κατακρίνειν, καὶ οὕτω καταπίπτουσιν «εἰς τὰ κατώτερα μέρη τῆς γῆς». ὁ γὰρ αὐτὸς ὄφις ὁ ἐκβαλὼν τὸν Ἀδὰμ διὰ τῆς ὑψηλοφροσύνης, ὁ εἰπὼν ὅτι ὡς θεοί, φησίν, ἔσεσθε, οὗτος αὐτὸς ὑποβάλλει ἐν ταῖς καρδίαις ὑψηλοφροσύνην· "1τέλειος εἶ, ἀρκεῖ σοι 7.12.3 ἐπλούτησας, οὐ χρείαν ἔχεις μαθεῖν, μακάριος εἶ."2 εἰσὶ δὲ ἄλλοι κατὰ κόσμον, οἵτινες ἔρχονται εἰς πλοῦτον καὶ προσοδεύονται καρποὺς πολλούς, καὶ οὗτοι διάκρισιν ἔχοντες κατέχουσιν ἑαυτοὺς καὶ οὐ καυχῶνται οὐδὲ ἐπαίρονται, ἀλλ' ἴσοι εἰσίν· οἴδασι γὰρ ὅτι μετὰ τὴν πρόσοδον ταύτην ἔρχεται αὐτοῖς ἀφορία. καὶ πάλιν ὅταν ἐμπέσωσιν εἰς ζημίαν καὶ ἀφορίαν οὐ λυποῦνται, ἀλλ' ἴσοι εἰσίν· οἴδασι γὰρ ὅτι διαδέχεται πάλιν ἡ εὐφορία. καὶ ἐν τούτοις ἐπὶ πολὺ γυμνασθέντες οὐ ξενίζονται οὔτε ἐν τῇ προσόδῳ καὶ εὐφορίᾳ τυφοῦνται, οὔτε ἐὰν ἐπέλθῃ αὐτοῖς ζημία, ξενίζονται. 7.12.4 Τὸ γὰρ πρᾶγμα τοῦ Χριστιανισμοῦ τοιοῦτον ἐστί· γεῦσις ἐστὶν ἀληθινή, βρῶσις καὶ πόσις, ἐξ ἀληθείας φαγεῖν ἐστι καὶ πιεῖν διὰ δυνάμεως καὶ ἐνεργείας. ὥσπερ ἵνα ᾖ πηγή, καὶ εἴ τις ἐκεῖ διψῶν ἄρχεται πίνειν, εἶτα ἐν τῷ μεταξὺ ἀποσπάσῃ τις καὶ μὴ δῷ ἐμπλησθῆναι ὅσον θέλει, λοιπὸν μᾶλλον ἐκκαίεται γευσάμενος τοῦ ἡδυτάτου πόματος, ὅτι οὐδεὶς αὐτῷ συνεχώρησεν ἐμπλησθῆναι καὶ ἐπιζητεῖ σπουδαιότερον, οὕτω καὶ εἰς τὸ πνευματικὸν γεύεταί τις καὶ μεταλαμβάνει τροφῆς ἐπουρανίου, εἶτα ἐν τῷ μεταξὺ ὑποστέλλει καὶ οὐ δίδωσιν αὐτῷ ἐμπλησθῆναι. 7.13.1 Ἐρώτησις. ∆ιὰ τί οὐ δίδοται ἐμπλησθῆναι; Ἀπόκρισις. Ἐπίσταται ὁ κύριος τὴν ἀσθένειαν τοῦ ἀνθρώπου, ὅτι ταχέως ἐπαίρεται· διὰ τοῦτο ὑποστέλλει καὶ παραχωρεῖ γυμνασθῆναι καὶ θλιβῆναι τὸν ἄνθρωπον. εἰ γὰρ μικρὸν λαμβάνεις καὶ οὐδείς σε βαστάζει, ἀλλὰ τυφοῦσαι, πόσῳ μᾶλλον εἴ τις ἐδίδου σοι ἐμπλησθῆναι, οὐκ ἔφερέ σε οὐδείς. ἀλλὰ εἰδὼς ὁ θεὸς τὴν ἀσθένειάν σου οἰκονομεῖ σε εἰς θλίψεις, ἵνα ταπεινὸς γενήσῃ καὶ σπουδαιότερος τοῦ ἐπιζητεῖν τὸν θεόν. 7.13.2 Καὶ γὰρ κατὰ κόσμον λωτὸς εὑρὼν βαλάντιον