58
ἐπιψηφίσασθαι. ἀκούων δὲ ὁ βασιλεὺς, πρῶτον μὲν ἐξεπέπληκτο καὶ ἠπίστει διὰ τὸ μέγεθος τοῖς ἀπαγγελλομένοις. μὴ γὰρ ὅτι τῆς ἁπάσης ἀρχῆς τὸν νέον ᾤετο αὐτῷ ἐκστήσεσθαι βασιλέα, ἀλλ' εἴγε καὶ 1.166 ἐκ Βεῤῥοίας ἢ καὶ ποῤῥωτέρω ἄχρι Σηλυβρίας αὐτῆς κατασχὼν, παρεχώρησεν αὐτῷ τῶν ἄλλων, ἠγάπησεν ἄν· καὶ αὐτὸ δὲ ὅλως τὸ παραδέξασθαι τὴν εἰρήνην, οὐ τῇ τοῦ πράγματος φύσει, ἀλλὰ τοῖς ἀγαθοῖς τρόποις τοῦ βασιλέως καὶ ἐγγόνου θαῤῥῶν, διεπρεσβεύετο πρὸς αὐτόν· ἀγαπητὸν ἡγούμενος ἂν ὅπως ποτὲ πεισθείη μόνον τὸν πόλεμον καταθέσθαι. ἔπειτα δὲ ἡδονῆς ἦν καὶ θυμηδίας μεστὸς αὐτός τε καὶ οἱ προσέχοντες αὐτῷ τῶν ἐπιφανῶν, καὶ οἱ ἄλλοι Ῥωμαῖοι ἑορτὴν ἦγον τὴν χαριεστάτην πασῶν. λδʹ. Εἰς τάχος τε ἐκέλευε τριήρεις δύο πληροῦν· ἐπεὶ δὲ ἐπεπλήρωντο, σὺν τάχει καὶ προθυμίᾳ πολλῇ τὴν βασιλίδα Ξένην τὴν Ἀνδρονίκου μητέρα τοῦ νέου πέμπει πρὸς τὸν υἱόν· ἅμα μὲν τῆς εἰς αὐτὸν καλοκἀγαθίας καὶ τῆς τιμῆς καὶ εὐπειθείας πρεπούσας ἀποδώσουσαν εὐχαριστίας, ἅμα δὲ καὶ τὴν κυρωθεῖσαν εἰρήνην ἐγγράφοις βεβαιώσουσαν ὅρκοις. ἐλθοῦσαν δὲ εἰς τὸ περὶ Σηλυβρίαν Ἐπιβάτας προσαγορευόμενον χωρίον ἔτι τότε ἀτείχιστον ὂν, βασιλεὺς ὁ υἱὸς αὐτῆς ἐλθὼν προσεκύνησέ τε ὁμοῦ τὴν μητέρα· καὶ ἐθρήνησαν ἐφ' ἱκανὸν, ἡ μὲν τὴν χηρείαν, ὁ δὲ τὴν ὀρφανίαν ὀδυρόμενος τοῦ πατρός· οὔπω γὰρ ἄχρι τότε μετὰ τὴν βασιλέως τελευτὴν εἰς ἓν βασιλεὺς ὁ νέος τῇ μητρὶ καὶ βασιλίδι συνῆλθεν· ἔπειτα ἡ βασιλὶς τῷ βασιλεῖ καὶ υἱῷ τάς τε τοῦ βασιλέως καὶ πάππου ἀπαγγείλασα εὐχαριστίας, καὶ ἕτερ' ἄττα ὁμιλήσασα ὅσα ἦν αὐτῇ βουλομένῃ, τὰ ὀμωμοσμένα παρὰ βασιλέως τοῦ υἱοῦ ἐγγρά 1.167 φως παραλαβοῦσα, ἐπανῆκεν αὖθις ὡς βασιλέα τὸν κηδεστήν. ὀμωμοκότος δὲ καὶ αὐτοῦ τὴν εἰρήνην ἀκατάλυτον καὶ βεβαίαν τηρήσειν ἐπὶ τούτοις γεγενημένην, ὥστε τὴν μὲν ἀρχὴν πᾶσαν καὶ τὴν διοίκησιν τῶν πραγμάτων αὐτῷ προσήκειν, πρὸς δὲ βασιλέα τὸν ἔγγονον τὴν μισθοφορὰν τῆς στρατιᾶς δίδοσθαι μόνον, ὥσπερ ἦν αὐτοῖς ἐν ταῖς συνθήκαις γεγραμμένον, ὡς