ὑστεραίᾳ (ἕκτη δὲ ἦν τῆς ἑβδομάδος ἡμέρα, καὶ εἰκάδα τετάρτην ἤλαυνεν ὁ Ἰούλιος μήν), περὶ καταφορὰν ὄντος ἡλίου, πανσυδὶ τῆς πόλεως ἐξελθόντες οἱ Ταυροσκύθαι, παντὶ σθένει διακινδυνεύειν ᾑροῦντο, εἰς φάλαγγα καρτερὰν συνασπίσαντες, καὶ προβαλόντες τοὺς ἄκοντας. Ῥωμαίους δὲ διατάξας ὁ βασιλεὺς ὑπεξῆγε τοῦ χάρακος. ἤδη δὲ τῆς μάχης καταῤῥαγείσης, εὐρώστως οἱ Σκύθαι Ῥωμαίοις ἐπῄεσαν, τοῖς τε ἀκοντίοις σινόμενοι, καὶ τοῖς βέλεσι τοὺς ἵππους τιτρώσκοντες, καὶ τοὺς ἐπιβάτας εἰς γῆν καταβάλλοντες. ἐνταῦθα ὁ τῇ προτεραίᾳ ἠριστευκὼς Ἀνεμᾶς καὶ τὸν Ἴκμορον κατακτείνας, τὸν Σφενδοσθλάβον ἰδὼν ἐνθουσιωδῶς κατὰ Ῥωμαίων ὁρμῶντα καὶ μανικῶς, καὶ τὰς αὑτοῦ ἐπιῤῥωννύοντα φάλαγγας, τὸν ἵππον παρεξελάσας (εἰθισμένον δὲ ἦν αὐτῷ τοῦτο δρᾷν, καὶ πλείστους τῶν Σκυθῶν τοιούτῳ τρόπῳ ἀνεῖλε τὸ πρότερον), ὅλην ἡνίαν τῷ ἵππῳ ἀνεὶς ὡς αὐτὸν ἴεται, 153 καὶ ξίφει παίει κατὰ τῆς κλειδὸς, καὶ τὸν μὲν πρηνῆ καταβάλλει, οὐ μὴν κατακτείνει. ἐπήρκεσε γὰρ ὁ ἀλυσιδωτὸς χιτὼν καὶ τὸ σάκος, ἃ, δεδιὼς τὰς Ῥωμαϊκὰς αἰχμὰς, ἠμφιέννυτο. Ἀνεμᾶς δὲ, πρὸς τῆς τῶν Σκυθῶν κυκλωθεὶς φάλαγγος, τοῦ ἵππου καταβληθέντος συχναῖς τῶν δοράτων βολαῖς, πλείστους μὲν ἀναιρεῖ τούτων, ἐναποσφάττεται δὲ καὶ αὐτὸς, ἀνὴρ οὐδενὸς τῶν ἡλικιωτῶν ἡττώμενος ἐν τοῖς κατὰ τὰς μάχας ἀνδραγαθήμασιν. θʹ. Ἐπὶ τῷ τούτου τοίνυν οἱ Ῥῶς ἀναθαῤῥήσαντες πταίσματι, γεγωνόν τι καὶ ἄγριον ἐπηλάλαξαν, καὶ Ῥωμαίους ἀνώθησαν. οἱ δὲ προτροπάδην ὑπενόστουν, τὴν ἀλλόκοτον ὁρμὴν ἐκκλίνοντες τῶν Σκυθῶν. ἐνταῦθα ὁ βασιλεὺς, ὡς ᾔσθετο κλινομένην τὴν Ῥωμαϊκὴν φάλαγγα, δεδοικὼς, μὴ καταπτοηθεῖσα τὸ ἀλλόκοτον ὅρμημα τῶν Σκυθῶν, περὶ αὐτὰ πταίσοι τὰ καίρια, τοῖς ἀμφ' αὑτὸν ἐγκελευσάμενος καὶ τὸ δόρυ σθεναρῶς μεταχειρισάμενος, κατὰ τῶν ἀντιπάλων ἐχώρει. ἐπαταγεῖτο δὲ καὶ τὰ τύμπανα, καὶ τὸ ἐνυάλιον συνεπήχουν αἱ σάλπιγγες. Ῥωμαῖοι δὲ, τὴν τοῦ αὐτοκράτορος καταιδεσθέντες ὁρμὴν, τοὺς ἵππους περιελίξαντες, μετὰ ῥύμης τοῖς Σκύθαις ἐφώρμησαν. παραυτίκα δὲ καὶ θύελλα ψεκάδι συμμιγὴς ἀναῤῥιπισθεῖσα, ἐπὶ πολύ τε τοῦ ἀέρος χεθεῖσα, τοὺς δυσμενεῖς ἔβαλλε, καὶ ἡ κόνις ἐγειρομένη τοὺς αὐτῶν ἔβλαπτεν ὀφθαλμούς. λέγεται δὲ καί τινα λευκόπωλον ἄνδρα φανῆναι, προηγεῖσθαί τε Ῥωμαίων, καὶ τούτοις προτρέπεσθαι, χωρεῖν κατὰ τῶν Σκυθῶν· ὅστις θεσπεσίως 154 τὰς τῶν δυσμενῶν διακόπτων συνετάραττε φάλαγγας. τοῦτόν φασι μήτε πρότερόν τις ἐν τῷ στρατοπέδῳ θεάσασθαι, οὔτ' αὖθις μετὰ τὴν μάχην ἑωρακέναι· καίτοι βασιλέως αὐτὸν ἀναψηλαφῶντος, ὡς δωρεαῖς ἐπαξίως φιλοφρονήσαιτο, καὶ ἀμοιβαῖς ἕκατι τῶν πόνων ἀμείψαιτο. ἀλλ' οὐχ εὑρέθη ζητούμενος. ἐντεῦθεν ἀναμφίλεκτος ὑπόνοια ὑποτρέχει, τὸν μέγαν ἐν μάρτυσι Θεόδωρον εἶναι, ὃν παρὰ τοὺς ἀγῶνας ὁ βασιλεὺς σύμμαχον ἐξελιπάρει παρίστασθαι , ῥύεσθαί τε καὶ σώζειν συνάμα παντὶ τῷ στρατεύματι. φασὶ δὲ καὶ τοιοῦτόν τι συμβῆναι παρὰ τὴν πρὸ τῆς μάχης ἑσπέραν. ἐν Βυζαντίῳ παρθένος τῶν ἀνατεθειμένων Θεῷ καθ' ὕπαρ ὁρᾷν ἐδόκει τὴν θεοτόκον, ὑπό τινων φλογοειδῶν δορυφορουμένην ἀνδρῶν. φάναι δὲ πρὸς αὐτούς· καλέσατε δή μοι τὸν μάρτυρα Θεόδωρον· παραυτίκα δὲ παραχθῆναι γενναῖον ἄνδρα καὶ νεανικὸν, ἔνοπλον. εἰπεῖν τε πρὸς αὐτὸν τὴν θεοτόκον· ὁ σὸς παρὰ τὸ ∆ορύστολον Ἰωάννης, κύριε Θεόδωρε, Σκύθαις μαχόμενος, ἄρτι περιστατεῖται δεινῶς. ἀλλ' εἰς τὴν ἐκείνου σπεῦσον βοήθειαν. εἰ γὰρ μὴ προφθάσῃς, ἐς κίνδυνον αὐτῷ τελευτήσει τὰ πράγματα. τὸν δὲ αὖθις, ἑτοίμως ἔχειν, εἰπεῖν, τῇ μητρὶ τοῦ Θεοῦ καὶ δεσπότου μου πειθαρχεῖν· φάμενος δὲ τοῦτο εὐθὺς οἴχεσθαι, καὶ οὕτω τὸν ὕπνον ἀποπτῆναι τῆς παρθένου τῶν ὀφθαλμῶν. ἀλλὰ τῇ μὲν παρθένῳ τὸ ὕπαρ ἐς τοῦτο