συνεπάτουν. καὶ ἦν τὸ πρᾶγμα λίαν ἐπώδυνον καὶ πάντα θρῆνον ὑπερβάλλον καὶ κοπετόν. τί γὰρ ἐλεεινότερον τοῦ στρατόπεδον ἅπαν βασιλικὸν φυγῇ καὶ ἥττῃ παρὰ βαρβάρων ἀπανθρώπων καὶ ἀποτόμων ἐλαύνεσθαι, καὶ τὸν βασιλέα βαρβαρικοῖς ὅπλοις ἀβοήθητον περιεστοιχίσθαι, καὶ τὰς βασιλείους σκηνὰς καὶ τὰς ἡγεμονικὰς ἅμα καὶ στρατιωτικὰς ὑπὸ τοιούτων ἀνδρῶν κυριεύεσθαι, καὶ ἅπαν ἀνάστατον τὸ Ῥωμαϊκὸν καθορᾶσθαι, καὶ βασιλείαν ἐν ἀκαρεῖ κατανοεῖν συμπεσοῦσαν. Καὶ τὰ μὲν τοῦ λοιποῦ πλήθους ἐν τούτοις· τὸν δὲ βασιλέα περιστοιχίσαντες οἱ πολέμιοι οὐκ εὐχείρωτον ἔσχον εὐθύς, ἀλλ' ἅτε στρατιώτης καὶ πολεμικῆς ἐμπειρίας εἰδήμων καὶ κινδύνοις προσομιλήσας πολλοῖς, καρτερῶς ἠμύνατο τοὺς προσπίπτοντας, καὶ πολλοὺς ἀνελὼν τέλος ἐπλήγη φασγάνῳ τὴν χεῖρα, τοῦ τε ἵππου βέλεσι κατακοντισθέντος ἐκ ποδὸς μαχόμενος ἵστατο. καμὼν δ' ὅμως πρὸς ἑσπέραν ἁλώσιμος καὶ ὑπόσπονδος, φεῦ τοῦ πάθους, ἐγένετο. καὶ τῇ μὲν νυκτὶ 164 ἐκείνῃ ἔτι, ἴσως τοῖς πολλοῖς, ἐπὶ γῆς ἀτίμως καὶ περιωδύνως κατέδραθε, μυρίοις πανταχόθεν καὶ ἀφορήτοις περικλυζόμενος τοῖς ἐκ τῶν λογισμῶν καὶ τῶν κατ' ὄψιν ἀνιαρῶν κύμασι· τῇ δ' ἐπαύριον ἀγγελθείσης τῷ σουλτάνῳ καὶ τῆς τοῦ βασιλέως ἁλώσεως, χαρά τις ἄπλετος ὁμοῦ καὶ ἀπιστία κατέσχεν αὐτόν, οἰόμενον ὡς ἀληθῶς μέγα τι καὶ ὑπερμέγεθες εἶναι τὸ μετὰ τῆς ἥττης τοῦ βασιλέως καὶ αὐτὸν ἐκεῖνον δορυάλωτον καὶ οἰκέτην λαβεῖν. οὕτως ἀνθρωπίνως καὶ νουνεχῶς τὸ προτέρημα τῆς νίκης οἱ Τοῦρκοι ἐδέξαντο, μήτε μεγαλαυχήσαντες οἷα φιλεῖ περὶ τὰς εὐτυχίας ὡς ἐπίπαν περιπολεῖν, μήτε τῇ οἰκείᾳ δυνάμει τὸ γεγονὸς ἐπιτρέψαντες, ἀλλὰ τὸ πᾶν τῷ θεῷ ἀναφέροντες, ὡς μεῖζον ἢ κατὰ τὴν ἑαυτῶν ἰσχὺν ἀποτελέσαντες τρόπαιον. διὰ τοῦτο καὶ προσαχθέντος τῷ σουλτάνῳ τοῦ βασιλέως ἐν τῇ εὐτελεῖ καὶ στρατιωτικῇ ἀμπεχόνῃ, καὶ αὖθις διαπορῶν ἦν καὶ μαρτυρίαν περὶ τούτου ζητῶν. ὡς δ' ἐπληροφορήθη