58
μαχέσασθαι καὶ ἀποκτεῖναι ἀλλήλους τοὺς στρατιώτας αὐτῶν, ωρμησαν ἀσυντάκτως εἰς τὴν τῶν σκύλων διαρπαγήν. καὶ τῶν ἐχθρῶν περιστάντων αὐτούς, οἱ μὲν ἀνῃρέθησαν, οἱ δὲ εφυγον. οἱ δὲ ̓Ισραηλῖται διώκοντες εἰς τὴν Μωαβῖτιν ἐνέβαλον καὶ τάς τε πόλεις καθεῖλον καὶ τὴν χώραν ἠρήμωσαν. ὁ βασιλεὺς δὲ Μωὰβ εἰς τὴν πόλιν ἐπανελθών, τὸν πρωτότοκον υἱὸν αὐτοῦ ἐπὶ τὸ τεῖχος ἀναγαγὼν ἐξ ἀπογνώσεως εθυσε καὶ ὡλοκαύτωσε τῷ θεῷ. τοῦτο οἱ βασιλεῖς ἰδόντες καὶ τῆς ἀπογνώσεως ἐκεῖνον οἰκτείραντες ελυσαν τὴν πολιορκίαν. ̓Ιωσαφὰτ δὲ ἐπανελθὼν εἰς ̔Ιεροσόλυμα τελευτᾷ, ζήσας μὲν ετη ἑξήκοντα, βασιλεύσας δ' ἐκ τούτων πέντε καὶ εικοσιν, ἀνὴρ γενόμενος θεοσεβής τε καὶ δίκαιος. πολλοὺς δὲ παῖδας λιπών, διάδοχον τῆς βασιλείας τὸν πρεσβύτατον ἐποιήσατο, ̓Ιωρὰμ κεκλημένον ὁμωνύμως τῷ ̓Ισραηλιτῶν βασιλεῖ μητραδέλφῳ οντι αὐτοῦ. ̓Εν Σαμαρείᾳ δὲ τῷ ̓Ελισσαίῳ διάγοντι πρόσεισι γυνή τις χήρα, ἀποκλαιομένη οτι χρεωστοῦσα καὶ μὴ εχουσα τὸ χρέος ἀποδοῦναι τοὺς υἱοὺς ἀφαιρεῖται παρὰ τοῦ δανειστοῦ, εἰς δούλους αὐτῷ ἐσομένους. 1.146 ὁ δὲ προφήτης τί ἐν τῷ οικῳ εχει ἠρώτα αὐτήν· ἡ δὲ οὐδὲν ετερον εφη η βραχύτατον ελαιον. καὶ ἐνετείλατο αὐτῇ χρήσασθαι ἀγγεῖα πολλὰ καὶ ἐπιχεῖν ἐκ τοῦ ἐλαίου ἐν απασι. πεποίηκε τὰ κελευσθέντα τὸ γύναιον, καὶ πάντα ἐλαίου ἐπλήσθησαν· καὶ ἀνήγγειλε τῷ προφήτῃ τὸ γεγονός. κἀκεῖνος ἀποδόσθαι τὸ ελαιον συνεβούλευσε καὶ ἀποτῖσαι τὸ χρέος καὶ τῷ περισσῷ εἰς διοίκησιν χρήσασθαι. ξενισθεὶς δὲ παρὰ τῆς Σουμανίτιδος καὶ ἐν τῇ οἰκίᾳ αὐτῆς ἀναπαυόμενος μὴ ἐχούσης παῖδα, προεῖπεν αὐτῇ συλλήψεσθαι καὶ τεκεῖν υἱόν. καὶ κατὰ τὴν τοῦ προφήτου πρόρρησιν ετεκεν. ἁδρυνθὲν δὲ τὸ παιδίον τέθνηκεν· ἡ δὲ γυνὴ πρὸς τὸν ̓Ελισσαῖον εἰς τὸ Καρμήλιον ἀπελήλυθεν, καὶ πεσοῦσα παρὰ τοὺς πόδας αὐτοῦ τὴν συμφορὰν ἀπεκλαίετο. ὁ δὲ τῷ φοιτητῇ αὐτοῦ Γιεζὶ ἐνετείλατο ἀπελθεῖν, δοὺς αὐτῷ τὴν ἑαυτοῦ βακτηρίαν, ινα ἐπίθηται αὐτὴν τῷ τεθνεῶτι παιδί. καὶ ἡ γυνὴ ωμοσε μὴ ὑποστρέψαι, εἰ μὴ αὐτὸς αὐτῇ συμπορεύσεται. ἐπείσθη