58
καταλήγει χρόνῳ τῆς Γενέσεως ἡ βίβλος, ἤγουν τῷ ριʹ ἔτει τῆς ζωῆς Ἰωσήφ, ἔτη τξαʹ ἐπελογίσατο· γίνονται οὖν κατὰ Εὐσέβιον ἀπὸ Ἀδὰμ ἕως τῆς τελευτῆς Ἰωσὴφ ἔτη γφμεʹ. διαμαρτάνει δὲ οὗτος ἔτεσιν ρκζʹ ὡς πρὸς γχοβʹ. Ἕως τοῦδε τοῦ γχοβʹ ἔτους ἀπὸ τοῦ πρωτοπλάστου Ἀδὰμ ἱστορεῖ Μωυσῆς ὁ θεόπτης ἐν τῇ πρώτῃ θεοπνεύστῳ τῆς Γενέσεως βίβλῳ. Εὖ δ' ἂν εἴη κεφαλαιωδῶς ἐκθεμένου τὰ αὐτὰ γχοβʹ κοσμικὰ ἀπὸ Ἀδὰμ ἔτη ἕως τῆς Ἰωσὴφ τελευτῆς ἐκ τῆς αὐτῆς ἱερᾶς βίβλου κατὰ τὴν τῶν οʹ σοφῶν ἔκδοσιν οὕτω χωρῆσαι πρὸς τὴν τῶν ἐφεξῆς ἀκριβῆ κατὰ τὸ δυνατὸν χρονολογίαν. συντρέχει γὰρ τῷ ριʹ ἔτει τῆς ζωῆς τοῦ σώφρονος Ἰωσὴφ τὸ αὐτὸ γχοβʹ ἔτος ἐξ Ἀδάμ, ἐν ᾧ καὶ ἐτελεύτησε, μετὰ πʹ ἔτη τῆς ἡγεμονίας Αἰγύπτου. τριακοντούτης γὰρ αὐτῆς ἦρξε, ζήσας ἔτη οʹ με τὰ τὴν τοῦ πατρὸς πρὸς αὐτὸν ἐν Αἰγύπτῳ πανοικικὴν κάθοδον καὶ αὐτόθι παγγενῆ παροικίαν, ἥτις γέγονε μετὰ ιʹ ἔτη τῆς ἀρχῆς αὐτοῦ κατὰ τὴν αὐτὴν θεόπνευστον γραφήν, τῶν ζʹ διελθόντων τῆς εὐθηνίας ἐτῶν, τῷ δὲ τρίτῳ τῆς λιμοῦ κατελθόντος Ἰσραὴλ εἰς Αἴγυπτον, ἡνίκα καὶ ἦν αὐτὸς μὲν Ἰακὼβ ἐτῶν ρλʹ, ὡς ἔφη πρὸς Φαραῶ πρὸς αὐτοῦ ἐρωτηθείς, Ἰωσὴφ δὲ ἦν ἐτῶν μʹ, εἴπερ τριακοντούτης τῆς Αἰγύπτου τὴν ἀρχὴν ἐγκεχείρισται, δεκάτῳ δὲ τότε ἔτει μετ' αὐτὴν ἀπέλαβε τὸν πατέρα καὶ τοὺς ἀδελφούς, ὡς ἐντεῦθεν ἡμῖν καὶ ἄλλο τι τῶν ἀναγκαίων συναποδείκνυ σθαι ζήτημα· τὸν μὲν Ἰωσὴφ κατὰ τὸ ζαʹ ἔτος Ἰακὼβ τεχθῆναι αὐτῷ ἐκ τῆς Ῥαχήλ, πρῶτον ἐπὶ θυγατρὶ μιᾷ ∆είνᾳ καὶ παισὶν ἄρρεσι ιʹ. τούτοις κατὰ τὸν τῆς ἀναστροφῆς λόγον ἐν ἕνδεκα τοὐλάχιστον ἔτεσι πρὸ Ἰωσὴφ τεχθεῖσιν, ἑνὸς ἔτους ἑκάστῳ νεμομένου κατὰ τὴν τῶν λογίων ἔμφασιν, τὸν Λευὶ τῷ πβʹ. εἰσὶν οὖν οἱ πάντες ἐν Μεσοποταμίᾳ παῖδες ιʹ καὶ θυ 129 γάτηρ μία ∆είνα, καὶ ἐπὶ πᾶσιν ἔσχατος μὲν τῇ τάξει, ιβʹ γὰρ ἀπὸ Ῥουβήν, ὁ Ἰωσήφ, πρῶτος δὲ ἐκ τῆς Ῥαχὴλ κατὰ τὸ ζαʹ ἔτος Ἰακὼβ γεννηθείς,ὡς προαποδέδεικται. εἰ δὲ κατὰ ἀντιστροφὴν τῶν χρόνων τῆς ἑκάστου γενέσεως ἀπαρίθμησις