ἂν παρ' αὐτοῦ χορηγοῖτο τοῖς στρατιώταις· ἔτι δὲ καὶ περὶ τῆς διανεμηθείσης γῆς τοῖς αὐτοῖς τούτοις μισθοφόροις παρὰ τῶν τὰ δημόσια διοικούντων ἐνοχλεῖσθαι μηδὲν, ἀλλ' αὐτοῖς ἀνεπηρέαστον διατηρεῖσθαι· καὶ τῆς ἰδίας οἰκίας ἕνεκα καὶ βασιλίδος τῆς αὐτοῦ γυναικὸς παρὰ τοῦ βασιλικοῦ ταμιείου ἑξακισχιλίους ἐπὶ τρισμυρίοις χορηγεῖσθαι χρυσοῦς. καὶ τῶν τοιούτων ἐγγράφων ὅρκων πρὸς βασιλέα τὸν νέον ἀπεσταλμένων, ἄρας ἐξ οὗπερ ἐστρατοπεδεύετο τόπου, εἰς Βυζάντιον ἧκε τὸν βασιλέα προσκυνήσων. ἐξῆλθε δὲ καὶ ὁ βασιλεὺς εἰς ὑπάντησιν τοῦ ἐγγόνου καὶ βασιλέως. πλησίον δὲ ἀλλήλων γενομένων, βασιλεὺς ὁ νέος ἀπεπήδησε τοῦ ἵππου, ὡς ἀπὸ γῆς οἷα δοῦλος τὸν βασιλέα προσαγορεύσων. ὁ δέ γε πρεσβύτερος τὰς ἡνίας ἀναστρέψας, ἤλαυνεν ὀπίσω· ἐβούλετο δὲ αὐτῷ τὸ τοιοῦτο, μὴ πεζῇ τὸν βασιλέα, ἀλλ' ἔφιππον εἶναι δίκαιον τὴν προσαγόρευσιν ποιεῖσθαι. ἔθος γὰρ ἐπεκράτησεν ἀρχαῖον παρὰ τοῖς Ῥωμαίων βασιλεῦσιν, ὅταν μέλλωσιν ἀλλήλοις συντυγχάνειν, τοὺς μὲν ἑπομένους ἑκατέροις τῶν ἵππων καταβάντας ἕπεσθαι πεζῇ, αὐτοὺς δὲ συμμίξαντας ἐφίππους, τὸν μὲν νεώτερον κύψαντα τοῦ πρεσβυτέρου βασι 1.168 λέως περιπτύσσεσθαι τὴν χεῖρα, τὸν ἐπὶ τῆς κεφαλῆς πρότερον περιελόμενον πῖλον· ἀνακύψαντα δὲ ἐκεῖθεν, εἰς τὸ πρόσωπον αὐτὸν τὸν πατέρα ἀντιφιλεῖν. τότε δὲ οὐκ ἀγνοῶν τὸ ἔθος ὁ νέος βασιλεὺς κατέβη τοῦ ἵππου, ἀλλ' ὡς ἂν μάλιστα καὶ πλέω τοῦ δικαίου καὶ συνήθους αἰδῶ καὶ εὐπείθειαν τῷ πάππῳ ἀποδῷ. ἑπομένου δὲ αὐτοῦ πεζῇ καὶ μὴ ἐνδιδόντος, ἀναγκασθεὶς περιέμεινεν ὁ βασιλεύς· πλησίον δὲ γενόμενος ὁ νέος, περιεπτύξατο τὸν πόδα τοῦ βασιλέως πάντων ὁρώντων. τούτου δὲ γενομένου, θρῆνος ἐφ' ἱκανὸν ὁμαλῶς ἤρετο διὰ πάσης τῆς στρατιᾶς, ἅμα καὶ χαρὰ, ὅπερ ἐπὶ ταῖς παρ' ἐλπίδα μεγίσταις εὐτυχίαις γίνεσθαι φιλεῖ· ἢ καὶ τὸ ἄτυφον καὶ μέτριον τοῦ νέου βασιλέως ὁρῶντες, ἐπεκάμπτοντο πρὸς οἰμωγάς. ἔπειτα ἐφίππου καὶ τοῦ νέου βασιλέως γενομένου ἦλθον ἄχρι πυλῶν. ἀναστρέφειν δὲ εἰς τὸ στρατόπεδον τοῦ πρεσβυτέρου