ουν ὁ προφήτης, καὶ ἀπελθὼν ευρε τὸ παιδάριον ἀνακεκλιμένον ἐν τῇ κλίνῃ αὐτοῦ· καὶ προσευξάμενος ἀνέβη ἐπὶ τὴν κλίνην καὶ συνανεκλίθη τῷ παιδαρίῳ καὶ ἐνεφύσησεν εἰς αὐτό. καὶ ἑπτάκις ουτω τοῦ προφήτου ποιήσαντος ἀνεζωώθη ὁ τεθνηκώς, καὶ εδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ ζῶντα. ἐκεῖθεν ἀπῆλθεν εἰς Γάλγαλα. καὶ ην λιμός, καὶ οἱ υἱοὶ τῶν προφητῶν ηκασι πρὸς αὐτόν. ὁ δὲ τῷ διακόνῳ αὐτοῦ ἐπέταξεν ἑτοιμάσαι αὐτοῖς εψημα. καὶ συνέλεξεν ἐκεῖνος ἐκ τοῦ ἀγροῦ λάχανα, οις καὶ τολύπη συναναμέμικτο· ἡ δὲ βοτάνη ἐστὶ δηλητήριος· καὶ ἑψήσας προσήγαγε τοῖς ἀνδράσιν. ἐσθίοντες δὲ ἐπέγνων τὴν τολύπην, καὶ πρὸς τὸν προφήτην ὡς τεθνηξόμενοι ἐξεβόησαν. ὁ δὲ αλευρον κελεύσας ἐμβαλεῖν εἰς τὸν λέβητα ἐπέτρεψε φαγεῖν, 1.147 καὶ οὐδενί τι γέγονεν ἐκ τῆς τροφῆς πονηρόν. ἐνεγκόντος δ' αὐτῷ τινος αρτους εικοσι καὶ παλάθας, ἐνετείλατο τῷ ὑπηρέτῃ αὐτοῦ παραθεῖναι τῷ λαῷ ταῦτα. τοῦ δέ, τί αν γένοιτο ταῦτα πρὸς ανδρας ἑκατόν, εἰρηκότος, "δός" ειπε "ταῦτα, καὶ ἐσθιέτωσαν· κορεσθήσονται γὰρ καὶ καταλείψουσι περισσεύματα." καὶ εἰς εργον ὁ λόγος ἐγένετο. Νεεμὰν δὲ μέγας ων παρὰ τῷ βασιλεῖ Συρίας λελέπρωτο. καὶ νεάνιδος αἰχμαλωτισθείσης ̓Ισραηλίτιδος ἡ γυνὴ Νεεμὰν δούλην εσχεν αὐτήν. ητις εφη πρὸς τὴν κυρίαν αὐτῆς ὡς "εἰ ἀπῆλθεν ὁ κύριός μου πρὸς τὸν προφήτην ̓Ελισσαιέ, ἀπηλλάγη αν τῆς νόσου αὐτοῦ." ἡ δὲ τῷ ἀνδρὶ τοὺς λόγους ἀπήγγειλε τῆς νεάνιδος, καὶ Νεεμὰν τὰ λαληθέντα τῷ βασιλεῖ Συρίας ἀνήνεγκε. καὶ ὁ βασιλεὺς ἐπιστολὴν ἐκτίθεται περὶ τοῦ θεραπευθῆναι τὸν Νεεμὰν πρὸς τὸν βασιλέα τοῦ ̓Ισραήλ. Νεεμὰν δὲ λαβὼν δέκα τάλαντα ἀργυρίου καὶ ἑξακισχιλίους χρυσοῦς καὶ δέκα ἀλλασσομένας στολάς, ἐπορεύθη ἐπὶ Σαμάρειαν καὶ τὴν ἐπιστολὴν τῷ βασιλεῖ ἐνεχείρισεν. ὁ δὲ ἀναγνοὺς αὐτὴν διέρρηξε τὰ ἱμάτια αὐτοῦ, λέγων οτι "πρόφασιν καθ' ἡμῶν ὁ βασιλεὺς Συρίας ζητεῖ." ̓Ελισσαιὲ δὲ ταῦτα μαθών "ἐλθέτω πρός με ὁ Νεεμάν" μεμήνυκε τῷ βασιλεῖ ̓Ισραήλ. καὶ ἐλθόντι στείλας δεδήλωκεν ἀπελθεῖν εἰς