58
Αορνοσ. πέτρα ἐν τῇ ̓Ινδικῇ, ἐν ῃ οὐ κάθηται ορνις διὰ τὸ ειναι αὐτὴν ὑπερύψηλον. ̓Αοριστύν. ὁμιλίαν. συναναστροφήν. ̓Αόριστος γῆ. ἡ μὴ εχουσα ορους, μὴ δὲ σπειρομένη, εως ου ἐστιν ἑκάστου τὸ δίκαιον. alpha.232 ̓Αόρατοσ. ωσπερ τὸ καλύπτεσθαι τὴν γῆν ὑπὸ τοῦ υδατος, ὡς τό· ἡ δὲ γῆ ην ἀόρατος καὶ ἀκατασκεύαστος. φύσει γὰρ ην ὁρατὴ, διὰ δὲ τὴν ἐπιπρόσθησιν τοῦ ἐπικειμένου αὐτῇ υδατος ην ἀόρατος. (Οὐδέτερον.) Αορ. τὸ ξίφος. παρὰ τὸ ἀείρω αορ. ̓Αόριστον. ορῳ μὴ ὑποβεβλημένον καὶ κατεχόμενον. τὸ κατ' οὐσίαν θεὸς, τὸ μόνον ακτιστον. ζήτει περὶ τοῦ ἀορίστου εἰς τὸ τί ἐστιν ορος, ἐν ῳ καὶ περὶ ὁριστοῦ. ̓Αόρατον. τὸ καθάπαξ ἀδύνατον ὁραθῆναι, οιον ἡ φωνή. η τὸ πεφυκὸς ὁρατὸν, μὴ ὁρώμενον δὲ, οπέρ ἐστι τὸ ἐν στερήσει. η ο μὴ πέφυκεν ὀφθαλμοῖς σαρκὸς καθορᾶσθαι. η ὡς ὁ νοῦς ὁ ἡμέτερος, η ὡς ὁ ἐν τῷ βυθῷ σίδηρος, ος ὁρατὸς φύσει ὑπάρχων, ἀποκέκρυπται διὰ τὴν ἐπιπρόσθησιν τοῦ ἐπικειμένου αὐτῷ σώματος. ( ̔Ρῆμα.) ̓Αολλίσασ. συναθροίσα. ̓Αολλισθῆναι. ὁμοίως. συναθροισθῆναι. ̓Αολλεῖ. συνάγει. ̓Αοζήσω. διακονήσω, ὑπηρετήσω, ὑπουργήσω. alpha.233 Τὸ Α μετὰ τοῦ Π. ( ̓Αρσενικόν.) ̓Απαράβλητοσ. ἀσύγκριτος, ἀνόμοιος. ̓Απαράκλητοι. αὐτόματοι. Θουκυδίδης· τῶν αὐτονόμων Θρᾳκῶν ἀπαράκλητοι ἐφ' ἁρπαγὴν ἠκολούθουν. ἀπαράκλητοι καὶ οἱ ἀπαρηγόρητοι. Απαρνοσ. ὁ καθόλου ἀρνούμενος. ̔Απαλόσ. μαλακός. παρὰ τὴν ἁφὴν ἁφαλὸς καὶ ἁπαλός. ̓Απόμισθοι. οἱ μὴ μισθὸν λαμβάνοντες. Απειροσ. ὁ ἀμαθής. παρὰ τὸ μὴ εχειν πεῖραν. Απειρος δὲ, ὁ πολὺς καὶ ὁ μέγασ. παρὰ τὸ μὴ εχειν πέρας. σημαίνει δὲ τὸ απειρος καὶ χιτῶνα εξοδον μὴ εχοντα. ̓Απηνήσ. σκληρὸς, ὠμός. ἀπὸ τοῦ μὴ αἰνεῖσθαι καὶ ἐπαινεῖσθαι. Απηροσ. ὁ ἀβλαβής. παρὰ τὸ πηρὸν απηρος. ̓Απῄοροσ. ὁ διεστὼς καὶ ἀπηρτημένος. παρὰ τὸ ἀείρω, ἀερῶ. ̔Απλοῦσ. ὁ μηδενὶ μετ' ἐπινοίας ἐξ ἑαυτοῦ λαλῶν. ωσπερ παρὰ τὸ πέλω καὶ τὸ δύο γίνεται διπλόος διπλοῦς, ουτως καὶ παρὰ τὸ ˉα τὸ σημαῖνον τὸ εν καὶ τὸ πέλω γίνεται ἁπλοῦς, ὁ τὸ εν ὑπάρχων. Αποροσ. ὁ πτωχός· κυρίως