ἀρχομένοις ἀπὸ τοῦ Ἰωσὴφ καὶ λήγουσιν ἐπὶ τὸν Ῥουβήν, οὕτω πως ἔχει. Ἰωσὴφ δὲ δωδέκατος καὶ ἔσχατος τῶν ἐν Μεσοποταμίᾳ παίδων τοῦ Ἰακὼβ ἐγεννήθη τῷ ζαʹ ἔτει αὐτοῦ ἐκ τῆς Ῥαχὴλ πρῶτος· ∆είνα ἑπτάπαις Λείας πρὸ ἑνὸς ἔτους Ἰωσὴφ ἐγεννήθη τῷ ζʹ ἔτει Ἰακὼβ ἑνδεκάτη. Ζαβουλὼν ἕκτος υἱὸς Λείας πρὸς δύο ἐτῶν τοῦ Ἰωσὴφ ἐγεννήθη ιʹ ἀπὸ Ῥουβήν· Ἰσσάχαρ πέμπτος υἱὸς Λείας πρὸ ἐτῶν γʹ τοῦ Ἰωσὴφ ἐγεννήθη· τέταρτος ὢν πρὸ αὐτοῦ Ἀσὴρ ἐκ Ζελφᾶς παιδίσκης Λείας βʹ, ἀπὸ δὲ Ἰωσὴφ εʹ κατὰ ἀναστροφὴν καὶ ὄγδοος ἀπὸ Ῥουβήν. Γὰδ πρῶτος ἐκ Ζελφᾶς παιδίσκης Λείας, ςʹ ἀπὸ Ἰωσὴφ κατὰ ἀναστροφὴν καὶ ζʹ ἀπὸ Ῥουβήν· Νεφθαλεὶμ βʹ υἱὸς Βαλλᾶς παιδίσκης Ῥαχήλ, ηʹ ἀπὸ Ἰωσὴφκατὰ ἀναστροφὴν καὶ εʹ ἀπὸ Ῥουβήν· Ἰούδας δʹ υἱὸς Λείας, θʹ ἀπὸ Ἰωσὴφκατὰ ἀναστροφὴν καὶ δʹ ἀπὸ Ῥουβήν· Λευὶ γʹ υἱὸς Λείας, ιʹ ἀπὸ Ἰωσὴφ ἀναστρέφοντι καὶ γʹ ἀπὸ Ῥουβήν, ἐγεννήθη τῷ πατριάρχῃ Ἰακὼβ ἐν Μεσοποταμίᾳ τῷ πβʹ ἔτει αὐτοῦ, ὡς πρόδηλόν ἐστι. τοῦτον ἀριθμήσας ἀπὸ τοῦ Βενιαμὶν ἔτι ὄντος ἐν τῇ γαστρὶ Ῥαχὴλ ιʹ ὄντα ἐν ἄρρεσιν, ἀφιέρωσε τῷ θεῷ καὶ ἀρχιερέα ἀνέδειξεν, ὡς Ἰώσηππος, κατὰ τὸν τῆς ἀναστροφῆς λόγον, συναποδεκατώσας αὐτῷ πάντα τὰ ὑπάρχοντα καὶ ἀναθέμενος τῷ θεῷ, καθὰ προσηύξατο πορευόμενος εἰς Μεσοποταμίαν ὅτι «καὶ πάντα ὅσα ἄν μοι δῷς ἀποδεκατώσω αὐτά.» Συμεὼν βʹ υἱὸς Λείας τῷ παʹ ἔτει Ἰακὼβ ἐγεννήθη· Ῥουβὴν πρωτότοκος Ἰακὼβ υἱὸς καὶ Λείας τῷ πʹἔτει Ἰακὼβ ἐγεννήθη. σαφῶς ἄρα παρίσταται ἡμῖν ἐκ τούτων ὅτι πρὸ ζʹ ἐτῶν ἦλθεν Ἰακὼβ πρὸς Λάβαν τῷ ογʹ ἔτει τῆς ζωῆς αὐτοῦ. Οὕτως προδιειλημμένων τῶν περὶ τῆς ἑκάστου τῶν πατριαρχῶν γε νέσεως χρόνων ἀκριβοῦς θεωρίας ἐγκείσθω καὶ τὰ ἀπὸ Ἀδὰμ ἕως τε λευτῆς Ἰωσὴφ ἔτη. Ἀπὸ Ἀδὰμ πάλιν Ἀδὰμ γενόμενος ἐτῶν σλʹ ἐγέννησε τὸν Σήθ, καὶ ἐπέζησεν ἔτη ψʹ καὶ ἀπέθανε. 130 Σὴθ γενόμενος ἐτῶν σεʹ ἐγέννησε τὸν Ἐνώς, καὶ ἐπέζησεν ἔτη ψζʹ καὶ ἀπέθανε. τούτου τῷ ψʹ ἔτει, ἤτοι τῷ Ϡλʹ ἔτει τοῦ κόσμου, Ἀδὰμ ἀπέθα νεν. Ἐνὼς γενόμενος ἐτῶν ρ ζʹ ἐγέννησε τὸν