀλλ' ὁ μὲν Ἄττις τῶν κατὰ τὸ ἔαρ προφαινομένων ἀνθέων καὶ πρὶν τελεσιογονῆσαι διαρρεόντων ἔνθεν καὶ τὴν τῶν αἰδοίων ἀποκοπὴν αὐτῷ προσανέθεσαν, μὴ φθασάντων ἐλθεῖν τῶν καρπῶν εἰς τὴν σπερματικὴν τελείωσιν, ὁ δὲ Ἄδωνις τῆς τῶν τελείων καρπῶν ἐκτομῆς σύμβολον. 3.11.13 ὁ δὲ Σειληνὸς σύμβολον τῆς πνευματικῆς κινήσεως, οὐκ ὀλίγα συμβαλλομένης τῷ παντί. σύμβολα δέ ἐστι τὸ μὲν φάλανθον καὶ στιλπνὸν κατὰ τὴν κεφαλὴν τῆς οὐρανίου περιφορᾶς, ἡ δὲ περικειμένη κόμη τοῖς κάτω μέρεσιν 3.11.14 αὐτοῦ ὑπόδειγμα τῆς προσγείου περὶ τὸν ἀέρα παχύτητος. ἐπεὶ δὲ καὶ τῆς μαντικῆς δυνάμεώς τις μέτοχος ἦν δύναμις, Θέμις μὲν κέκληται ἡ δύναμις, τῷ τὰ τεθειμένα καὶ ἑκάστῳ κείμενα λέγειν. 3.11.15 ∆ιὰ δὴ πάντων τούτων ἡ περίγειος δύναμις ἐξηγήσεως τυχοῦσα θρησκεύεται, ὡς μὲν παρθένος καὶ Ἑστία ἡ κεντροφόρος, ὡς δὲ τοκὰς ἡ τροφός, ὡς δὲ Ῥέα ἡ πετροποιὸς καὶ ὄρειος, ὡς δὲ ∆ημήτηρ ἡ χλοηφόρος, ὡς δὲ Θέμις ἡ χρησμῳδός, τοῦ εἰς αὐτὴν κατιόντος σπερματικοῦ λόγου εἰς τὸν Πρίηπον ἐκτετυπωμένου· οὗ τὸ μὲν περὶ τοὺς ξηροὺς καρποὺς Κόρη, τὸ δὲ κατὰ τοὺς ὑγροὺς καὶ τὰ ἀκρόδρυα ∆ιόνυσος καλεῖται, τῆς μὲν Κόρης ὑπὸ Πλούτωνος τοῦ ὑπὸ γῆν ἰόντος ἡλίου ἁρπαζομένης κατὰ τὸν σπόρον, τοῦ δὲ ∆ιονύσου τὰ πάθη τῆς δυνάμεως ὑπὸ γῆν μὲν νεωτέρας καὶ καλλιγόνου βλαστάνειν ἀρχομένης, ἐπιμάχου δὲ τῆς κατὰ τὴν ἄνθην δυνάμεως σύμβολον τὸν Ἄττιν ἐχούσης, τῆς δὲ 3.11.16 κατὰ τὴν τελεσιουργίαν ἐκτομῆς τὸν Ἄδωνιν, καὶ τῆς μὲν πνευματικῆς διὰ πάντων δυνάμεως εἰς Σειληνὸν ἀναπλαττομένης, τῆς δὲ εἰς ἔκστασιν ἀπ' αὐτῶν παραγωγῆς εἰς Βάκχην, ὥσπερ αὖ τῆς εἰς τὰ ἀφροδίσια ἐρεθιζούσης ὁρμῆς διὰ τῶν Σατύρων. διὰ δὴ τούτων τῶν συμβόλων ἡ περίγειος ἐκκαλύπτεται δύναμις.» 