παρά τε ἄλλων καὶ τῶν εἰς αὐτὸν ἀφικομένων ποτὲ πρέσβεων, τὸν τῶν Ῥωμαίων βασιλέα τυγχάνειν τὸν παριστάμενον, εὐθὺς ἐξανέστη καὶ αὐτός, καὶ περιπτυξάμενος τοῦτον "μὴ δέδιθι" ἔφη, "ὦ βασιλεῦ, ἄλλ' εὔελπις ἔσο πρὸ πάντων, ὡς οὐδενὶ προσομιλήσεις κινδύνῳ σωματικῷ, τιμηθήσῃ δ' ἀξίως τῆς τοῦ κράτους ὑπεροχῆς. ἄφρων γὰρ ἐκεῖνος ὁ μὴ τὰς ἀπροόπτους τύχας ἐξ ἀντεπιφορᾶς εὐλαβούμενος." ἐπιτάξας οὖν αὐτῷ 165 σκηνὴν ἀποτευχθῆναι καὶ θεραπείαν ἁρμόζουσαν, σύνδειπνον αὐτὸν αὐτίκα καὶ ὁμοδίαιτον ἀπειργάσατο, μὴ παρὰ μέρος καθίσας αὐτόν, ἀλλὰ σύνθρονον ἐν εὐθύτητι τῆς ἐκκρίτου τάξεως καὶ ὁμόδοξον κατὰ τὴν τιμὴν ποιησάμενος. οὕτω δὶς τῆς ἡμέρας συνερχόμενος τούτῳ καὶ συλλαλῶν, καὶ πρὸς παράκλησιν ἀνακτώμενος διὰ πολλῶν ἐπᾳσμάτων ἀναγόντων εἰς τὴν βιωτικὴν περιπέτειαν, μέχρις ἡμερῶν ὀκτὼ τῶν ὁμοίων αὐτῷ ἐκοινώνει καὶ λόγων καὶ ἁλῶν, μηδὲ μέχρι καὶ βραχυτάτου λόγου πρὸς τοῦτον ἐμπεπαρῳνηκώς, ἢ ὅσον δοκούντων τινῶν σφαλμάτων ἐν τῇ ἐλάσει τῆς στρατιᾶς ὑπομνήσας, ὁπότε καὶ ἡ τοῦ θεοῦ κρίσις μετὰ τῶν ἄλλων κἀνταῦθα δικαία καὶ ἀρρεπὴς κατεφάνη. οὐ γὰρ οἱ ἄλλοι μόνον ἀλλὰ καὶ αὐτὸς ὁ ἁλωθεὶς βασιλεὺς ἄξιον εἶναι νικᾶν αὐτὸν ἀπεφήνατο, εἰ νόμον μὴ ἔχων ἀγαπᾶν τοὺς ἐχθροὺς ἀνεπαισθήτως ποιεῖ τὸν θεῖον νόμον ἐκ φυσικῆς καὶ ἀγαθῆς διαθέσεως· οὐ γὰρ τοῖς ὑπερόπταις ὁ παντέφορος ὀφθαλμὸς ἀλλὰ τοῖς ταπεινοῖς καὶ συμπαθέσι τὸ κράτος χειροτονεῖ, ἐπεὶ μὴ ἔστι προσωποληψία, κατὰ τὸν θεῖον Παῦλον εἰπεῖν, παρὰ τῷ θεῷ. καὶ γὰρ ἔν τινι συλλόγῳ διερωτήσαντος τοῦ σουλτάνου τὸν βασιλέα "τί ἂν ἔδρασας εἰ οὕτως ἔσχες αὐτὸς ἐμὲ ὑποχείριον;" ἀνυποκρίτως καὶ ἀθωπεύτως ἐκεῖνος ἀπήγγειλεν "ὅτι πολλαῖς ταῖς πληγαῖς κατεδαπάνησά σου τὸ σῶμα γίνωσκε." ὁ δὲ "ἀλλ' ἐγὼ" φησὶν "οὐ μιμήσομαί σου τὸ αὐστηρὸν καὶ ἀπό 166 τομον." διακαρτερήσαντες οὖν ἐν τούτοις ἀμφότεροι μέχρι τῶν δηλωθεισῶν ἡμερῶν, καὶ