58
παρήκοον λέξομεν· ὑπήκοος δὲ γενόμενος τῷ πατρὶ ὁ κύριος οὐ καθὸ θεὸς γέγονεν, ἀλλὰ καθὸ ἄνθρωπος. «Καθὸ γὰρ θεὸς οὔτε ὑπήκοος οὔτε παρήκοος· τῶν ὑπὸ χεῖρα γὰρ ταῦτα», καθὼς ὁ θεηγόρος ἔφη Γρηγόριος. Θελητικὸς ἄρα καὶ καθὸ ἄνθρωπος ὁ Χριστός. Φυσικὸν δὲ τὸ θέλημα λέγοντες, οὐκ ἠναγκασμένον τοῦτό φαμεν, ἀλλ' αὐτεξούσιον· εἰ γὰρ λογικόν, πάντως καὶ αὐτεξούσιον. Οὐ μόνον γὰρ ἡ θεία καὶ ἄκτιστος φύσις οὐδὲν ἠναγκασμένον ἔχει, ἀλλ' οὐδὲ ἡ νοερὰ καὶ κτιστή. Τοῦτο δὲ δῆλον· φύσει γὰρ ὢν ἀγαθὸς ὁ θεὸς καὶ φύσει δημιουργὸς καὶ φύσει θεὸς οὐκ ἀνάγκῃ ταῦτά ἐστι. Τίς γὰρ ὁ τὴν ἀνάγκην ἐπάγων; ∆εῖ δὲ εἰδέναι, ὡς αὐτεξουσιότης ὁμωνύμως λέγεται, ἄλλως μὲν ἐπὶ θεοῦ, ἄλλως δὲ ἐπὶ ἀγγέλων, καὶ ἄλλως ἐπὶ ἀνθρώπων. Ἐπὶ θεοῦ μὲν γὰρ ὑπερουσίως, ἐπὶ δὲ ἀγγέλων ὡς συντρεχούσης τῇ ἕξει τῆς προχειρήσεως καὶ παρενθήκην ὅλως χρόνου μὴ παραδεχομένης (ἔχων γὰρ φυσικῶς τὸ αὐτεξούσιον ἀπαρεμποδίστως τούτῳ κέχρηται, μηδὲ τὴν ἐκ σωμάτων ἀντιπάθειαν ἔχων μηδὲ τὸν προσβάλλοντα), ἐπὶ δὲ ἀνθρώπων ὡς χρονικῶς τῆς ἕξεως προεπινοουμένης τῆς ἐγχειρήσεως· αὐτεξούσιος μὲν γάρ ἐστιν ὁ ἄνθρωπος καὶ φυσικῶς ἔχει τὸ αὐτεξούσιον, ἔχει δὲ καὶ τὴν ἐκ τοῦ διαβόλου προσβολὴν καὶ τὴν τοῦ σώματος κίνησιν. ∆ιὰ οὖν τὴν προσβολὴν καὶ τὸ βάρος τοῦ σώματος ἐφυστερίζει ἡ προχείρησις τῆς ἕξεως. Εἰ οὖν θέλων ὁ Ἀδὰμ ὑπήκουσε καὶ θελήσας ἔφαγεν, ἄρα πρωτοπαθὴς ἐν ἡμῖν ἡ θέλησις· εἰ δὲ πρωτοπαθὴς ἡ θέλησις, ταύτην δὲ μετὰ τῆς φύσεως ὁ λόγος σαρκωθεὶς οὐκ ἀνέλαβεν, οὐκ ἄρα ἔξω τῆς ἁμαρτίας γεγόναμεν. Ἔτι δὲ εἰ ἔργον αὐτοῦ ἡ αὐτεξούσιος τῆς φύσεως ὑπάρχει δύναμις, ταύτην δὲ οὐκ ἀνέλαβεν, ἢ καταγνοὺς τῆς οἰκείας δημιουργίας ὡς οὐ καλῆς ἢ φθονήσας ἡμῖν τῆς κατ' αὐτὴν θεραπείας, ἡμᾶς μὲν τῆς παντελοῦς ἀποστερῶν θεραπείας, ἑαυτὸν δὲ ὑπὸ πάθος ὄντα δεικνὺς τῷ μὴ θέλειν ἢ τῷ μὴ δύνασθαι τελείως σῴζειν. Ἀδύνατον δὲ ἕν τι σύνθετον ἐκ τῶν δύο θελημάτων λέγειν ὥσπερ ἐκ τῶν φύσεων σύνθετον τὴν ὑπόστασιν. Πρῶτον μὲν ὅτι αἱ συνθέσεις τῶν ἐν ὑποστάσει