3.11.17 Τοσαῦτα μὲν οὖν καὶ τάδε, ἃ καὶ ἀναγκαίως ἐπιτεμόμενος παρατέθειμαι εἰς τὸ μὴ ἀγνοεῖν ἡμᾶς τὰ σεμνὰ τῶν φιλοσόφων. οὕτω τοιγαροῦν κατὰ τὰ ἀποδεδομένα Κόρη μὲν ἡ τῶν σπορίμων, ∆ιόνυσος δὲ ἡ τῶν ἀκροδρύων δύναμις, καὶ τῶν μὲν ἐαρινῶν ἀνθῶν ὁ Ἄττις, τῶν δὲ τελείων καρπῶν ὁ 3.11.18 Ἄδωνις σύμβολον. τί δὴ οὖν ταῦτα χρὴ θεοποιεῖν εἰς τροφὰς σωμάτων τῶν ἐπὶ γῆς ζῴων πρὸς τοῦ τῶν ὅλων θεοῦ πεποιημένα; τί δὲ θρησκεύειν τὴν περίγειον δύναμιν προσῆκον ἡμῖν ἐστιν, οἷς φύσις ἐστὶ ψυχῆς οὐρανία λογική τε καὶ ἀθάνατος, τοῦ παμβασιλέως τῶν ὅλων θεοῦ διανοίας ὄμμασι 3.11.19 κεκαθαρμένοις θεωρητική; τὸν δὲ Σειληνὸν ἀκούων τὴν πνευματικὴν εἶναι κίνησιν καὶ τὴν διήκουσαν διὰ πάντων δύναμιν, τοτὲ μὲν τὴν οὐράνιον περιφορὰν διὰ τῆς κεφαλῆς ἐπιδεικνύμενον, τοτὲ δὲ τὴν περὶ τὸν ἀέρα παχύτητα διὰ τῆς λασίας κόμης τοῦ γενείου, πῶς ἄν τις ἀνάσχοιτο τοῦτον μὲν ὁρῶν οὐδεμιᾶς ἠξιωμένον σεβασμίου τιμῆς, ὃν ἐχρῆν πρὸ τῶν πάντων θεοποιεῖν, Ἄδωνιν δὲ καὶ ∆ιόνυσον, τοὺς καρποὺς δηλαδὴ καὶ τὰ ἀκρόδρυα, 3.11.20 θεοποιουμένους; τίς δ' ἂν ὑπομείνειεν σεμνολογουμένους ἀκούων Σατύρους καὶ Βάκχας, τὰ ἐν ἀνθρώποις αἰσχρὰ καὶ ἀκόλαστα πάθη, εἰ δὴ οἱ μὲν ἐδήλουν τὰς εἰς τὰ ἀφροδίσια ἐρεθιζούσας ὁρμὰς οἱ Σάτυροι, αἱ δὲ Βάκχαι τὰς 3.11.21 εἰς ἔκστασιν τῶν περὶ ταῦτα συμβαινούσας παραγωγάς; καὶ τί δεῖ κατὰ μέρος ἕκαστον ἀπελέγχειν, ἐπιδραμεῖν δέον, ὡς ἂν μηδὲν ἡμᾶς τῶν ἀπορρήτων λανθάνοι, καὶ τὴν τῶν ἑξῆς αὖθις ἐπιτεμέσθαι φυσιολογίαν, ἣν ἐκτέθειται ὁ δηλωθεὶς συγγραφεύς, τόνδε ἐπεξιὼν τὸν τρόπον· 3.11.22 «Τὴν δὲ ὑδροποιὸν ὅλην δύναμιν Ὠκεανὸν προσεῖπον, τὸ σύμβολον αὐτῆς Τηθὺν ὀνομάσαντες. τῆς δὲ ὅλης ἡ μὲν τῶν ποτίμων πεποιημένη Ἀχελῷος αὐτοῖς κέκληται, ἡ δὲ τῶν θαλασσίων Ποσειδῶν, πάλιν τῆς θαλασσοποιοῦ, καθὸ γεννητική, Ἀμφιτρίτης οὔσης. καὶ αἱ μὲν τῶν γλυκέων ὑδάτων μερικαὶ δυνά3.11.23 μεις Νύμφαι, αἱ δὲ τῶν θαλασσίων Νηρηίδες κέκληνται. τοῦ δ' αὖ πυρὸς τὴν δύναμιν