δὲ ὁ ἀδιόδευτος τόπος. πόρος γὰρ ὁ περάσιμος τόπος. alpha.234 ̓Απότριχεσ. οἱ ανηβοι, τῆς ἀπὸ προθέσεως ἀντὶ τοῦ ˉα στερήσεως κειμένης. ὡς ἐν τῷ· ἀποκηδήσαντε φεροίμεθα χεῖρον αεθλον. ἀντὶ τοῦ ἀκηδήσαντες. καὶ, ἀπότιμον εθεντο, ἀντὶ τοῦ ατιμον. ̓Απελλαῖοσ. ὁ ∆εκέμβριος μήν. ̓Απαίδευτοι. ατακτοι, ἀνόητοι. ̓Απαιδοτρίβητοι. ἀγύμναστοι, ἀπαίδευτοι. ̓Απερίτροποσ. ἀνεπίστροφος. ουτε γὰρ ̓Αγαμεμνονίδης παῖς ἀπερίτροπος. ̓Απήμονα. ἀβλαβῆ. Ομηρος· τοὺς δ' ευρ' οὐκέτι πάμπαν ἀπήμονας-. Απισ. θεὸς Αἰγύπτιος. Απιστοσ. ὁ ἀσεβής. λέγεται δὲ καὶ ὁ μὴ πειθόμενος, ως φησι Πλάτων. ̔Απλῷ λόγῳ. τῷ χωρὶς προσθήκης. χωρὶς δὲ προσθήκης ειπεν οιον· ὁ Αἰθίοψ πῆ λευκός. κατὰ γὰρ τοὺς ὀδόντας. ̓Αποβάτησ. ἱππικόν τι ἀγώνισμά ἐστιν. ̓Αποβατικοὶ τροχοί. οἱ ἀπὸ τούτου τοῦ ἀγωνίσματος εἰς ετερον. ̓Αποδέκται. αρχοντες κληρωτικοὶ δέκα τὸν ἀριθμὸν κατὰ φυλὰς, οιτινες ἀπελάμβανον καὶ ἀπεδέχοντο τὰ γραμματεῖα τῶν ὀφειλόντων τῷ δημοσίῳ. διὰ τοῦτο γὰρ καὶ ἀποδέκται ἐκαλοῦντο. ειτα ἐζητοῦντο τὰ ὀφειλόμενα καὶ alpha.235 τὰ ἀποδιδόμενα χρήματα ἐν τῇ βουλῇ καὶ ἐμέριζον εἰς α χρὴ ἀναλίσκειν. ̓Απόπατοσ. ἡ τῶν σιτίων διὰ γαστρὸς κένωσις. καὶ ἀποπατῆσαι τὸ αποθεν τοῦ πάτου γινόμενον· πάτος γὰρ ἡ ὁδός. ̓Απόλλων. ὁ ηλιος λέγεται κατὰ Ελληνας. παρὰ τὸ ἀποπάλλειν τὰς ἰδίας ἀκτῖνας, η παρὰ τὸ ἀπολύειν τῶν κακῶν τοὺς ἀνθρώπους. ἰατρὸς γὰρ ην, ὡς ληρῳδοῦσιν οἱ Ελληνες. η ὁ μὴ ἀπολλύμενος κατὰ τὴν δύσιν. η οτι ὑπὸ τῶν θεολόγων εν προσαγορεύεται· ὁ μὴ ων πολλὰ ἀλλ' εν. τὰ εἰς ˉλˉωˉν ὀνόματα, ειτε δισύλλαβα, ειτε ὑπὲρ δύο συλλαβὰς βαρύτονα, φυλάσσουσι τὸ ˉω ἐπὶ γενικῆς· ̓Ασκάλων, ̓Ασκάλωνος, ̓Απόλλων, ̓Απόλλωνος. ̓Απόκλητοι. οἱ κεκλημένοι, οὐ τὴν κοινὴν προσδεξάμενοι σύνοδον. ουτε τοῖς ἀποκλήτοις συμμεταδόντες ... τὰς αὐτῶν κρίσεις. ̓Αποκόπουσ. ἐκτομίας. κεῖται καὶ ἀντὶ τοῦ ἀσθενεῖς. ̓Απόπληκτοσ. ὁ πεπονθὼς, ὁ ἠλίθιος. εμπληκτος δὲ, ὁ εὐμετάβολος, καὶ φθορᾶς μεστός. ̓Αποπομπαῖοσ. ὁ χίμαρος, ὁ τράγος. καὶ