ὄντων καὶ οὐ τῶν ἑτέρῳ λόγῳ καὶ οὐκ ἰδίῳ θεωρουμένων εἰσί· δεύτερον δέ, ὅτι, εἰ τῶν θελημάτων καὶ ἐνεργειῶν σύνθεσιν λέξομεν, καὶ τῶν ἄλλων φυσικῶν ἰδιωμάτων σύνθεσιν εἰπεῖν ἀναγκασθησόμεθα, τοῦ ἀκτίστου καὶ κτιστοῦ, τοῦ ἀοράτου καὶ ὁρατοῦ καὶ τῶν τοιούτων. Πῶς δὲ καὶ τὸ ἐκ τῶν θελημάτων σύνθετον θέλημα προσαγορευθήσεται (ἀδύνατον γὰρ τὸ σύνθετον τῇ τῶν συντεθέντων ὀνομάζεσθαι προσηγορίᾳ), ἐπεὶ καὶ τὸ ἐκ τῶν φύσεων σύνθετον φύσιν προσαγορεύσομεν καὶ οὐχ ὑπόστασιν; Ἔτι δὲ καὶ εἰ ἓν σύνθετον θέλημα ἐπὶ Χριστοῦ λέξομεν, θελήματι τοῦ πατρὸς αὐτὸν χωρίζομεν· οὐ γὰρ σύνθετον τὸ τοῦ πατρὸς θέλημα. Λείπεται τοίνυν εἰπεῖν μόνην τὴν ὑπόστασιν τοῦ Χριστοῦ σύνθετον καὶ κοινὴν ὥσπερ τῶν φύσεων, οὕτω καὶ τῶν φυσικῶν αὐτοῦ. Γνώμην δὲ καὶ προαίρεσιν ἐπὶ τοῦ κυρίου λέγειν ἀδύνατον, εἴπερ κυριολεκτεῖν βουλόμεθα. Ἡ γνώμη γὰρ μετὰ τὴν περὶ τοῦ ἀγνοουμένου ζήτησιν καὶ βούλευσιν ἤτοι βουλὴν καὶ κρίσιν πρὸς τὸ κριθέν ἐστι διάθεσις. Μεθ' ἣν ἡ προαίρεσις ἐκλεγομένη καὶ αἱρουμένη πρὸ τοῦ ἑτέρου τὸ ἕτερον. Ὁ δὲ κύριος οὐ φιλὸς ὢν ἄνθρωπος ἀλλὰ καὶ θεὸς καὶ πάντα εἰδὼς ἀνενδεὴς σκέψεως καὶ ζητήσεως καὶ βουλῆς ὑπῆρχε καὶ κρίσεως καὶ φυσικῶς τήν τε πρὸς τὸ καλὸν εἶχεν οἰκείωσιν καὶ τὴν πρὸς τὸ κακὸν ἀλλοτρίωσιν. Οὕτω γοῦν καὶ Ἡσαΐας φησίν, ὅτι «πρὶν ἢ γνῶναι τὸ παιδίον ἢ προελέσθαι πονηρά, ἐκλέξεται τὸ ἀγαθόν· διότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακόν, ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν». Τὸ γὰρ «πρὶν» δηλοῖ, ὅτι οὐ καθ' ἡμᾶς ζητήσας καὶ βουλευσάμενος ἀλλὰ θεὸς ὢν καὶ θεϊκῶς καὶ τὸ κατὰ σάρκα ὑποστάς, τουτέστι καθ' ὑπόστασιν ἡνωμένος τῇ σαρκί, αὐτῷ τῷ εἶναι καὶ τὸ πάντα εἰδέναι τὸ ἐκ φύσεως εἶχεν ἀγαθόν· φυσικαὶ γάρ εἰσιν αἱ ἀρεταὶ καὶ φυσικῶς καὶ ἐπίσης πᾶσιν ἐνυπάρχουσιν, εἰ καὶ μὴ πάντες ἐπίσης ἐνεργοῦμεν τὰ τῆς φύσεως. Ἐκ τοῦ κατὰ φύσιν γὰρ εἰς τὸ παρὰ φύσιν διὰ τῆς παραβάσεως ἠλάσα μεν. Ὁ δὲ κύριος ἐκ τοῦ παρὰ φύσιν εἰς τὸ κατὰ φύσιν ἡμᾶς ἐπανήγαγε· τοῦτο γάρ ἐστι τὸ