κακύνεσθαι κέκτηται. Ἀπόκρισις. Eἰ ἀνθρώπου ἕνεκεν τὰ ἄλλα ὀνομασθέντα ἔστι, τὰ δέ τινος ἕνεκεν ὑπάρχοντα ἐλάττονα ἐκείνου ἐστί, κάλλιστος ἄρα ἐστὶν ὁ ἄνθρωπος, ὁ ὑπὲρ τὰ δι' αὐτὸν ὑπάρχοντα. Eἰ δὲ καὶ αὐτὸ τὸ κακύνεσθαι συντελεῖ τι πρὸς τὴν βελτίωσιν τοῦ ἀνθρώπου, κάλλιστόν ἐστιν ὁ ἄνθρωπος, καὶ κατὰ τοῦτο ὑπὸ τῆς θείας προνοίας τοῖς κακωτικοῖς ἰατρευόμενος ἀπὸ τῆς ἰδίας γνωμικῆς αὐτοῦ κακίας. Χρὴ δὲ τὸν βουλόμενον τὸ ἀγαθὸν ἀνθρώπου καταμαθεῖν πρὸς τὸ τέλος ἀποβλέπειν τὸ μετὰ τὴν ἀποβίωσιν ἀποκείμενον ἀνθρώπῳ· ἐκεῖνος γὰρ τῆς παρούσης ζωῆς ἐστιν ὁ καρπός, τουτέστι μακαριότης ἀτελεύ τητος ἀντὶ τῆς ὀλιγοχρονίου κακυνομένης ζωῆς. Ἐρώτησις ρκδ. Eἰ τῆς ἑκάστου βιώσεως προγνώστης ὁ δεσπότης καθέ στηκε, διὰ τί μὴ τῶν εὐσεβῶν τὰς ψυχὰς ἐν σώμασιν εὐσθε νέσιν εἰσῴκισεν; Eἰ δέ, θησαυρίζων αὐτοῖς τὰς ἀμοιβὰς ἐν τοῖς μέλλουσιν, ἐν τοῖς παροῦσιν αὐτοὺς συνεχώρησε θλίβε σθαι, διὰ τί μὴ πάντες ἐν ταῖς θλίψεσιν ὁμοίως οἱ εὐσεβεῖς ἐξητάζοντο, ὥστε δῆλον ἐκ τούτου τὸ καλὸν καὶ τὸ δεινὸν διαδείκνυσθαι; Eἰ δὲ ἀμφότερα παρ' ἀμφοτέροις εὑρίσκεται, πῶς οὐκ ἄδηλος ὁ τὸ κρεῖττον ἑλόμενος; Πῶς δὲ ὡς ἔτυχε τὰ πάντα φερόμενα ἀπρονόητα τὰ ἐν τῷ κόσμῳ οὐ δείκνυσιν, εὐσεβοῦς καὶ ἀσεβοῦς οὐκ οὔσης τινὸς διακρίσεως; Ἀπόκρισις. Oὐκ ἐβούλετο ὁ θεὸς τοῖς παροῦσιν ὑπὲρ ἀρετῆς τιμῆσαι τοὺς αὐτῷ ἀνακειμένους. Τὰ γὰρ ἐν τῷ θανάτῳ τῶν εὐσεβῶν οὐκ ἔστι μισθὸς ἀρετῆς· καὶ καθώσπερ λέγονται οἱ εὐσεβεῖς μὴ εἶναι ἐκ τοῦ κόσμου, οὕτως καὶ ἡ δόξα αὐτῶν καὶ ὁ πλοῦ τος οὐκ ἔστι γήϊνα. Ὅταν οὖν ὁρῶμεν προσόντα τοῖς εὐσε βέσιν ἃ πρόσεστι καὶ τοῖς ἀσεβέσιν, ἀναλογισώμεθα ἐκ τού του μὴ εἶναι ἄξια τὰ παρόντα τῶν τῆς ἀρετῆς πόνων. Καὶ εἰ φαίνεται θεὸς τοῖς ἀνθρώποις ποτὲ ὑψώσας τινὰς τῶν αὐτῷ ἀνακειμένων, ὡς τὸν Ἰωσὴφ καὶ τὸν ∆αυΐδ, ἀλλ' ὅμως οὐ τὰς ἀρετὰς αὐτῶν τούτοις ἀμειβόμενος, ἀλλὰ διὰ μὲν τοῦ Ἰω σὴφ τῆς τοῦ ἰσραηλιτικοῦ γένους αὐξήσεως προνοησάμενος, διὰ δὲ τοῦ ∆αυῒδ τὴν τοῦ πνεύματος βασιλείαν συνεστήσατο. ∆ια φέρουσι δ' οἱ εὐσεβεῖς τῶν ἀσεβῶν ἐν τοῖς ὑλικοῖς τε καὶ σω ματικοῖς οὐδαμῶς· πάντα γὰρ πάρεστιν ἀμφοτέροις, τά τε ἡδέα καὶ τὰ λυπηρά· διαφέρουσι δὲ ἀλλήλων προηγουμένως μὲν τῇ τε ἐλπίδι τῶν μελλόντων καὶ τοῖς ὑπὲρ τῆς εὐσεβείας παθήμασιν, ἔπειτα δὲ καὶ ταῖς θείαις συμμαχίαις, ἐν αἷς πολλάκις περιβλέπτους ἐποίησεν ὁ θεὸς τοὺς ἰδίους, ποτὲ μὲν τὴν τῶν Aἰγυπτίων δυναστείαν καταλύων, ποτὲ δὲ τοὺς Χαναναίους τοῖς Ἰσραηλίταις ὑποτάσσων, ποτὲ δὲ τῶν Ἀσσυ ρίων τὸ θράσος κοιμίζων, ποτὲ δὲ τῶν Βαβυλωνίων καθαιρῶν τὴν βασιλείαν, ποτὲ δὲ δρόμον τε καὶ στάσιν παρὰ φύσιν προστάσσων τῷ ἡλίῳ. Ἐν τούτοις μὲν ἡ πρόνοια διαδείκνυται τοῦ θεοῦ, ἐν ἐκείνοις δὲ παρασκευάζει τοὺς εὐσεβεῖς πρὸς