χρυσοῦ, ἀπ' ἐλαφρίας ἤρξατο κηρύττειν· "1εὗρον βαλάντιον, πλούσιός εἰμι."2 τότε ἐκ τῆς φήμης ἤκουσεν ὁ ἀπολέσας καὶ ἀπέλαβε. καὶ πάλιν ἀπελθὼν ἄλλος πλούσιος ἀπενοήθη καὶ ἀπελάκτισεν, ἤρξατο πάντας ὑβρίζειν, ὑπεραίρεσθαί τινων, ὅθεν ἀκούσας ὁ βασιλεὺς ἐδήμευσεν αὐτοῦ τὰ ὑπάρχοντα. οὕτω καὶ εἰς τὸ πνευματικόν. μικρᾶς ἀναπαύσεως ἐὰν γεύσωνταί τινες, οὐκ οἴδασι διοικῆσαι, ἀλλὰ ἀπολλύουσι καὶ αὐτὸ ὃ ἔλαβον· πειράζει γὰρ αὐτοὺς ἡ ἁμαρτία καὶ σκοτοῖ αὐτῶν τὸν νοῦν. 7.14.1 Ἐρώτησις. Πῶς λέγει ὁ ἀπόστολος· «ἐὰν ἔχω πᾶσαν τὴν γνῶσιν καὶ πᾶσαν προφητείαν, καὶ ἐὰν ταῖς γλώσσαις τῶν ἀγγέλων λαλῶ, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι»; Ἀπόκρισις. Οὐχ οὕτως ὀφείλομεν νοεῖν, ὅτι οὐδέν ἐστιν, ἀλλὰ πρὸς ἐκείνην τὴν ἀγάπην, ἥτις ἐστὶ τελεία, ταῦτα μερικά ἐστι, καὶ ὁ ἐν τούτοις ὢν τοῖς μέτροις ἐὰν καταφρονήσῃ, συμβαίνει καὶ πίπτει, ὁ δὲ ἔχων τὴν ἀγάπην ἄπτωτός ἐστιν. ἐγὼ δέ σοι λέγω ἀνθρώπους, οὓς εἶδον, ὅτι εἰς ὅλα τὰ χαρίσματα γενόμενοι καὶ μέτοχοι πνεύματος, μὴ φθάσαντες δὲ εἰς τὴν τελείαν ἀγάπην, ἔπεσον. 7.14.2 Εἷς γάρ τις τῶν εὐγενῶν ἀποταξάμενος ἐπώλησεν αὐτοῦ τὰ ὑπάρχοντα, ἠλευθέρωσε δούλους, ὢν φρόνιμος καὶ συνετός. λοιπὸν ἦν περιβόητος ἐν πᾶσιν ἐπὶ σεμνῷ βίῳ. οὗτος ἐν τῷ μεταξὺ οἰηθεὶς περὶ ἑαυτοῦ καὶ τυφωθεὶς τέλος κατέπεσεν εἰς ἀσελγείας καὶ ῥυπαρίας καὶ μυρία κακά. 7.14.3 Ἄλλος ἐπὶ διωγμῷ ἔδωκεν ἑαυτοῦ τὸ σῶμα, καὶ ὢν ὁμολογητής, μετὰ ταῦτα εἰρήνης γενομένης ἀπελύθη καὶ ἦν ὀνομαστός, καὶ τὰ βλέφαρα αὐτοῦ βεβλαμμένα, ἐπειδὴ ἐκαπνίσθη. οὗτος λοιπὸν δοξαζόμενος καὶ καλούμενος εἰς τὰς εὐχάς, λαμβάνων ἐκ τῶν παρακειμένων σιτίων ἐδίδου τῷ παιδὶ αὐτοῦ, καὶ οὕτως ἦν ὁ νοῦς αὐτοῦ ὡς μηδέποτε ἀκούσας λόγον θεοῦ. 7.14.4 Ἄλλος ἔδωκε τὸ σῶμα αὐτοῦ ἐπὶ διωγμοὺς καὶ ἐκρεμάσθη, ἐξητάσθη, εἶτα ἐβλήθη εἰς φυλακήν. ὑπηρέτει δὲ αὐτῷ κατὰ πίστιν κανονική, ἥτις καὶ ποιήσασα συνήθειαν ἐν τῇ φυλακῇ, † ἐξέπεσεν εἰς πορνείαν.